9
φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾷν ἐκείνης ἐστι. Νῦν μὲν οὖν ἐρήμην αὐτὴν ἀφίησι, καὶ γυμνὴν τῆς οἰκείας ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν, πιστώσηται αὐτῆς καὶ τὴν φύσιν· νῦν δὲ αὐτὴν ἀποκρύπτει, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν. Ὥσπερ γὰρ, εἰ διὰ παντὸς τὰ ἀνθρώπινα ἐνεδείκνυτο, τοῦτο ἂν ἐνομίσθη· οὕτως, εἰ διὰ παντὸς τὰ τῆς θεότητος ἐπετέλει, ἠπιστήθη ἂν ὁ τῆς οἰκονομίας λόγος. ∆ιὰ τοῦτο ποικίλλει, καὶ ἀναμίγνυσι καὶ τὰ ῥήματα καὶ τὰ πράγματα, ἵνα μήτε τῇ Παύλου τοῦ Σαμοσατέως, μήτε τῇ Μαρκίωνος καὶ Μανιχαίου νόσῳ καὶ μανίᾳ παράσχῃ πρόφασιν· διὰ τοῦτο καὶ προλέγει τὸ ἐσόμενον ὡς Θεὸς, καὶ ἀναδύεται πάλιν ὡς ἄνθρωπος. ζʹ. Ἐβουλόμην καὶ ταῖς λοιπαῖς αἰτίαις ἐπεξελθεῖν, καὶ δεῖξαι ἐπ' αὐτῶν τῶν πραγμάτων, ὅτι ὥσπερ ἐνταῦθα τὴν ἀσθένειαν τῆς σαρκὸς ἐλέγχων ηὔξατο, οὕτω καὶ ἀλλαχοῦ πάλιν τὴν ἀσθένειαν τῶν ἀκουόντων διορθούμενος· οὐ γὰρ δὴ πάντα τὰ ταπεινῶς εἰρημένα διὰ τὴν τῆς σαρκὸς περιβολὴν εἰρῆσθαι χρὴ νομίζειν μόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἶπον αἰτίας· ἵνα δὲ μὴ τῶν εἰρημένων ἐπικλύσω τὸ πλῆθος τῇ περιουσίᾳ τῶν ῥηθήσεσθαι μελλόντων, ἐνταῦθα τὸν πρὸς ἐκείνους στήσας λόγον, καὶ τὰ λειπόμενα εἰς ἑτέραν ἀναβαλλόμενος ἡμέραν, πρὸς παραίνεσιν εὐχῆς τρέψομαι πάλιν. Εἰ γὰρ καὶ πολλάκις ἡμῖν περὶ τῆς ὑποθέσεως ταύτης εἴρηται, ἀλλὰ καὶ νῦν ἀναγκαῖον εἰπεῖν. Καὶ γὰρ καὶ τῶν ἱματίων τὰ μὲν ἅπαξ βαφέντα ἐξίτηλον ἔχει τὴν βαφὴν, ἃ δὲ πολλάκις καὶ συνεχῶς καθέντες ἀνασπῶσιν οἱ δευσοποιοὶ, ἀκίνητον διατηρεῖ τὸ τοῦ χρώματος ἄνθος· τοῦτο δὴ καὶ ἐπὶ τῶν ψυχῶν συμβαίνει τῶν ἡμετέρων. Ὅταν γὰρ πολλάκις τῶν αὐτῶν ἀκούσωμεν ῥημάτων, καθάπερ τινὰ βαφὴν τὴν διδασκαλίαν ὑποδεξάμενοι, οὐκ ἂν ῥᾳδίως αὐτὴν ἀποπτύσαιμεν. Μὴ τοίνυν παρέργως ἀκούωμεν· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν εὐχῆς δυνατώτερον, οὐδὲ ἴσον. Οὐχ οὕτως ἐστὶ βασιλεὺς λαμπρὸς ἁλουργίδα περιβεβλημένος, ὡς ὁ εὐχόμενος τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ κοσμούμενος. Ὥσπερ γὰρ εἰ στρατοπέδου παρόντος, στρατηγῶν, ἀρχόντων, ὑπάτων πολλῶν, προσελθών τις κατ' ἰδίαν διαλεχθείη τῷ βασιλεῖ, τὰς πάντων ὄψεις ἐπιστρέφει πρὸς ἑαυτὸν, καὶ ταύτῃ σεμνότερος γίνεται· οὕτω δὴ καὶ ἐπὶ 48.767 τῶν εὐχομένων γένοιτ' ἄν. Ἐννόησον γὰρ πηλίκον ἔσται ἀγγέλων παρόντων, ἀρχαγγέλων παρεστώτων, τῶν Σεραφὶμ, τῶν Χερουβὶμ, τῶν ἄλλων ἁπασῶν δυνάμεων, αὐτὸν ἄνθρωπον ὄντα μετὰ πολλῆς δύνασθαι προσιέναι τῆς παῤῥησίας, καὶ τῷ βασιλεῖ τῶν δυνάμεων ἐκείνων διαλέγεσθαι· πόσης τοῦτο οὐκ ἂν ἀντάξιον εἴη τιμῆς; Οὐ τιμὴ δὲ μόνον, ἀλλὰ καὶ ὠφέλεια μεγίστη γένοιτ' ἂν ἡμῖν ἀπὸ τῆς εὐχῆς, καὶ πρὶν ἢ λαβεῖν ὅπερ αἰτοῦμεν. Ὁμοῦ τε γάρ τις ἀνέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν, καὶ τὸν Θεὸν ἐκάλεσε, καὶ πάντων εὐθέως ἀπέστη τῶν ἀνθρωπίνων πραγμάτων, καὶ μετέστη τῇ διανοίᾳ πρὸς τὴν μέλλουσαν ζωὴν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς φαντάζεται λοιπὸν, καὶ οὐδὲν πρὸς τὴν παροῦσαν ἔχει ζωὴν, κατὰ τὸν καιρὸν τῆς εὐχῆς, ἐὰν μετὰ ἀκριβείας εὔχηται· ἀλλὰ κἂν θυμὸς ἀναζέῃ, κοιμίζεται ῥᾳδίως, κἂν ἐπιθυμία φλέγῃ, σβέννυται, κἂν φθόνος τήκῃ, μετὰ πολλῆς τῆς εὐκολίας ἀπελαύνεται· καὶ τοῦτο γίνεται, ὅπερ ὁ προφήτης λέγει, ἀνίσχοντος τοῦ ἡλίου. Τί δὲ ἐκεῖνός φησιν; Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσεται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ὥσπερ οὖν τῆς ἀκτῖνος ἀνισχούσης πάντα φυγαδεύεται τὰ θηρία, καὶ πρὸς τοὺς φωλεοὺς τοὺς ἑαυτῶν καταδύεται· οὕτω δὴ τῆς εὐχῆς, ὥσπερ τινὸς ἀκτῖνος ἀπὸ τοῦ στόματος τοῦ ἡμετέρου καὶ τῆς γλώττης ἀναφανείσης, φωτίζεται μὲν ἡ διάνοια, πάντα δὲ τὰ ἄλογα καὶ θηριώδη πάθη δραπετεύει καὶ φυγαδεύεται, καὶ πρὸς