9
λέγει· Χάριν ἔχω τῷ ἐνδυνα μώσαντί με Χριστῷ, ὅτι με πιστὸν ἡγήσατο· τὸν πρό τερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστὴν, νῦν πιστὸν ἡγήσατο. ∆ιὰ τοῦτο ἐμαυτὸν στηλιτεύω, ἵνα ἐάν τις ᾖ βλάσφημος ἀφόρητος, ἴδῃ ὅτι ἔχει ἐλπίδα σω τηρίας.
Καὶ σὺ, ὦ ∆αυῒδ, ἐπειδὴ ἐμοίχευσας καὶ φόνον ἐποίησας, καὶ συγχώρησιν παρὰ Θεοῦ ἔλαβες, διὰ τοῦτο στηλιτεύεις σαυτόν; Ναὶ, φησὶν, ἵνα ἐάν τις ᾖ μοιχὸς καὶ ἀνδροφόνος, μάθῃ πῶς δύναται σωτηρίας τυχεῖν. ∆ιὰ τοῦτο ἀποτίθεται τὴν ἁμαρτίαν, καὶ τὴν μετάνοιαν ἐδέξατο. Τοῦτο οὖν μόνον ἐστὶ τὸ ζητούμενον, ὅτι εὔδη λον πᾶσιν ἐποίησε, καὶ διωρθώθη. Ἢ καὶ ἄλλο τι; Ναὶ, καὶ ἄλλο· καὶ πῶς, ἐγὼ λέγω. Ὥσπερ γὰρ ἠκούσατε, ὅτι ἡ μετάνοια πολλὴν ἔχει τὴν συγχώρησιν, καὶ μεγάλην καὶ πολλὴν κομίζει ἡμῖν τὴν παῤῥησίαν· οὕτω κἀκεῖνο ὑμᾶς μαθεῖν ἀναγκαῖον, ὅτι καὶ ὁ πολλὰς ἁμαρτίας περιβεβλημένος, πολλὴν αἰσχύνην κέκτηται, καὶ οὐ μό νον ἀρκεῖται τῇ μετανοίᾳ, ἀλλὰ δέδοικε καὶ τρέμει τὸ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Θέλω τοίνυν δεῖξαι, ὅτι οὐ μόνον γνωρίζει σοι ὁ ψαλμὸς τὸν ἁμαρτάνοντα, ἀλλὰ καὶ τὸν μετανοοῦντα. Καὶ τοῦτο ὑμῖν ἐρῶ, ἵνα μηδεὶς ἑαυτῷ μετὰ τὴν μετάνοιαν θαῤῥήσῃ, ἀλλὰ μᾶλλον ἀκρι βέστερον τὴν ἑαυτοῦ σωτηρίαν ἐν τῷ λιμένι καταστήσῃ. Θέλω οὖν δεῖξαι αὐτὸν, ὅτι ἰάθη, καὶ βελτίων ἑαυτοῦ ἐγένετο, καὶ δυνατώτερος καὶ ἰσχυρότερος. Πῶς οὖν πά λιν μετὰ τὴν ἐπιθυμίαν ταύτην περιέπεσεν ἑτέρῳ νοσή ματι; Πάλιν πόλεμος, πάλιν ἁμαρτία, πάλιν μάχη, πά λιν παγκράτιον, πάλιν αὐτῷ ἐπῆλθεν ἡ ἐπιθυμία, πάλιν πόλεμος συγκεκρότηται, πόλεμος χαλεπὸς, καὶ στρατό 55.574 πεδα ἕστηκε.
Πηγὴ δὲ ἦν ἐν τοῖς τόποις ἐκείνοις. Καὶ πολέμου ὄντος σφοδροῦ, εἶδεν αὐτὴν ὁ ∆αυῒδ, καὶ εἰς δί ψαν κατηνέχθη χαλεπωτάτην· ἐπεθύμησε τοίνυν πιεῖν. Πάλιν ἐπιθυμία, ἀλλ' οὐ κεκωλυμένη· τότε μὲν σώμα τος, νῦν δὲ ὕδατος. Ἐπεθύμησε πιεῖν, ἐφλέγετο ὑπὸ τῆς δίψης, καὶ λέγει· ∆ιψῶ, ἀπόλλυμαι. Τινὲς οὖν τῶν βου λομένων αὐτὸν θεραπεῦσαι ἀπῆλθον, καὶ ἤνεγκαν αὐτῷ ὕδωρ εἰς τὸ αἷμα αὐτῶν, καὶ διὰ τῶν πολεμίων ἐκόμι σαν τὸ ὕδωρ. Ὡς δὲ ἠνέχθη τὸ ὕδωρ, ἐνενόησεν ὁ βασι λεὺς, τί ἐποίησεν, ὅτι ἐν τῷ πολέμῳ ἐκείνῳ τὴν δίψαν αὐτοῦ οὐ κατέσχε. Καὶ τί ἐποίησε; Λαβὼν τὸ ὕδωρ οὐκ ἔπιεν, ἀλλ' ἔσπεισε τῷ Θεῷ. Οὐ γὰρ ὕδωρ ἐδόκει εἶναι, ἀλλ' αἷμα, οὐ τῇ φύσει προσέχων, ἀλλὰ τῇ γνώμῃ. Ὁρᾷς οὖν πῶς παιδευθεὶς ὑπὸ τῆς προτέρας ἐπιθυμίας, ὕστε ρον σωφρονέστερος ἐγένετο; Ὁ σωμάτων ἐπιθυμῶν, ὕδατος οὐκ ἐπιθυμεῖ· μᾶλλον δὲ ἐπεθύμει, ἐκράτει δέ. Οὐ γὰρ λέγω, ὅτι ἐκτὸς ἦν τῆς ἐπιθυμίας, ἀλλὰ τῇ φιλο σοφίᾳ περιεγένετο τῆς ἐπιθυμίας, καὶ οὐχ ἥψατο.
ηʹ. Ταῦτα παραινῶ διὰ τοὺς πορνεύοντας. Ἠράσθης πόρνης; ἐπόρνευσας;
θέλεις μετανοῆσαι; Μὴ προσθῇς τῇ ἁμαρτίᾳ ἁμαρτίαν, καὶ μή μοι εἴπῃς· Πῶς δύναμαι μὴ πορνεῦσαι; Ἐγώ σοι λέγω πῶς δύνασαι. Ἡ ἐπιθυμία σε φλέγει; Ἀλλ' ἔχεις γυναῖκα· καὶ εἰ οὐκ ἔχεις, λάβε, ἵνα ἔχῃς μετὰ ἀσφαλείας ἡδονήν. Ἀλλ' οὐ δύναμαι κρατῆσαι. Ἀλλὰ ῥᾳθυμίας ταῦτά ἐστιν. Ὅταν γὰρ ἐνέγκω σοι ἄλλον μὴ ἔχοντα γυναῖκα, σωφρονοῦντα δὲ, ποίαν ἔχεις σὺ ἀπολογίαν, ἢ ποίαν συγγνώμην; Ἐκεῖνος ἐν τῷ πελάγει οὐχ ὑπομένει ναυάγιον, καὶ σὺ ἐν τῷ λιμένι ὑπομένεις τὴν πτῶσιν; Ἔχεις γυναῖκα, καὶ πορνεύεις, μᾶλλον δὲ μοιχεύεις; Καὶ πῶς περιγένωμαι τοῦ ἕλκους; φησίν. Ἀπόλαυε τῆς γυναικός σου. Ἀπολαύσω τῆς γυναικός; Πάνυ. Ἐννόησον τί λέγει ὁ μακάριος Παῦλος· ∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. Ἡ γυνὴ τοῦ ἰδίου σώ ματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Ἐὰν οὖν καλέσῃ σε πόρνη, ἐννόησον τὸ ῥῆμα κατὰ σεαυ τὸν, καὶ εἰπὲ, ὅτι Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή· καὶ τὸ ῥῆμα γράφε ἐν τῇ καρδίᾳ σου, καὶ εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς