παραθαρρύνων λαόν, τοῦ ἵππου αὐτῷ ὀλισθήσαντος, σὺν ἐκείνῳ κατενεχθεὶς εἰς γῆν καὶ ἐκτραχηλισθεὶς ἐτεθνήκει. Τούτου δὲ καὶ συμπεσόντος, τὸ σὺν αὐτῷ τῶν Περσῶν πλῆθος τῷ Ταγγρολίπηκι προσεχώρησε καὶ ὁ Ταγγρολίπηξ ὑπὸ πάντων εὐθὺς βασιλεὺς ἀνηγόρευτο τῆς Περσίδος. Ἀναρρηθεὶς δ' ἐκπέμπει καὶ καθαιρεῖ τὴν ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος φυλακὴν καὶ τὸ ἔθνος τῶν Τούρκων πρὸς τὴν Περσίδα καλεῖ. Ἀνέτου δὲ τῆς ἐς Περσίδα πορείας ἀποδειχθείσης αὐτοῖς καὶ τῆς τοῦ Ἀράξιδος διαβάσεως, ξυνέθεον παμπληθεί, πλὴν τῶν ὅσοι πόθῳ τῆς ἑαυτῶν πατρίδος ἀντεποιοῦντο· οἳ καὶ καθελόντες Πέρσας τε καὶ Σαρακηνοὺς αὐτοὶ κύριοι τῆς Περσίδος γεγόνασι, σουλτάνον τὸν Ταγγρολίπηκα ὀνομάσαντες, ὅπερ σημαίνει παρ' αὐτοῖς βασιλεὺς βασιλέων καὶ παντοκράτωρ. Πάσας οὖν τὰς ἀρχὰς τῶν Περσῶν καὶ Σαρακηνῶν ἀφελόμενος εἰς Τούρκους μετήνεγκε καὶ τὴν Περσίδα πᾶσαν αὐτοῖς καθυπέταξεν. 1.10 Ἀλλ' οὕτω μὲν Ῥωμαίων οἱ Τοῦρκοι γεγόνασιν ὅμοροι, τὴν Περσῶν ἀρχὴν κατασχόντες. Ἀναγκαῖον δ' ἴσως εἰπεῖν κἀκ ποίας ὁρμηθέντες αἰτίας Ῥωμαίους πολεμεῖν ἤρξαντο, καίτοι δεδιότες πρότερον τὸν πρὸς αὐτοὺς πόλεμον καὶ φρίττοντες ἐκ μόνης τῆς φήμης τὰ τῶν προηγησαμένων τριῶν βασιλέων ἀνδραγαθήματα, τοῦ Φωκᾶ Νικηφόρου φημὶ καὶ Ἰωάννου καὶ τοῦ πορφυρογεννήτου Βασιλείου· ὑπώπτευον γὰρ ἔτι παρὰ Ῥωμαίοις σῴζεσθαι τὴν ἐκείνων ἀρετήν τε καὶ δύναμιν. Τοῦ Ταγγρολίπηκος, ὡς ὁ λόγος ἐδήλωσεν, τὴν Περσῶν ἀναδυσαμένου βασιλείαν καὶ πλούτου πολλοῦ καὶ στρατευμάτων ἐγκρατοῦς γενομένου καὶ τὰ Σαρακηνῶν ταπεινώσαντος, οἱ πρὶν ὁμοροῦντες Πέρσαις καὶ πολεμοῦντες πρὸς τὸν Μουχούμετ σπονδὰς πρὸς ἀλλήλους ποιούμενοι πόλεμον ἐμελέτων κατὰ Περσῶν. Ἀλλὰ τοῦτο προγνοὺς ἐκεῖνος πρὸς μὲν Πισασίριον τὸν Βαβυλῶνος ἄρχοντα αὐτὸς δι' ἑαυτοῦ παρετάξατο καὶ διαφόροις μάχαις τοῦτον ἡττήσας καὶ ἀνελὼν κύριος καὶ τῆς Βαβυλωνίων ἐξουσίας ἐγένετο. Πρὸς δὲ Καρβέσην τὸν τῶν Ἀράβων ἀρχηγὸν καὶ Κουτλουμοῦν ἐκπέμπει τὸν τοῦ οἰκείου πατραδέλφου υἱόν, χεῖρα βαρεῖαν αὐτῷ δούς· ὃς ἀπελθὼν καὶ τοῖς Ἄραψι συμβαλὼν ἡττήθη τε καὶ αἴσχιστα ἔφυγεν· ἐπανιὼν δ' ἐκεῖθεν καὶ μέλλων διιέναι διὰ τῆς Μήδων ἔγγιστα τοῦ Βαασπρακὰν στρατοπεδεῦσαι ἤθελε· δεδιὼς δὲ Ῥωμαίους ἐγκρατοῦντας τότε Μηδίας, πρεσβεύεται πρὸς τὸν τῆς χώρας ἄρχονταἦν δὲ τότε Μηδίας ἄρχων ὁ πατρίκιος Στέφανος ὁ Κωνσταντίνου τοῦ παραδυναστεύοντος τῷ τότε βασιλεῖ, ὃν καὶ Λειχουδίαν ἐκάλουν, υἱός, ἀξιῶν συγχωρηθῆναί οἱ τὴν δίοδον καὶ ὑπισχνούμενος ἄψαυστον καὶ ἀσινῆ τὴν χώραν διατηρῆσαι. Ὁ δὲ τοῖς πρεσβεῦσιν ἐντυχὼν καὶ τὴν παράκλησιν δειλίαν εἶναι ὑποτοπάσας, τὸν ἐγχώριον ἀθροίσας στρατὸν συμβάλλει τοῖς Τούρκοις, ἀπειροπόλεμος ὢν ἐμπειροπολέμοις, καὶ μηδέν τι ἄξιον λόγου διαπραξάμενος ἡττᾶται ἅμα τῇ συμβολῇ καὶ πίπτουσι μὲν συχνοὶ τῶν Ῥωμαίων, ἑάλω δὲ καὶ αὐτός. Ἀλλὰ τοῦτον μὲν ὁ Κουτλουμοῦς γενόμενος κατὰ τὸ Ταβρέζιον ἀπεμπολεῖ, αὐτὸς δὲ πρὸς τὸν σουλτάνον ἐπανελθὼν ἀπολογεῖται μὲν περὶ τῆς στρατείας, ὡς ἐν παρόδῳ δὲ ἀφηγεῖται καὶ τὰ περὶ τῆς Μηδίας, ὡς εἴη μὲν χώρα πάμφορος, κατέχεται δὲ ὑπὸ γυναικῶν, τοὺς πολεμήσαντας πρὸς αὐτὸν στρατιώτας ὑπαινιττόμενος. Τούτοις τοῖς λόγοις ὁ σουλτάνος ἐπιρρωσθεὶς δύναμιν κατὰ Ῥωμαίων ἐκπέμπει ἀμφὶ τὰς εἴκοσι χιλιάδας, στρατηγὸν ἐπιστήσας αὐτῇ τὸν ἀδελφόπαιδα Ἀσὰν τὸν λεγόμενον Κωφόν, ἐπισκήψας αὐτῷ τὴν ταχίστην ἐφικέσθαι καὶ τὴν Μηδικήν, εἰ μὴ προσχωροίη αὐτῷ, προσκτήσασθαι. Ἐκεῖθεν τοῦ πρὸς Ῥωμαίους πολέμου οἱ Τοῦρκοι ἀρξάμενοι διετέλεσαν μέχρι τῆς νῦν πολεμοῦντες Ῥωμαίοις. Ἀλλ' ἐπανίτω μοι ὁ λόγος πρὸς τὴν ἀρχῆθεν ἀκολουθίαν. 1.11 Μανουήλ, ὡς εἴρηται, ὁ κουροπαλάτης στρατηγὸς αὐτοκράτωρ τῶν ἑῴων ταγμάτων πρὸς τοῦ ∆ιογένους ἀποδειχθείς, περὶ τὴν Χαλτικὴν διατρίβων ἐφυλάττετο τὰς τῶν Τούρκων ἐπιδρομάς. Ἐπεὶ δ' ἀπηγγέλη αὐτῷ παρὰ τῶν σκοπῶν ὡς πλῆθος Τούρκων στρατηγὸν ἔχοντες τὸν Χρυσόσκουλον, ὃς ἐκ σουλτάνων σειρᾶς ὥρμητο, τῆς δ' ἐξουσίας ἀντεποιεῖτο Περσῶν αὐτῷ