τοῦ ἐπισκόπου Ἰωάννου τῆς Κωνσταντινουπολιτῶν· καί, ὡς ἔοικεν, οὐκ ἤνυσται. ὅθεν πάλιν ἐπέστειλα διὰ τῶν ἐπι σκόπων καὶ πρεσβυτέρων, πάνυ φροντίζων τῆς ἐκκλησιαστικῆς εἰρήνης, δι' ἧς καὶ ἡ ἡμῶν εἰρηνεύεται βασιλεία, ἵνα καταξιώσῃς προστάξαι ἐν Θεσσαλονίκῃ συνελθεῖν τοὺς τῆς ἑῴας ἐπισκόπους. καὶ γὰρ οἱ τῆς ἡμετέρας ἑσπερίας ἐπίσκοποι, ἐκλεξάμενοι ἄνδρας ἀκλινεῖς πρὸς κακίαν καὶ ψεῦδος, ἀπεστάλκασιν ἐπισκόπους μὲν πέντε, πρεσβυτέρους δὲ δύο, διάκονον δὲ ἕνα τῆς μεγίστης ἐκκλησίας Ῥωμαίων. ὧν φροντίσαι παντοίαις τιμαῖς καταξίωσον, ἵν', ἢ μὲν πεισθέντες ὅτιπερ δικαίως ἐκβέβληται ὁ ἐπίσκοπος Ἰωάννης, διδάξωσί με ἀποστῆναι τῆς αὐτοῦ κοινωνίας· ἢ ἐλέγ ξαντες ἐθελοκακοῦντας τοὺς τῆς ἀνατολῆς ἐπισκόπους, ἀπο στρέψωσί σε τῆς αὐτῶν κοινωνίας. τίνα γάρ ἐστιν ἃ φρονοῦσιν 22 περὶ τοῦ ἐπισκόπου Ἰωάννου οἱ δυτικοί, ἐκ πασῶν τῶν ἐπιστολῶν τῶν πρός με γραφεισῶν ὑπέταξα δύο, ἰσοδυναμούσας ταῖς πάσαις, τὴν ἐπιστολὴν τοῦ Ῥώμης καὶ τοῦ Ἀκυληΐας. τοῦτο δὲ παρακαλῶ τὴν σὴν ἡμερότητα πρὸ πάντων, καὶ ἄκοντα τὸν Ἀλεξανδρείας Θεόφιλον παραστῆναι δικαίωσον, δι' ὃν μάλιστα λέγεται ἅπαντα τὰ κακὰ γεγενῆσθαι· ἵνα εἰς μηδὲν ἡ τῶν παραγενομένων ἐπι σκόπων ἐμποδισθεῖσα σύνοδος τὴν πρέπουσαν τοῖς καιροῖς ἡμῶν εἰρήνην βραβεύσῃ." <ΚΕΦΑΛΑΙΟΝ ∆ʹ> Λαβόντες τοιγαροῦν οἱ περὶ τὸν ἅγιον ἐπίσκοπον Αἰμίλιον Βενεβεντοῦ καὶ Κυθήγιον καὶ Γαυδέντιον σὺν Οὐαλεντινιανῷ καὶ Βονιφατίῳ τοῖς πρεσβυτέροις τὰ γράμματα τοῦ τε βασιλέως Ὁνωρίου τοῦ τε Ἰννοκεντίου καὶ τῶν Ἰταλῶν ἐπισκόπων, Χρωματίου Ἀκυληΐας καὶ Βενερίου Μεδιολάνων καὶ τῶν λοιπῶν, καὶ ὑπομνηστικὸν τῆς συνόδου πάσης δύσεως, δημοσίοις συνθή μασιν ἀπεστάλησαν εἰς τὴν Κωνσταντινούπολιν σὺν τοῖς περὶ Κυριακὸν καὶ ∆ημήτριον καὶ Παλλάδιον καὶ Εὐλύσιον τοὺς ἐπισκόπους. εἶχεν δὲ τὸ ὑπομνηστικόν, μὴ δεῖν εἰσελθεῖν Ἰωάννην εἰς κρίσιν, ἐὰν μὴ πρότερον ἀποκατασταθῇ αὐτῷ ἥ τε ἐκκλησία καὶ ἡ κοινωνία, ἵν' εἰς μηδὲν ἔχων ὑπερτίθεσθαι, αὐθαίρετος εἰσέλθῃ εἰς τὸ συνέδριον. ἀπελθόντες οὖν εἰς τὴν Κωνσταντινού πολιν, ὑπέστρεψαν μετὰ τέσσαρας μῆνας, διηγούμενοι Βαβυλώνια πράγματα· ὅτι "Κατεσχέθημεν παραπλέοντες τὴν Ἑλλάδα Ἀθήναζε ὑπὸ χιλιάρχου τινὸς δυστήνου, ὃς ἐξαυτῆς συνέζευξεν ἡμῖν ἑκατοντάρχην ἕνα, μὴ συγχωρήσας ἡμῖν παραβαλεῖν τῇ Θεσσαλονίκῃ·" ἐκεῖ γὰρ αὐτῶν ἦν ὁ σκοπὸς πρῶτον ἀποδοῦναι τὰ γράμματα Ἀνυσίῳ τῷ ἐπισκόπῳ. "Ἐμβαλὼν οὖν ἡμᾶς," φησιν, "εἰς δύο πλοῖα ἐξέπεμψεν. ἐπιγενομένου δὲ βιαίου νότου, 23 ἄσιτοι διὰ τριῶν <ἡμερῶν> διαπλεύσαντες τὸ κατὰ τὸν Αἰγαίωνα πέλαγος καὶ τὰ στενά, δωδεκάτην ὥραν τῇ τρίτῃ ὡρμήσαμεν πρὸ τῆς πόλεως πλησίον τῶν Βίκτορος προαστείων. ἐν ᾧ κατασχε θέντες τόπῳ ὑπὸ τῶν τοὺς λιμένας πραττόντων, ἀπήλθομεν εἰς τὰ ὀπίσω (τίνος δὲ κελεύσαντος οὐκ ἔγνωμεν), καὶ συγκλεισθέντες εἰς φρούριον τῆς Θρᾴκης παραθαλάσσιον, Ἀθύραν καλούμενον, ἐκεῖθέν τε στρεβλωθέντες, οἱ μὲν Ῥωμαῖοι ἐν οἰκίσκῳ ἑνί, καὶ ἐν διαφόροις οἱ περὶ Κυριακόν, ὡς μηδὲ παῖδα ἔχειν εἰς ὑπηρεσίαν. καὶ ἀπαιτούμενοι τὰ γράμματα, οὐ δεδώκαμεν, εἰπόντες ὅτι "Πῶς οἷόν τέ ἐστι πρεσβευτὰς ἡμᾶς ὄντας μὴ αὐτῷ τῷ βασιλεῖ ἐπι δοῦναι τὰ τοῦ βασιλέως γράμματα καὶ τῶν ἐπισκόπων;" ὡς οὖν ἐμένομεν μὴ διδόντες, πρώτου ἐλθόντος Πατρικίου νοταρίου πρὸς ἡμᾶς, ἔπειτά τινων ἑτέρων, τελευταῖον ἦλθέ τις ἀφηγούμενος ἑνὸς ἀριθμοῦ, Οὐαλεριανὸς ὀνόματι, Καππαδόκης, καὶ κλάσας τὸν ἀντίχειρα τοῦ ἐπισκόπου Μαριανοῦ, ἀφεῖλεν ἐσφραγισμένην τὴν ἐπιστολὴν τοῦ βασιλέως σὺν ταῖς λοιπαῖς ἐπιστολαῖς. ἐπιγενο μένης οὖν δευτέρας ἡμέρας, ἀπέστειλαν πρὸς ἡμᾶς, εἴτε οἱ τῆς τοῦ βασιλέως αὐλῆς, εἴτε οἱ περὶ Ἀττικόν, ἀγνοοῦμεν (αὐτὸς γὰρ ἐλέγετο ἐπιπεπηδηκέναι τῷ θρόνῳ τῆς ἐκκλησίας), ἐπιδιδόντες ἡμῖν νομίσματα τρισχίλια, ἀξιοῦντες πεισθέντας ἡμᾶς κοινωνῆσαι τῷ Ἀττικῷ, παρασιωπήσαντας τὴν Ἰωάννου δίκην. οἷς μὴ πεισθέντες, ἐμένομεν προσευχόμενοι, πρὸς τὸ μηδὲν εἰρηνικὸν ἀνύειν, 24 κἂν ἀκινδύνως καταλαβεῖν ἡμῶν τὰς ἐκκλησίας, τὴν τοσαύτην ὁρῶντες