σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,» οὐ τὴν ἀναγκαίαν τῆς ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπι μέλειαν ἀπηγόρευσεν. Ἄλλως τε καὶ πρὸς καθαρό τητα τελείαν τῆς ψυχῆς μόνη ἡ ἀποχὴ τῶν βρωμά των οὐκ ἰσχύει, εἰ μὴ καὶ αἱ λοιπαὶ ἀρεταὶ συνδρά μωσι. Τοιγαροῦν ἡ ταπείνωσις διὰ τῆς ὑπακοῆς τοῦ ἔργου καὶ τῆς τοῦ σώματος καταπονήσεως, μεγάλα ἡμῖν συμβάλλεται. Ἡ ἀποχὴ τῆς φιλαργυρίας οὐ μό νον τὸ μὴ ἔχειν χρήματα, ἀλλὰ μηδὲ ἐπιθυμεῖν κε κτῆσθαι. Πρὸς καθαρότητα τὴν ψυχὴν ὁδηγεῖ τῆς ὀργῆς ἡ ἀποχὴ, τῆς λύπης, τῆς κενοδοξίας, τῆς ὑπερ ηφανίας. Ταῦτα πάντα τὴν καθολικὴν τῆς ψυχῆς καθαρότητα ἀπεργάζεται. Τὴν δὲ διὰ σωφροσύνης μερικὴν τῆς ψυχῆς καθαρότητα ἐξαιρέτως ἐγκράτεια 28.876 καὶ νηστεία κατορθοῖ. Ἀδύνατον γὰρ τὸν τὴν γα στέρα κεκορεσμένον πολεμῆσαι κατὰ διάνοιαν τῷ πνεύματι τῆς πορνείας. Τοιγαροῦν πρῶτος ἔστω ἡμῖν ἀγὼν τὸ κρατεῖν γαστρὸς, καὶ δουλαγωγεῖν τὸ σῶμα, οὐ μόνον διὰ νηστείας, ἀλλὰ καὶ δι' ἀγρυπνίας, καὶ κόπου, καὶ ἀναγνώσεως, καὶ τοῦ συνάγειν τὴν καρδίαν εἰς τὸν φόβον τῆς γεέννης, καὶ εἰς τὸν πόθον τῆς βασιλείας τῶν οὐρανῶν. ∆εύτερός ἐστιν ἡμῖν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς πορνείας καὶ τῆς ἐπιθυμίας τῆς σαρκὸς, ἥτις ἐπιθυμία ἀπὸ πρώτης ἡλικίας ἄρχεται παρενοχλεῖν τῷ ἀνθρώπῳ. Μέγας οὗτος ὁ ἀγὼν καὶ χαλεπὸς, καὶ διπλῆν ἔχων τὴν πάλην· διότι οὗτος διπλοῦς καθέστη κεν, ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι συνιστάμενος. Καὶ τούτου χάριν διπλῆν χρὴ κατ' αὐτοῦ καὶ τὴν πάλην ἀναδέξασθαι. Οὔτε γὰρ ἱκανὴ ὑπάρχει μόνη ἡ σωμα τικὴ νηστεία πρὸς κτῆσιν τῆς τελείας σωφροσύνης, καὶ ἀληθοῦς ἁγνείας, εἰ μὴ καὶ εὐχὴ πρὸς Θεὸν ἐκτε νὴς, καὶ κοινὴ τῶν θείων Γραφῶν μελέτη, καὶ κά ματος καὶ ἔργον χειρῶν, ἅπερ δύνανται τὰς ἀστάτους ὁρμὰς τῆς ψυχῆς συστέλλειν, καὶ ἐκ τῶν αἰσχρῶν φαντασιῶν ἀνακαλεῖσθαι αὐτήν· πρὸ δὲ πάντων συμ βάλλεται ταπείνωσις ψυχῆς, ἧς χωρὶς οὐδὲ πορνείας, οὐδὲ τῶν ἄλλων παθῶν δυνήσεταί τις περιγενέσθαι. Προηγουμένως τοίνυν χρὴ πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν ἀπὸ λογισμῶν ῥυπαρῶν. Ἐκ γὰρ ταύτης προ εξέρχονται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, καὶ τὰ λοιπά. Καὶ γὰρ ἡ νηστεία οὐ μόνον πρὸς κακουχίαν τοῦ σώματος ἡμῖν προστέτακται, ἀλλὰ καὶ πρὸς νῆψιν τοῦ νοὸς, ἵνα μὴ, τῷ πλήθει τῶν βρωμάτων σκοτισθεὶς, ἀδυνατήσῃ πρὸς τὴν τῶν λογισμῶν παραφυλακήν. Χρὴ τοίνυν μὴ μόνον ἐν τῇ σωματικῇ νηστείᾳ τὴν πᾶσαν σπου δὴν ἐνδείκνυσθαι, ἀλλὰ καὶ ἐν τῇ προσοχῇ τῶν λογι σμῶν, καὶ ἐν τῇ πνευματικῇ μελέτῃ, ὧν χωρὶς ἀδύ νατον πρὸς τὸ ὕψος τῆς ἀληθοῦς ἁγνείας καὶ καθα ρότητος ἀνελθεῖν. Προσήκει τοίνυν ἡμᾶς καθαρίζειν πρότερον, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, τὸ ἔνδον τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. ∆ιὰ δὴ τοῦτο, εἰ ἔστιν ἡμῖν σπουδὴ, κατὰ τὸν Ἀπόστολον, νομίμως ἀθλῆσαι, καὶ στεφανωθῆναι, νικήσαντας τὸ ἀκάθαρτον πνεῦμα τῆς πορνείας, μὴ τῇ ἡμετέρᾳ δυνάμει ἢ ἀσκήσει θαῤῥήσωμεν, ἀλλὰ τῇ βοηθείᾳ τοῦ δεσπότου Θεοῦ. Οὐ παύεται γὰρ ὁ ἄνθρωπος πολεμούμενος ὑπὸ τοῦ δαίμονος τούτου, ἕως οὗ ἐν ἀληθείᾳ πιστεύσῃ, ὅτι οὐκ ἰδίᾳ σπουδῇ ἢ καμάτῳ, ἀλλὰ τῇ τοῦ Θεοῦ ῥοπῇ καὶ βοηθείᾳ ἀπαλλάττε ται ταύτης τῆς νόσου, καὶ εἰς τὸ ὕψος τῆς ἁγνείας ἀνέρ χεται. Καὶ γὰρ ὑπὲρ φύσιν ἐστὶ τὸ πρᾶγμα, καὶ τρό πον τινὰ ἔξω τοῦ σώματος γίνεται, ὁ τοὺς ἐρεθισμοὺς τῆς σαρκὸς καὶ τὰς ἡδονὰς ταύτης καταπατήσας. Καὶ τούτου χάριν ἀδύνατόν ἐστιν ἄνθρωπον τοῖς πτε ροῖς, ἵν' οὕτως εἴπω, πρὸς τὸ ὕψος τοῦτο καὶ οὐρά νιον βραβεῖον τῆς ἁγιωσύνης ἀναπτῆναι, καὶ μιμητὴν ἀγγέλων γενέσθαι· εἰ μὴ χάρις Θεοῦ τοῦτον ἀπὸ τῆς γῆς καὶ τοῦ βορβόρου ἀναγάγοι. Οὐδεμιᾷ γὰρ ἀρετῇ 28.877 μᾶλλον οἱ σαρκὶ συνδεδεμένοι ἄνθρωποι τοῖς οὐρα νίοις ἀγγέλοις συνομοιοῦνται, ὡς τῇ σωφροσύνῃ· διὰ ταύτης γὰρ, ἔτι ἐν τῇ γῇ διάγοντες, ἔχουσι, κατὰ τὸν Ἀπόστολον, τὸ πολίτευμα ἐν οὐρανοῖς. ∆εῖγμα δὲ τοῦ τὴν ἀρετὴν ταύτην κεκτῆσθαι ἡμᾶς, τὸ μηδὲ μιᾶς εἰκόνι αἰσχρᾶς φαντασίας ἐν τοῖς ὕπνοις τὴν ψυχὴν
10