ἀστέρας καὶ τὰ τοῦ κόσμου στοιχεῖα, πῦρ τε καὶ ὕδωρ, ἀέρα καὶ γῆν, ἐξ ὧν τὰ καθ' ἕκαστα συντεθεῖσθαι λέγεται· ἕτεροι δὲ αὖ, πρὸς τὴν ἁπασῶν ἐσχάτην ἀμαθίαν ὠλισθηκότες, χυδαιότητος εἰς τοῦτο κατῴχοντο λογισμῶν ὥστε καὶ νεὼς ἀναδείμασθαι καὶ τεμένη περιειργασμένα ταῖς τῶν ὑλῶν πολυτελείαις, ἕδη τε ἱερὰ αὐτοῖς ἐνιδρύσαι καὶ στήλας ἀνθρώπων καὶ τοῖς τεθνεῶσιν ἐπιδακρύσαντας καὶ τούτους ἡγεῖσθαι θεοὺς σπονδαῖς τε αὐτοὺς καὶ θυσίαις γεραίρειν ἀποτολμᾶν. Πλεῖστοι μὲν οὖν ὅσοι κατὰ τὸν βίον οἱ τὴν μόνῳ πρέπουσαν τῷ Θεῷ δόξαν τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτοντες· ἐνίσχηνται δὲ τοιαύτῃ γραφῇ τῶν ἄλλων μάλιστα Χαλδαῖοι, καὶ περιεργώτατα μὲν τὴν τῶν ἄστρων ἀναμετροῦσι κίνησιν, οἰωνῶν δὲ πτήσεις μαντείας ποιοῦνται πρόφασιν. 1.22 Ἀλλ', ὡς ἔφην ἤδη, ταῖς ἐκείνων ἀσυνεσίαις διάφορος ἦν ὁ θεσπέσιος Ἀβραάμ· οὐ γὰρ ἠξίου τοῖς ἐν αἰσθήσει τε καὶ ὁρατοῖς ἐναρίθμιον ποιεῖσθαι φιλεῖν τὴν ἀνωτάτω τε καὶ παντὸς ἐπέκεινα τοῦ Θεοῦ φύσιν, οὔτε μὴν τοῖς κτίσμασιν αὐτὴν ἐγκατακλείων τῆς ἀληθείας ἡμάρτανεν, ἀνακομίζων δὲ μᾶλλον ὑψοῦ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν ἀνωτάτω τιθεὶς εἰκότως ἐθαυμάζετο. Ταύτητοι καὶ προσελήφθη παρὰ Θεοῦ· ἐμφανῆ γὰρ ἑαυτὸν αὐτῷ καθίστη λοιπὸν ὁ ζητούμενος. Ἴδωμεν τοίνυν ὁποίαν ἔχων ὁρᾶται τὴν δόξαν ὁ προπάτωρ Ἀβραάμ, εἶτα τίς τῶν μετ' ἐκεῖνον ἀξιόχρεως ἔσται πρὸς διασάφησιν τῆς ἐνούσης αὐτῷ πίστεώς τε καὶ δόξης· ἀλλ', οἶμαι, πρὸς τοῦτο ἡμῖν ἀρκέσειεν ἂν ὁ Μωσῆς, ὁ αὐτοῦ γεγονὼς ἀπόγονος καὶ ἅπερ ἔγνω πεφρονηκότα, ταῦτα καὶ αὐτὸς καὶ φρονεῖν ἀξιῶν καὶ γραφῇ παραδούς. 1.23 Οὐκοῦν τὸ τῆς Γενέσεως συντιθεὶς βιβλίον, ἔφη μὲν ὅτι πεπορθήκασί τινες τὰ Σοδομιτῶν, εἶτα δορίληπτον ἔχοντες ὁμοῦ τοῖς ἄλλοις τὸν Λὼτ ἔχαιρον μὲν ὡς νενικηκότες, ἐσφάλλοντο δὲ τῆς ἐλπίδος, ἀδοκήτως αὐτοῖς ἀντεξάγοντος τοῦ Ἀβραάμ, καὶ ᾑρηκότος μὲν κατὰ κράτος, ἀπαλλάττοντος δὲ τῆς αἰχμαλωσίας τοὺς ἅπαξ ἐνειλημμένους. Ἐπειδὴ δὲ ὑπέστρεφεν ἀπὸ τῆς κοπῆς τῶν πέντε βασιλέων (γέγραπται γὰρ ὡδί), ἐδεῖτο μὲν αὐτοῦ λέγων βασιλεὺς Σοδόμων ὁ Χοδολογομόρ· ∆ός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λαβὲ σεαυτῷ, ὁ δέ, μισθὸν ἀνδραγαθημάτων τὰς ἑτέρων ἔχειν ζημίας οὐκ ἀνασχόμενος, ἀπώμοτον ἐποιεῖτο τὸ χρῆμα λέγων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃ ὅτι ἐγὼ ἐπλούτησα τὸν Ἀβραάμ, ἐστεφάνου δὲ αὐτὸν ὡς νενικηκότα. Καὶ ὁ βασιλεὺς Σαλήμ, τουτέστι Μελχισεδέκ, ηὐλόγησε λέγων. Εὐλογημένος Ἀβραάμ τῷ Θεῷ τῷ ὑψίστῳ ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ εὐλόγητος ὁ Θεὸς ὁ ὕψιστος ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Ἀποστέλλων δέ τινα τῶν ἐπιτηδείων ἤτοι τῶν εὐνουστάτων οἰκετῶν εἰς τὴν μέσην τῶν ποταμῶν καὶ νυμφαγωγὸν προστάττων γενέσθαι τῷ Ἰσαάκ, Ὁρκιῶ σε, φησί, τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς. Ἕνα δὴ οὖν καὶ μόνον ᾔδει Θεὸν ὡμολόγει τε εἶναι σαφῶς ὁ θεσπέσιος Ἀβραάμ, ὕψιστόν τε αὐτὸν ὠνόμαζε καὶ τῶν ὅλων γενεσιουργὸν τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς. 1.24 Οὐκοῦν τὸ ὕψος οὐκ αἰσθητόν, οὔτε μὴν ἐν τόπῳ νοούμενον, οὔτε ὁποῖον ἄν τις κατὰ σῶμα λάβοι, ἀλλ' ἐν τῷ τοῖς πᾶσιν ἐφεστάναι θεοπρεπῶς, πεποιῆσθαι δὲ παρ' αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καὶ αὐτὸ δὲ τὸ στερέωμα καὶ μέντοι τὴν γῆν αὐτὸ δέ φημι τὸ στοιχεῖον. Εἰ δὲ πάντα γέγονε παρ' αὐτοῦ, πάντως που καὶ ἕτερος παρὰ πάντα ἐστίν, ἕτερος δὲ κατὰ φύσιν, ἐπεὶ μήτε γενητός, μήτε μὴν ἐξ οὐκ ὄντων ἐστίν, ἀγένητος δὲ μᾶλλον καὶ ἀΐδιος καὶ χρόνου παντὸς πρεσβύτατος καὶ τῶν ὅλων ἀρχή. Θεὸν μὲν οὖν ἕνα, καθάπερ ἔφην ἀρτίως, ᾔδει τε ὄντα σαφῶς ὁ θεσπέσιος Ἀβραάμ, αὐτῷ τε καὶ μόνῳ τὴν καθαρὰν καὶ ἀβέβηλον ἐποιεῖτο λατρείαν. Ἐπειδὴ δὲ ὁ