περικείμενον ἀπὸ τριχῶν καμήλου, καὶ τῆς ἀσκήσεως τὸν τύπον ἐν ἑαυτῷ δεικνύντα· ὃς καὶ ὑπὸ Πνεύματος ἁγίου, ἔτι ἐν γαστρὶ μητρὸς κυοφορούμενος, ἡγιάσθη. Ἡγιάσθη καὶ Ἱερεμίας, ἀλλ' οὐκ ἐπροφήτευσεν ἐν γαστρί· μόνος δὲ Ἰωάννης κυοφορούμενος, ἐσκίρτησεν ἐν ἀγαλλιάσει· καὶ σαρκὸς ὀφθαλμοῖς μὴ βλέπων, τὸν δεσπότην ἐγνώριζε τῷ πνεύματι. Ἐπειδὴ γὰρ μεγάλη βαπτίσματος ἦν ἡ χάρις, ἐδεῖτο καὶ μεγάλου τοῦ προστάτου. 3.7 Οὗτος ἐβάπτιζεν ἐν τῷ Ἰορδάνῃ, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἱεροσόλυμα, βαπτισμάτων ἀπαρχῆς ἀπολαύουσα· τὸ γὰρ ἁπάντων ἀγαθῶν ἀξίωμα ἐν Ἱεροσολύμοις. Ἀλλὰ γνῶτε οἱ Ἱεροσολυμῖται, πῶς οἱ ἐξερχόμενοι ἐβαπτίζοντο ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὑτῶν. Πρῶτον ἐδείκνυον τὰ τραύματα, εἶτα ἐπῆγεν ἐκεῖνος τὰ ἰατρεύματα, καὶ τοῖς πιστεύουσιν ἐδίδου λύτρωσιν αἰωνίου πυρός. Καὶ εἰ θέλεις αὐτὸ τοῦτο πεισθῆναι, ὅτι λύτρωσίς ἐστι τὸ βάπτισμα Ἰωάννου πυρὸς ἀπειλῆς, ἄκουε λέγοντος αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; μὴ οὖν ἔσο λοιπὸν ἔχιδνα, ἀλλὰ ἐχίδνης γέννημά ποτε γενόμενος, ἀπόδυσαί, φησι, τῆς πρώτης ἁμαρτητικῆς ζωῆς τὴν ὑπόστασιν. Πᾶς γὰρ ὄφις εἰς στενὸν ἐνδύνας ἀποτίθεται τὸ γῆρας, καὶ τὴν παλαιότητα διὰ τῆς ἀποθλίψεως ἐκδυσάμενος, νεάζει λοιπὸν τῷ σώματι· οὕτως εἴσελθε καὶ σὺ διὰ τῆς στενῆς καὶ τεθλιμμένης θύρας· ἀπόθλιψον σεαυτὸν διὰ τῆς νηστείας, ἐκβίασαί σου τὴν ἀπώλειαν· ἀπόδυσαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ εἰπὲ τὸ ἐν Ἄσμασιν ἐκεῖνο· Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; Ἀλλ' ἴσως ἐστί τις ἐν ὑμῖν ὑποκριτὴς, ἀνθρωπάρεσκος, καὶ τὸ μὲν εὐλαβὲς ὑποκρινόμενος, μὴ ἀπὸ καρδίας δὲ πιστεύων, Σίμωνος ἔχων τοῦ μάγου τὴν ὑπόκρισιν· οὐχ ἵνα μεταλάβῃ τῆς χάριτος προσελθὼν, ἀλλ' ἵνα πολυπραγμονήσῃ τὸ διδόμενον· ἀκουέτω καὶ οὗτος παρὰ Ἰωάννου· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται· ἀδυσώπητος ὁ δικαστὴς, ἄφελε τὴν ὑπόκρισιν. 3.8 Τί οὖν δεῖ ποιεῖν; καὶ τίνες εἰσὶν οἱ καρποὶ τῆς μετανοίας; Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· [ἀξιόπιστος ἦν ὁ διδάσκων, ἐπειδὴ καὶ πρῶτος ἐπετέλει τὸ διδασκόμενον· οὐκ ἐδυσωπεῖτο λέγειν· οὐ γὰρ ἐπεῖχεν ἡ συνείδησις [κωλύουσα] τὴν γλῶσσαν] καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. Πνεύματος ἁγίου χάριτος ἀπολαῦσαι θέλεις, καὶ βρωμάτων αἰσθητῶν πένητας οὐκ ἀξιοῖς; τὰ μεγάλα ζητεῖς, καὶ μικρῶν οὐ μεταδίδως; κἂν τελώνης, κἂν πόρνος ᾖς, ἔλπιζε τὴν σωτηρίαν. Οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ μάρτυς ὁ Παῦλος λέγων· Οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε οἱ καθεξῆς, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε· οὐκ εἶπε, τινές ἐστε, ἀλλὰ, ταῦτά τινες ἦτε· ἡ ἐν τῇ ἀγνοίᾳ ἁμαρτία συγχωρεῖται, ἡ δὲ ἐπίμονος κακία καταδικάζεται. 3.9 Ἔχεις καύχημα τοῦ βαπτίσματος, αὐτὸν τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Τί γάρ μοι λοιπόν ἐστι λέγειν περὶ ἀνθρώπου; Μέγας Ἰωάννης, ἀλλὰ τί πρὸς τὸν Κύριον; μεγαλόφωνος ἡ φωνὴ, ἀλλὰ τί πρὸς τὸν Λόγον; κάλλιστος ὁ κήρυξ, ἀλλὰ τί πρὸς τὸν βασιλέα; καλὸς ὁ βαπτίζων ἐν ὕδατι, ἀλλὰ τί πρὸς τὸν βαπτίζοντα ἐν ἁγίῳ Πνεύματι καὶ πυρί; Πνεύματι ἁγίῳ καὶ πυρὶ τοὺς Ἀποστόλους ἐβάπτισεν ὁ Σωτὴρ, ὅτε ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου. 3.10 Εἴ τις μὴ λάβοι τὸ βάπτισμα, σωτηρίαν οὐκ ἔχει· πλὴν μόνων μαρτύρων, οἳ καὶ χωρὶς τοῦ ὕδατος λαμβάνουσι τὴν βασιλείαν. Λυτρούμενος γὰρ τὴν οἰκουμένην ὁ Σωτὴρ διὰ τοῦ σταυροῦ, καὶ τὴν πλευρὰν νυγεὶς, ἐξήγαγεν αἷμα καὶ ὕδωρ· ἵνα οἱ μὲν ἐν καιροῖς εἰρήνης ἐν ὕδατι βαπτισθῶσιν, οἱ δὲ ἐν καιροῖς διωγμῶν ἐν οἰκείοις αἵμασι βαπτισθῶσι. Καὶ τὸ μαρτύριον γὰρ οἶδε βάπτισμα καλεῖν ὁ Σωτὴρ, λέγων· ∆ύνασθε τὸ ποτήριον πιεῖν ὃ