1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

εἰπὼν αὐτῷ· "ἐγὼ θεὸς σός", ὁ ἔξω τῆς ὀρθῆς πίστεως καὶ τῆς τηρήσεως τῶν Χριστοῦ ἐντολῶν ἄθεός ἐστιν ἑαυτὸν ἀποσχοινίσας τοῦ ἔχειν θεόν, ἀθέου δὲ ὄντος τοῦ ἀπαγαγόντος ἑαυτὸν τῆς θείας παιδεύσεως τῷ εἰρημένῳ τρόπῳ· ὁ μένων ἐν αὐτῇ πατέρα καὶ υἱὸν ἔχει· ἐν τῷ γὰρ τηροῦντι τὸν λόγον αὐτοῦ εἶπεν ὁ υἱὸς ἐλεύσεσθαι ἅμα τῷ πατρὶ ἐπὶ τῷ μεῖναι παρ' αὐτῷ γενομένῳ ἁγίῳ ναῷ οἰκοδομηθέντι ἐκ τηρήσεως τῶν θείων ἐντολῶν· διττοῦ ὄντος τοῦ ἔχειν θεὸν τὸ μὲν ἕτερον κοινὸν πάντων τῶν κτισμάτων ταὐτὸν σημαῖνον τῷ ἔχειν κτίστην, τὸ δὲ ἕτερον λοιπὸν μόνων τῶν διὰ καλοκαγαθίας θεραπευόντων αὐτόν, καθὸ σημαινόμενον θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ συνόλως τῶν Ἑβραίων εἴρηται· ἐπίστησον καὶ τοῖς οὕτω λεχθησομένοις· "ὁ ἔχων τὸν υἱόν", φησί, "καὶ τὸν 86 πατέρα ἔχει" καὶ ἔμπαλιν, ὡς πείθεσθαι ἐκ τούτου τῆς θεότητος τὸ ὁμοούσιον· ἐπεὶ γὰρ ὁ πατὴρ ἐν υἱῷ, ὁ ἔχων τὸν υἱὸν ἔχει καὶ τὸν πατέρα· ἀλλὰ καὶ πάλιν καὶ ἀντιστρέφει· ὁ ἔχων τὸν πατέρα ἔχει καὶ τὸν υἱὸν ὄντα ἐν τῷ πατρί· εἴ τις ἐνίστασθαι βουλόμενος λέγοι· καὶ ὁ τοὺς μαθητὰς ἔχων ἔχει τὸν υἱὸν καὶ ὁ τὸν υἱὸν τὸν πατέρα κατὰ τό· "ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με" οὐχ ὃν δεῖ τρόπον ἐνιστάμενος· περὶ γὰρ διδασκαλίας εἴρηται ταῦτα· ἐπείπερ ὁ δεξάμενος τοὺς ἀποστόλους συγκαταθέσει τῇ πρὸς τὴν διδασκαλίαν αὐτῶν ἐδέξατο δι' αὐτῶν υἱὸν καὶ πατέρα διδάσκοντας· καὶ ἑτέρως· ἐπεὶ καὶ ὁ μένων ἐν τῇ διδαχῇ ἔχει τὸν πατέρα καὶ τὸν υἱόν, ἔμενον δὲ οἱ ἀπόστολοι ἐν τῇ διδαχῇ ὡς καὶ κηρύττειν αὐτήν, ὁ δεξάμενος αὐτοὺς ὄντας ναὸν θεοῦ δι' αὐτοῦ τοῦ δέχεσθαι αὐτοὺς ἔχει τὸν ἐν αὐτοῖς υἱὸν καὶ πατέρα. (Cr 150, 14-151, 9)

87 Μηδεμιᾶς κοινωνίας οὔσης φωτὶ πρὸς σκότος ἢ συμφωνίας Χριστοῦ πρὸς Βελίαρ ὁ ἀγαθοποιῶν πρακτικῶς καὶ θεωρητικῶς θεὸν τὸν Χριστὸν ἔχων ὑπάρχοντα φῶς ἀληθινὸν πόρρω τοῦ σκότους καὶ τοῦ Βελίαρ ἐστίν· ἀλλὰ καὶ ἐπεὶ ἐναντίον τῷ ἀγαθοποιεῖν τὸ ποιεῖν τὸ κακόν, ὁ κακοποιὸς δι' αὐτοῦ τοῦ οὕτως ἐνεργεῖν ἐκ τοῦ Βελίαρ καὶ τοῦ σκότους ὢν οὐχ ἑώρακε τὸν θεὸν οὐδὲ κατὰ πόσον γνῶσιν αὐτοῦ ἔχων· "πᾶς γὰρ ὁ ἁμαρτάνων οὐχ ἑώρακε τὸν θεὸν οὐδὲ ἔγνωκεν αὐτόν"· ἐπεὶ δὲ τὸ ὁρᾶν σῶμα ἢ μὴ ὁρᾶν τῷ χρᾶσθαι ὄψει καὶ μὴ χρᾶσθαι γνωρίζεται ὁρωμένου τοῦ αἰσθητοῦ καὶ τῷ κακοποιοῦντι, ἐὰν ὄψιν ἔχῃ, μὴ βλεπομένου δὲ τῷ στερουμένῳ ὄψεως, κἂν ἀγαθοποιὸς ᾖ, ἀναντιρρήτως οἷς ἅμα δείκνυται, εἴγε ἀγαθοποιοῦντι διὰ τὸ καθαρὰν καρδίαν ἔχειν δρᾶται, κἂν ὄψεως 88 λείπηται, οὐχ ὁρώμενος τῷ κακοποιοῦντι, κἂν ὀξυωπέστατος ᾖ. Παρίσταται τὰ ἐναντία εἶναι καὶ διὰ τοῦτο ἀσυνύπαρκτα, τὸ ἀγαθοποιεῖν φημι καὶ κακοποιεῖν, καὶ ἐκ τοῦ· "ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν" καὶ τῶν παραπλησίως γεγραμμένων. (Cr 151, 20-152, 3 Ma 233f) Τῇ θείᾳ διδασκαλίᾳ κολακείᾳ σὺν γοητείᾳ χρησάμενοί τινες ἀσεβεῖς ἄνθρωποι παρεισέδυσαν διὰ τοῦ ὑποκρίνεσθαι αὐτὴν προγεγραμμένοι τουτέστι προεγνωσμένοι εἰς τοῦτο τὸ κρίμα, ὃ παρ' ἑαυτοῖς ἐκρίθησαν παραδοθέντες ἀδοκίμῳ νῷ· οὗτοι δι' ὑπερβάλλουσαν ἀσέβειαν ἀκόλαστοί τινες ὄντες τὴν τοῦ 89 κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάριν εἰς ἀσέλγειαν μετέθηκαν καὶ δι' αὐτοῦ τοῦ λαγνεύειν ἀρνούμενοι τὸν μόνον δεσπότην Ἰησοῦν Χριστὸν κύριον τῶν κληθέντων διὰ τοῦ εὐαγγελίου· εἶτα ἵνα ἀποστρέψῃ τοὺς πιστοὺς τῶν τοιούτων πονηρῶν καὶ ἀσεβῶν, δείκνυσιν, ὡς οἷόν τέ ἐστι τὸ μέγεθος οὗ ἠρνήσαντο δεσπότου, δηλώσας, ὅτι αὐτός ἐστιν ὁ ἐξαγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου, ὡς καὶ σωτηρίαν αὐτοῖς ὀρέξαι· ἀλλ' ἐπεὶ τρεπτοὶ καὶ παλίμβολοι ἐτύγχανόν τινες αὐτῶν φέροντες ἔτι ἣν ἔσχον ἐν Αἰγύπτῳ βλάβην, ἀπώλεσεν αὐτοὺς ἀπιστήσαντας ἐν τῇ ἐρήμῳ καίτοι σωθέντας διὰ πίστεως ἐξ Αἰγύπτου· μήποτε οὖν οὗτοί εἰσιν οἱ τῆς θείας διδασκαλίας ὑποκριταὶ οἱ προιστάμενοι τῆς αἱρέσεως τῶν Νικολαϊτῶν οὐδὲν εἶδος ἀκολασίας παρορώντων. (Cr 157, 12-28 Ma 235)