1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

πάντα» ἐν πᾶσι κεῖται, ἔτι δὲ καὶ ἐν σώμασι τεθεώρηται, ὡς ἐκ τεσ σάρων ταῦτα συνέστηκε, κἂν τὸ μὲν ἐν ἐνίοις τὸν πλεονασ μὸν εἴληχε, τὸ δὲ ἐν ἑτέροις ὡς μεμνήμεθα, οὕτω δὴ καὶ ἐπὶ τῶν ἕξεων τῶνδε γνωρίζεται, ὡς οὐκ ἔστιν εὑρεῖν ἀμιγῆ τινα πρᾶξιν ἐν τοῖς ἀσκουμένοις ἢ θεωρίαν· πλεονά ζειν δέ φαμεν ἐκείνην ἧς τὸ κράτος ἀριδηλότερον ἀναφαί νεται, καθάπερ ἀμέλει καὶ ἐπὶ τοῖν δυοῖν εὐφημουμένοιν ἐπέγνωσται, ὡς ἑκατέρου ἑκάτερα τῶν ἕξεων πλεονάσαντος. ἀμφότερα δὲ ἐπαινετὰ καὶ πρὸς θείαν μοῖραν τοὺς κεκτημένους ἀνάγοντα, ἐπεὶ τὸ μὲν ὑπηρετεῖ τῷ Χριστῷ ἢ τοῖς Χριστοῦ καὶ συλλαμβάνεται, τὸ δὲ ἀκροᾶται τῶν παρ' αὐτοῦ λεγομένων καὶ ἀπανίσταται τῶν ἐνθένδε καὶ πρὸς τὰ ἄνω τῶν μυστηρίων χωρεῖ καὶ περιφρονεῖ τὸ σῶμα καὶ τοῦ νοὸς ὅλον γίνεται.

19 Ἀλλ' ἓν καὶ ἀμφοῖν τὸ διὰ πάντων τέρμα καθέ στηκεν· ἴδε καὶ γὰρ ὡς εἰς Ῥώμην καὶ ἄμφω οἱ διδάσκαλοι ἀποτέμνονται. εἰς ἓν γὰρ τέλος τὰ τῶν ἀρετῶν κατην τήκασι-πρόσχες ὁ συνετὸς καὶ τῷ τόπῳ καὶ τῷ χρόνῳ καὶ τῷ προσώπῳ-ἐν Ῥώμῃ τῇ κυριευούσῃ τῶν πόλεων καὶ ἰσχὺν σημαινούσῃ παρὰ τῆς κλήσεως· προλαμβάνει δὲ Πέτρος, καὶ Παῦλος εἰς τὸ τέλος καθυστερεῖ-καὶ τοῦτο μυστηριῶδες καὶ κρύφιον-· καὶ παρὰ τοῦ Νέρωνος τοῦ μεγίστου ἐν ἄρχουσιν ἢ ἐν ἀπηνέσι τοῦ χείρονος. πλὴν ἔχουσί τι καὶ ἐν τοῖν τελοῖν τὸ διάφορον, ἄλλος καὶ ἄλλως σχηματισθέντες ἐν τῇ σφαγῇ· τὸν μὲν γὰρ ἔδει, τὸν Πέτρον φημὶ, πρὸς οὐρανὸν ὁδοιπορεῖσθαι τῷ σχήματι, τὸν δὲ Παῦλον πρὸς γῆν ἐπικλῖναι καὶ κάτω νεῦσαι, ὡς ἂν ἀνα κεράσωσι τὰς ποιότητας καὶ πρὸς συμφωνίαν ὡς ἐξ ἐναντίων ταύτας ἁρμόσωσιν.

20 Ἄμφω γοῦν εἰκόνες ὡς εἰρήκειν οὗτοι τῶν θείων ἐμφάσεων καὶ ἀρετῆς καὶ ἐνταλμάτων δεσποτικῶν καὶ θεω ρίας καὶ πράξεως. τί οὖν ἡμεῖς, ὦ φίλοι καὶ ἀδελφοί; ἆρ' εἰς μάτην ἡμῖν ὁ λόγος τὰ τοιαῦτα παρέθετο; ἆρ' ἐπὶ κενῆς ὡς ἀρχετύπῳ εἰκόνας τὸν Πέτρον καὶ τὸν Παῦλον παρέστησεν; ἢ ἔστι τις καὶ σκοπός, δι' ὃν αὐτοὺς ὁ τεχνί της λόγος ὑπέξεσε καὶ εἰς μέσον ἡμᾶς ἔφερεν ὡς καὶ τοσού τους λόγους παραναλῶσαι καὶ τοσαύτην τρίβον τεμεῖν; μά ταιοι ὄντως ἡμεῖς καὶ ἃ γεγραφήκαμεν, εἰ μὴ καὶ πρὸς ὠφέλειαν ἀφορῷεν ταῦτα καὶ τῶν πολλῶν εὐδοκίμησιν· οὔτε γὰρ θεὸς οὔτε φύσις οὔτ' ἐχέφρων ἀνὴρ ἔχουσί τι τῶν εἰς μάτην ἐργάζεσθαι. μὴ γοῦν Πέτρου χάριν ἢ Παύλου ταῦτα μοι διεξῄει ὁ λόγος; μὴ ὡς ἂν δοξασθεῖεν οἱ δεδοξασ μένοι καὶ τιμηθεῖεν οἱ τετιμημένοι δόξαν τὴν ὑπὲρ πᾶσαν δόξαν φθαρτὴν καὶ τιμὴν ἧς οὐδείς πω λόγος ἐφίκοιτο; μὴ διὰ τού τους οἱ πολλοὶ τῶν λόγων ἐχέθησαν καὶ τῶν εὐαγγελίων εἰσήχθησαν καὶ τὰ παλαιὰ καὶ νέα παρενεβλή θησαν; οὔμενουν· οὐ τῶν ἁγίων χάριν, οὐ τῆς ἐκείνων τιμῆς εἴτ' ὀνήσεως, ἀλλ' ἵνα ἡμεῖς τῶν ἀκροαμάτων ἀπολαύσαιμεν καὶ προσερεθισθῶμεν εἰς ἀρετὴν καὶ πρὸς ζῆλον ἐπαχθῶμεν τὸν ὅμοιον καὶ προσεικονισθῶμεν τοῖς ἀρχετύποις ἢ ὅτι ἐγγυτάτω προσίωμεν, κἂν μὴ πᾶσαν χρωματουργίαν δυνηθῶ μεν εἰσδέξασθαι, ἀλλ' ὅσον ἐφικτὸν ἐφιξοίμεθα τῆς μιμήσεως.

21 Γενώμεθα οὖν Πέτρος-καὶ οὐ τολμηρὸν τοῦτο εἰπεῖν, ἐπεὶ καὶ ὡς Χριστὸς γενέσθαι παρεγγυώμεθα καὶ τοῦτο λόγος σωτηρίας τῆς ἡμετέρας καὶ τοῦτο τρόπος τῆς θείας οἰκονομίας· διὰ τοῦτο γὰρ θεὸς πτωχεύει τὴν σάρκα, ἵν' ἡμεῖς πλουτήσωμεν τὴν ἐκείνου θεότητα-μιμησώμε θα οὖν Πέτρον καὶ τὰ τοῦ Πέτρου, πρὸς τὴν ἀλήθειαν αὐ θορμήσωμεν, μιμησώμεθα τὸν ζῆλον, τὴν πίστιν, τὸ στερρόν, τὸ τάχος, τὸ ἔμπυρον. ἂν ἐν πλοίῳ τυγχάνωμεν ἢ δικτύοις ἐνασχολώμεθα καὶ ἰχθύων ἄγραις προσφιλῶς διακείμεθα, ἀκούσωμεν δὲ καλοῦντος Χριστοῦ «δεῦτε καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων», μὴ βραδύνωμεν, καταλείψωμεν πάντα καὶ τῷ καλοῦντι ἀκολουθήσωμεν· κρεῖττον ἀνθρώπους ζωγρεῖν ἢ ἁλιεύειν ἰχθῦς. ἂν στατὴρ ἡμῖν ἀπαιτῆται καὶ «βάλλετε τὸ ἀμφίβληστρον» ἀκούσωμεν «εἰς τὴν