Chronicon ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΒΙΟΙ ΤΩΝ ΝΕΩΝ ΒΑΣΙΛΕΩΝ.

 παλατίῳ προσ καλεῖται Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ προύχοντας ἐπισκόπους τε καὶ ἱερεῖς ἐνώπιον τῆς συγκλήτου, καὶ φη σίν ἴστε

 σπόρου κατὰ τὴν ἡμετέραν γενεὰν πικρῶς τηρηθεὶς καὶ παραβλαστήσας ἀνδροφόνος καρπός, οὐκ οἶδ' ὅθεν Ῥωμαίων τοῦτο κατακριθὲν τὸ δεινὸν ἐκεκλήρωτο. ὃς ε

 καὶ ὁ μωρὸς μωρὰ λαλήσει. ἀμαθὴς γὰρ σφόδρα καὶ ληρώδης ὑπάρ χων οὐκ ᾔδει πάντως τὰ χρυσότευκτα ἐκεῖνα Χερουβίμ, ἅπερ ὁ ἱεροφάντης Μωϋσῆς θεοῦ προστετ

 σωζομένας ἱστορήσαμεν. 21 μάρτυς δὲ καὶ ἡ ὄψις, δι δάσκαλος ἀψευδής. τό τε μῆκος τοῦ χρόνου σαφῶς δείκνυσι καὶ τῶν σεπτῶν ναῶν ἡ κτίσις. ἔτι δὲ καὶ τῶ

 τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσι κήρυγμα· καὶ οὔ ποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα Χριστιανοί, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς Χριστιανῶ

 {ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΤΟΥ ΤΡΑΥΛΟΥ.}

 λαφυραγωγήσας οὖν αὐτὴν μετρίως, ἀλλ' οὐχ ὡς ἤλπιζεν, ἀλλ' ὡς ἡ θεία πρόνοια παρεχώρει διὰ τὰς ἁμαρτίας ἡμῶν, οὐδὲν πλέον ἤνυσεν ὧν προσεδόκησεν. καὶ

 {ΒΑΣΙΛΕΙΑ ΘΕΟΦΙΛΟΥ.}

 δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων

 τοῦτο; ὁ δὲ βασιλεὺς ὡς ἐλεγχθεὶς τοῦτον τοῦ θυσιαστηρίου βιαίως ἐξήγαγεν, καὶ πληγὰς αὐτῷ οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπ' αὐτο

 ὡς ἄξιον ἦν, ὑπε δέξατο, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ποιησάμε νος, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναδεξά μενος. 14. Τού

 παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσσύριον; ἢ πάντα ταῦτα συνελόντες ἕνα καὶ τὸν αὐτὸν ὀνομάσωμεν, ἐπεὶ καὶ τὰς πάντων κακία

 ἠβουλήθη λαβεῖν, ἔλαβε δὲ ὑπὲρ αὐτοῦ λίτρας δύο, ὁρισθέντος καὶ τοῦ στρατηγοῦ δοκι μάσαι αὐτόν, καὶ εἰ ἀνδρεῖός ἐστι, ποιῆσαι αὐτὸν σχολάριον. τοῦ δὲ

 πολλὰ λοιπὸν ἐξ ἀτοπίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς

 Θεοφόβου διὰ τοῦ Βουκολέοντος ἐξαγα γόντες λαθραίως διέσωσαν πλησίον τὰ Ναρσοῦ, ἐν τῇ νῦν λεγο μένῃ τῆς Θεοφοβίας, καὶ τοῦτο ἐκεῖσε κατέθηκαν.

 μένη καὶ ἀνατρεπομένη καθ' ἑκάστην ἡμέραν. καὶ δὴ λοιπὸν αὐ τίκα διὰ βασιλικῆς ἐπιτροπῆς καὶ συνεργίας ἀνεκλήθησάν τε καὶ ἀνέθησαν οἱ ἐν ἐξορίαις καὶ

 Θεοφιλίτζης εἶπεν ὅτι, δέσποτα, 817 ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρειότατον εἰς τοὺς ἵππους, οἷον ἐπιποθεῖ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον. τοῦ δ

 ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐκάλεσεν ἡ θεία φωνὴ τὸν προσμονάριον, λέγουσα ἐγερθεὶς εἰσάγαγε εἰς τὸ εὐκτήριον

 Βάρδᾳ μὴ τύπτε τὸν λογοθέτην. οἱ δὲ σφάζουσιν αὐτὸν καὶ μεληδὸν κατα κόπτουσιν εἰς τὸ Σκύθη, θηρῶν ὠμότητα καὶ ἀγριότητα ἐνδει ξάμενοι. 13. Τοῦτο μα

 ἐπιρροαῖς κατασκευάσας ὡραιότατον πάνυ. καὶ τούτου τελεσθέντος, ἦν τις ἐν τῇ πόλει ὀνόματι Πέ τρος λόγιος καὶ σκωπτικός, ὃν καὶ πτωχομάγιστρον ἐκάλουν

 αὐτοῦ μελε τῶντα. ὁ δὲ ταῦτα ὡς λῆρον ἤκουεν. ὁ δὲ Βασίλειος σπεύδων πληροφορῆσαι τὸν βασιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου,

 ὑψηλῆς στὰς πέτρας, ἐφώνει μεγάλως τῷ βασιλεῖ καλὸν ταξεί διον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιον συγγενῆ καὶ τὸ πατρῷον αἷμα ξίφει ἀνελών. οὐαί σοι, οὐα

 Πηγάνη θυμιατήριον ὀστράκινον μετὰ θεαφίου θυμιᾶν αὐτόν. καὶ ἀποτυφλοῦσι Συμβατίου τὸν ἕνα ὀφθαλμόν, καὶ ἐκκόπτουσι καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ἐκ

 βασιλεύς. Ἰωάννης δὲ ὁ Χάλδος παρευθὺ μετὰ τοῦ ξίφους δοὺς τῷ βασιλεῖ ἀπέκοψε τὰς χεῖρας αὐτοῦ. ὁ δὲ Ἰακωβίτζης ὁ ἀπελάτης ὁ Πέρσης τὸν Βασιλισκιανὸν

 καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς τελευτᾷ. 3. Ὁ δὲ βασιλεὺς προελθὼν ἐν τῇ ἡμέρᾳ τῶν Χριστοῦ γενεθλίων ἐν τῇ προελεύσει εἰς τὴν μεγάλην ἐκκλησίαν ἐβάπτισε

 πρὶν ἢ φθάσαι τὸν στό λον, τοῦ βασιλέως πολλὰ θρηνήσαντος καὶ ἀποδυραμένου. 12. Νικήτα δὲ τοῦ ἐπὶ τῆς τραπέζης τοῦ Ξυλινίτου κατ ηγορηθέντος ὡς φιλουμ

 ἐποίησε τὸν Λέοντα κατασκευάσαι καὶ φορεῖν ἐν τῷ τουβίῳ, εἰπὼν αὐτῷ ὅτι πολλάκις τοῦ πατρός σου ἐπιζητοῦντος μαχαίριον διὰ χρείαν τινά, ἵνα τί μὴ δίδω

 τοῦ δρόμου· καὶ ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας ἀνελθόντες, τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας ἀναγνόντες, τοῦτον τοῦ θρό νου κατήγαγον, καὶ περιώρισαν ἐν τῇ

 καταπολεμῆσαι Ἁγίωνα. καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ μετὰ Κωνσταντίνου καὶ κατεσφάγησαν, μόλις αὐτοῦ διασωθέντος. 9. Γέγονε δὲ ἔκλειψις ἡλίου, ὥσ

 τελευτήσαντος, ἀφορμὰς ἐζήτει Συμεὼν τὴν εἰρήνην διαλῦσαι· ἐπιζητῶν γὰρ καὶ ἄλλους αἰχμαλώτους εἰσέρχεται κατὰ Ῥωμαίων. Λέων δὲ ὁ βασιλεὺς δομέστικον

 δόντος αὐτοῦ λόγον τῷ Βασιλείῳ, ἐθάρρησεν αὐτῷ πάντα. ὁ δὲ Σαμωνᾶς εἰσελθὼν εἰς τὸν βασιλέα εἶπεν αὐτῷ ὅτι, δέσποτά μου, θέλω σοι εἰπεῖν τι ἰδίως, ὅπε

 Νικολάου τοῦ πατριάρχου, τὸν θάνατον συνεχω ρήθησαν, μοναχοὶ ὁ μὲν Καράμαλος εἰς τὰ Πικριδίου, ὁ δὲ Εὐ στάθιος εἰς τῶν Στουδίου. παρελήφθη δὲ καὶ Λῆμν

 ἔπειθεν, προσέφυγεν εἰς τὸ Σιριχᾶ εἰς τὸν τίμιον σταυρόν, προφασισάμενος ὡς διὰ πίστιν τοῦ σταυροῦ ἐληλύθει. καταλαβὼν οὖν Κωνσταντῖνος ὁ τοῦ ∆ουκός,

 τοῦτο μαθὼν Ἀνδρόνικος, ἀπο γνούς, ἅμα συγγενέσιν αὐτοῦ καὶ τέκνοις αὐτοῦ καὶ ἀνθρώποις αὐτοῦ ἀπελθὼν ἐκράτησε κάστρον τὴν Καβάλαν, εἰς τελείαν ἀπο στ

 Σαμωνᾶς εἰς τίνα ἐστὶν ἡ κάκωσις; ἔφη αὐτῷ ὁ μητροπολίτης εἰς σέ· καὶ ἐὰν διέλθῃς Ἰουνίου τὰς ιγʹ, ἔκτοτε οὐδὲν πείσῃ κακόν. τὸν δὲ βασιλέα εἶπεν

 ἐστό λισεν καὶ τοῖς ζῴδοις φωταγωγίαν γὰρ ἐποίησεν. διὰ τοῦτο ᾔρθη ἀπ' αὐτοῦ ἡ τοῦ θεοῦ χεὶρ ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. 5. Ἱμερί

 ἔπεσον τῶν μερῶν, καὶ τοσοῦτον ὥστε τὸν τόπον ἐκλιμνασθῆναι τῷ αἵματι ποταμηδὸν καταρρέοντι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς τοῦ ∆ουκὸς καὶ Μιχαὴλ ἐξάδ

 879 μηνίκου ἑταιρειάρχου καταβιβάζει Ζωὴ Νικόλαον πατριάρχην ἅμα τοῖς σὺν αὐτῷ μετ' ὀργῆς, τὰ τῆς ἰδίας ἐκκλησίας περιποιούμενον καὶ φροντίζειν εἰποῦσ

 ἄλλοις ἐν τῇ τοῦ πολέμου 882 συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. 17. Ἀπεστάλη δὲ πότε καὶ Ῥωμανὸς πατρί

 ταῦτα γεγόνασι. 23 προσελά βετο δὲ ὁ βασιλεὺς Νικόλαον πατριάρχην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς

 βασιλεοπάτωρ χρυ σοβούλλια ποιήσας ἐνυπόγραφα ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκ

 προελεύσει προῆλθον. 2. Ἰουνίῳ δὲ μηνί, ἰνδικτιῶνος ηʹ, ἡμέρᾳ κυριακῇ, ἡ τῆς ἐκκλησίας γέγονεν ἕνωσις παρὰ Ῥωμανοῦ, ἁπάντων ἑνωθέν 891 των, μητροπολιτ

 καὶ πολλοὶ ἕτεροι. μόλις οὖν διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρό μωνα. ἦλθε δὲ φεύγων ἔνοπλος μετὰ δρόμωνος καὶ Ἀλέξιος δρουγγάριος ὁ Μουσηλέ· καὶ μὴ ἰσχύσ

 στερίσκεται. Βάρδαν τὸν Βόϊλαν ἀπέκειραν μοναχόν, τοῦ βασι λέως οἰκτείραντος φίλον τυγχάνοντα. 15. Τοῦ δὲ πατρικίου τοῦ ἐπονομαζομένου Μωρολέοντος Ἀδρ

 ἀργυροασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων πεφραγμένων σι 900 δήρῳ, οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς βασιλέ

 Στέφανος ὁ Ἀμασείας μητροπολίτης εὐνοῦ χος ὑπάρχων. 903 26. Ὀκτωβρίῳ δὲ μηνὶ κατηγορηθεὶς ὁ μυστικὸς Ἰωάννης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμ

 καὶ Μα ρίᾳ τῇ τοῦ Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τὸν τῆς Πηγῆς, καὶ εὐλόγησαν Πέ τρον τε καὶ Μαρίαν, καὶ

 τοῦ βασιλέως Ῥωμανοῦ υἱός, ὃν ἔμελλον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. 38. Εἰκάδι δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὥστε κρ

 ἤδη εἰς γῆρας αὐτοῦ ἐληλακότος καὶ τῶν υἱῶν αὐτοῦ ἔτι νη πίων ὄντων. καὶ ἐτέθη τὸ λείψανον αὐτοῦ ἐν τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. 43. Κατήγαγον δὲ

 ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι τελείαν εἰργάσαντο τὴν τροπήν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν αὔτανδρα, πολλοὺς δὲ κατέτ

 πολιορκουμένης στρα τεύματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ ταύτης οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευόμενοι τὴν πολι

 μοναχόν. 1 ὑπελείφθη οὖν αὐτοκράτωρ Κων σταντῖνος ὁ τούτου γαμβρός· ὃς παραυτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, χρόνῳ πολλῷ τὴν ἐν

δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων ἀπάτῃ καὶ παραπληξίᾳ τε καὶ οἰστρηλασίᾳ, τῶν ἐκ Μανιχαϊκῆς μανίας καὶ Ἀρειανικῆς λύσσης ὡρμημένων, πάλιν διωγμὸν καὶ αὐτὸς κατὰ τῆς ἐκκλησίας ὡσαύτως ἐπανετείνετο. 793 4. Τούτῳ τῷ μισοθέῳ μᾶλλον εἰπεῖν ἢ Θεοφίλῳ προσέ φυγε Θεόφοβος ὁ Πέρσης ἅμα τῷ πατρὶ αὐτοῦ, μετὰ Περσῶν χιλιάδες δεκατέσσαρες, οὓς διένειμεν ἐν τοῖς θέμασι κατασκηνώ σας καὶ εἰς τούρμας ἀποκαταστήσας, αἳ μέχρι τοῦ νῦν λέγονται τοῦρμαι Περσῶν· αὐτὸν δὲ τὸν Θεόφοβον εἰς ἀδελφὴν Θεοδώρας Αὐγούστης γαμβρὸν ἐποιήσατο. 5. Φιλόκοσμος δὲ ὢν ὁ αὐτὸς Θεόφιλος κατεσκεύασε διὰ τοῦ ἄρχοντος τοῦ Χρυσοχόου λογιωτάτου πάνυ ὄντος καὶ συγγενοῦς Ἀντωνίου πατριάρχου τό τε Πενταπύργιον καὶ τὰ δύο μέγιστα ὄργανα ὁλόχρυσα, διαφόροις λίθοις καὶ ἑλίοις καλλύνας αὐτά, δένδρον δὲ χρυσοῦν, ἐν ᾧ στρουθοὶ ἐφεζόμενοι διὰ μηχανῆς τινὸς μουσικῶς ἐκελάδουν. ἐκαινούργησε δὲ καὶ τὰς βασιλικὰς στολὰς ὁ βασιλεύς, ἀνανεώσας καὶ χρυσοϋφάντους κατασκευάσας τοὺς λεγομένους λώρους καὶ τὰ λοιπὰ πάντα. 6. ∆ικαιοσύνην τε κοσμικὴν προσποιούμενος ὁ τὴν πίστιν καὶ τὴν εὐσέβειαν πλέον ὑπὲρ τοὺς πρῴην βασιλεύσαντας ἀδικήσας, προσελθούσης αὐτῷ γυναικὸς χήρας ἐν Βλαχέρναις ἔθος γὰρ ἦν αὐτῷ ἐκεῖσε ἀπέρχεσθαι καὶ βοησάσης ὡς ἀδικοῖτο παρὰ τοῦ τῆς Αὐγούστης ἀδελφοῦ Πετρωνᾶ δρουγγαρίου τῆς βίγλης ὄντος· "ὑψοῖ γὰρ τὰ ἑαυτοῦ οἰκήματα τοῖς κτίσμασιν οἷς καινουργεῖ, καὶ τὰ ἐμὰ σκοτίζει καὶ εἰς τὸ μηδὲν εἶναι ποιεῖ, ἅτε χήρας οὔσης 794 καταπεφρονημένης." καὶ παρευθὺ ἀπέστειλεν Εὐστάθιον κυαί στορα ἐπίκλην Μοναχόν, ἐν τῇ Ὀζείᾳ οἰκοῦντα, σὺν Λέοντι τῷ Συμβατίῳ καὶ ∆ημητρίῳ τῷ Καμουλιανῷ, ἰδεῖν εἰ τὴν γυναῖκα ἀδικεῖ τὸ καινουργηθὲν οἴκημα· οἳ καὶ ἀπελθόντες, καὶ θεασά μενοι τὴν τοιαύτην ἀδικίαν, καὶ βεβαιωθέντες ὡς ἀληθῆ εἰσὶ τὰ παρὰ τῆς γυναικὸς ῥηθέντα, ὑποστρέψαντες ἀνήγγειλαν τῷ βα σιλεῖ. καὶ ἐπ' ὄψεσι τοῦ βασιλέως ἐλεγχθεὶς παρ' αὐτῶν ὁ αὐτὸς Πετρωνᾶς, ἐκδυθεὶς ἐν τῷ μέσῳ τῆς ὁδοῦ τύπτεται τὰ νῶτα σφο δρῶς. ὡρίσθη δὲ ὅ τε κυαίστωρ καὶ οἱ ἀντιγραφεῖς ἀπελθεῖν καὶ ἐκ θεμελίων ἐκδαφίσαι τὰ τοιαῦτα οἰκοδομήματα καὶ τῇ γυναικὶ παραδοῦναι. 7. Οὗτος Ἀλέξιον τὸν Ἀρμένιον, ᾧ ἐπίκλην Μωσηλέ, ἀνδρεῖον ὄντα καὶ ῥωμαλέον εἰσεποιήσατο γαμβρὸν εἰς Μαρίαν τὴν ἠγαπημένην αὐτῷ θυγατέρα, ποιήσας αὐτὸν πατρίκιον, μετ' ὀλί γον δὲ καὶ μάγιστρον. εἶτα ὑπολήψεις τινὰς ἐπ' αὐτῷ σχὼν ὡς ὀρεγομένῳ τῆς βασιλείας, στρατηλάτην καὶ δοῦκαν τῆς Σικελίας ἐξέπεμψεν. οἷα δὲ φθόνου ὠδίνοντος, Σικελοί τινες ἀνελθόντες διέβαλλον τοῦτον βασιλεῖ ὡς τὰ μὲν τῶν Χριστιανῶν Σαρακηνοῖς προδίδωσι, κατὰ δὲ τῆς βασιλείας σου μελετᾷ. ἐν δὲ τῷ μεταξὺ τεθνηκυίας Μαρίας τῆς πεποθημένης τῷ βασιλεῖ θυγατρός, τὴν μὲν λάρνακα ταύτης ἐξ ἀργύρου ἐκόσμησε, καὶ τόμον ἐλευθερίας τοῖς προσφεύγουσιν ἐπ' ἐγκλήματί τινι τέθεικεν· ὅνπερ ἄργυρον μετὰ ταῦτα Λέων ὁ βασιλεὺς ἀνείλετο ἐκ τοῦ τάφου. 8 ὁ δὲ 795 θεόφιλος Θεόδωρον τὸν ἐπίσκοπον τὸν λεγόμενον Κρίθινον ἐν τῷ καιρῷ τῆς διαβολῆς Ἀλεξίου ἐν τῇ πόλει τυχόντα προσκαλεσάμενος, καὶ δοὺς τὸ ἴδιον φυλακτόν, ἀπέστειλεν εἰς Σικελίαν δοῦναι λόγον ἀπαθείας τῷ Ἀλεξίῳ καὶ ἀγαγεῖν ἐν τῇ πόλει πρὸς αὐτόν. ὁ δὲ ἀπελθὼν καὶ τῇ προσούσῃ αὐτῷ συνέσει πείσας Ἀλέξιον ἤγαγε πρὸς τὸν βασιλέα. ὃν ὁ βασιλεὺς ὡς ἀντάρτην τύψας ἔθετο ἐν τῷ δεσμω τηρίῳ, δημεύσας πᾶσαν τὴν περιουσίαν .... ἀνέθηκεν Ἀλεξίῳ εἰπὼν ὅτι δι' ἐμοῦ πάντα πέπονθας τὰ δεινά. καὶ τοῦ βασιλέως κατὰ τὸ ἔθος εἰς Βλαχέρνας ἀπελθόντος προλαβὼν ἔστη ἔνδοθεν τοῦ θυσιαστηρίου ὁ ἀρχιεπίσκοπος, ἱερατικὴν στολὴν ἠμφιεσμένος· καὶ τοῦ βασιλέως τῇ σωλέᾳ πλησιάσαντος ἅμα τῇ συγκλήτῳ φωνῇ μεγάλῃ ἐφώνησεν ὁ ἀρχιεπίσκοπος "ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν τίνος, ὦ βασιλεῦ;" αἰδεσθεὶς οὖν ὁ βασιλεὺς τῇ συγκλήτῳ ἔφη "ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης." ὁ δὲ "καὶ ποία δικαιοσύνη ἐν σοί, ὅτι δοὺς ὑπόγραφον λόγον Ἀλε ξίῳ δι' ἐμοῦ οὐκ ἐφύλαξας