10
οὐκ ἐνάρκησεν ἡ δεξιά. Τίς ἂν ἤνεγκε παρεστὼς τοῖς γινομένοις; τίς οὐκ ἀνεστράφη; τίς οὐκ ἔφυγε τοῦ πατρὸς γενόμενος συμπαθέστερος; ∆ιὰ τοῦτο τοὺς δούλους ὁ σοφὸς γέρων οὐ παραλαμβάνει μεθ' ἑαυτοῦ, ἀλλὰ μακρὰν περιμένειν κελεύει, ἵνα μὴ συμπαθήσαντες τῇ σφαγῇ τοῦ δεσπότου, φιλοθέου γνώμης πρᾶξιν κωλύσωσι. Τίνα γὰρ οἴει παρόντας τοὺς παῖδας λαβεῖν ἔννοιαν περὶ τοῦ δεσπότου, βλέποντας αὐτὸν ἁπλῶς οὕτως ὁρμῶντα πρὸς τὴν τοῦ ἠγαπημένου παιδὸς σφαγήν; τίνας ἂν πρὸς ἑαυτοὺς λόγους εἰπεῖν; Ὢ τῆς δεινῆς ταύτης καὶ ἀπευκταίας συμφορᾶς! Ὁ δεσπότης ἡμῶν τάχα μαίνεται, καὶ οὐ γνωρίζει τὸν περιπόθητον υἱὸν, ἀλλ' ἕν τι τῶν εἰς θυσίαν κατέχειν φαντάζεται, μόσχον ἢ πρόβατον. Προσέλθωμεν τοίνυν τὸ τάχος αὐτῷ· οὐ γὰρ ἀναμένει τὸ πρᾶγμα βραδυτῆτα· κρατήσωμεν τέως τὸ ξίφος, ἐπισχῶμεν τὴν δεξιὰν, μὴ φθάσῃ τὴν παραίνεσιν ἡ πληγή. Μὴ γὰρ ἀκίνδυνον τὸ προσελθεῖν; πῶς φείσεται δούλων, ὁ υἱοῦ μὴ φειδόμενος φιλτάτου; Παρακινδυνεύσωμεν δὲ ὅμως Εὐκλεὴς ἡμῶν ὁ θάνατος, ἂν τύχῃ· ὑπὲρ γὰρ νέου ἔσται δεσπότου. Φθεγξώμεθά τι παρὰ τὸ προσῆκον, 56.551 ἐπιτιμήσωμεν ὡς μαινομένῳ, εἰ ἄρα καὶ αἴσθοιτο. Τιμῆς ἄξιος ὁ δεσπότης, ἀλλ' ἐν σωφροσύνῃ αἰδοῦς, ἀλλ' οὐκ εἰς θάνατον. Ὑβρισθεὶς ἐν μανίᾳ, χάριν εἴσεται σωφρονήσας, καὶ ὡς εὐεργέτας ἀμείψεται, ὡς σωτῆρας τοῦ τέκνου. Ταῦτα λέγοντες προσέδραμον ἂν εὐθὺς, καὶ πρῶτον μὲν τῆς δεξιᾶς χειρὸς ἐξείλοντο τὸ ξίφος, καὶ τοῦ θανάτου τὸν Ἰσαάκ· ἔπειτα καὶ λόγοις ἂν ἐχρήσαντο, τοῖς μὲν πρὸς νῆψιν ἄγουσι, τοῖς δὲ πρὸς ἑαυτοὺς μᾶλλον τὴν ὁρμὴν τοῦ δεσπότου μετάγουσι, λέγοντες· Ἐπίστησον, δέσποτα, τῇ διανοίᾳ· τὸν υἱὸν ἐν χερσὶν ἔχεις, τὸν ἀγαπητὸν, τὸν τῆς στείρας τόκον, τὸ παρὰ Θεοῦ ὄψιμον δῶρον, τὸν τῆς φιλοξενίας καρπὸν, τὸν ἀντὶ μόσχου μόσχον, δι' ὃν μόνον γενεθλίους ἐτέλεσας ἑορτὰς, καὶ σωτηρίους τῷ Ὑψίστῳ θυσίας προσήνεγκας, ὃν ἐλπίσιν ἀνέθρεψας ὡς βακτηρίαν τοῦ γήρως, δι' ὃν ἔζης ἡδέως, οὗ ὑπερηύχου μὴ ἰδεῖν θάνατον, ἀλλὰ κληρονόμον ἀπολιπεῖν καὶ δεσπότην ἡμέτερον· τοῦτον ἐν χερσὶν ἔχεις. Ἰδὲ τοῦ παιδὸς τὴν μορφὴν, δέσποτα, τὴν σὴν γνώρισον εἰκόνα. Τοιοῦτος γὰρ ἦς καὶ σύ ποτε, ὅτε ἦς νέος. Ἰσαὰκ, φθέγξαι τι καὶ σὺ πρὸς τὸν πατέρα, ὅπως διὰ τῆς φωνῆς γνωρίσῃ τὸ γέννημα. Οὗτός ἐστι, δέσποτα, οὐχ ἡ θυσία, ἀλλ' ὑπὲρ οὗ πολλαὶ θυσίαι, ὑπὲρ οὗ πολλαὶ δεήσεις πρὸς τὸν Θεὸν, εἰς ἀνδρῶν ἡλικίαν ἐλθεῖν, καὶ τοιαύτην ἀγαγέσθαι κοινωνὸν τοῦ βίου, οἵα κατὰ ἀρετὴν ἡ τούτου τυγχάνει μήτηρ, δίχα μέντοι τῆς στειρώσεως. Ἐπόθεις γὰρ αὐτοῦ καὶ πρωΐμους ἰδέσθαι καρποὺς, καὶ τούτοις τέρπεσθαι πάλιν, ὡς ἐπὶ θηλάζοντι τῷ Ἰσαάκ. Ἀλλ' ὢ τῶν ἀπευκταίων συμφορῶν, εἰς οἵας αὐτὸν ἤγαγες ἡμέρας! Ἀντὶ στεφάνων δεσμὰ, ἀντὶ γυναικὸς μάχαιρα. Φαίνεις δὲ καὶ πῦρ, οὐχ ᾧ γήμῃ τις, ἀλλ' ᾧ θάπτεται. Παρίσταται δὲ καὶ ὁ νέος, οὐ παστοῖς ἐστεφανομένος, ἀλλὰ βωμῷ δεδεμένος, καὶ φορῶν οὐκ ἐσθῆτα γαμήλιον, ἀλλὰ σχῆμα θανάσιμον. Οὐ παρέστη δὲ κηδεστὴς γάμου, συνάπτων τὰ διωρισμένα τῷ γένει, ἀλλὰ παρέστη πατὴρ, σφαγῇ χωρίζων τὰ ἡνωμένα τῇ φύσει. Οὕτω περὶ τέκνων μηδὲ Χαναναίων πατέρες βουλεύσαιντο. Τοιαῦτα μέχρι νῦν τῷ Ὑψίστῳ προσέφερες θύματα; τοιαῦτα προσῆγες ὑπὲρ τῆς σωτηρίας τοῦ τέκνου χαριστήρια; Οὐχὶ κριοὺς καὶ τράγους ἐδιχοτόμεις, ἄλογα ζῶα, τὸν τῶν λογικῶν καὶ ἀλόγων ∆εσπότην ἱλασκόμενος; τὸ δὲ νῦν σφάγιον ὁποῖον; Ὢ τῶν ἀνυποίστων κακῶν! Ὅμοιον τῷ ἱερεῖ τὸ ἱερεῖον, συγγενὲς τῷ ἱλασκομένῳ τὸ ἵλασμα· οὐκ ἐκ ποίμνης, ἀλλ' ἐκ φύσεως αὐτῆς τοῦ ἱερέως τὸ θῦμα. Τοιαύτας ὁ Θεὸς οὐ λαμβάνει θυσίας· φιλάνθρωπος γὰρ ὢν, ἄνθρωπον εἰς θυσίαν οὐ δέχεται. Τί σε καλέσομεν ἀπὸ τοῦ νῦν, ὦ δέσποτα; ἱερέα διὰ τὴν θυσίαν, ἢ τεκνοκτόνον διὰ τὸ τέκνον; Ξένος τις οὗτος ἀληθῶς ὁ τῆς θυσίας τρόπος, καὶ οὐδὲ λόγῳ ῥητός. Πᾶσαι γὰρ αἱ θυσίαι ὑπὲρ σωτηρίας τελοῦνται, ὁ δὲ σὸς υἱὸς διὰ θυσίας ἀπόλλυται. Τί δὲ καὶ καλέσομεν τὸ πραττόμενον; φόνον, ἢ θυσίαν; ἀρὰν, ἢ προσφοράν; ἐμπρησμὸν, ἢ ὁλοκάρπωσιν; Οὕτω γὰρ ἔκθεσμον, οὕτως ἔκνομόν ἐστιν, ὅτι οὐδὲ προσηγορίαν ἔχει προσφορᾶς τὸ