1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

τοὺς οἰκείους καταδύεται φωλεοὺς, μόνον ἂν μετὰ ἀκριβείας εὐχώμεθα, ἂν μετὰ ψυχῆς διεγηγερμένης καὶ διανοίας νηφούσης. Τότε κἂν διάβολος παρῇ φυγαδεύεται, κἂν δαίμων, ἀναχωρεῖ. Εἰ γὰρ οἰκέτῃ δεσπότου διαλεγομένου, οὐδεὶς ἂν τῶν συνδούλων, οὔτε τις τῶν παῤῥησίαν ἐχόντων προσελθεῖν τολμήσειε καὶ διενοχλῆσαι, πολλῷ μᾶλλον οὗτοι, τῶν προσκεκρουκότων ὄντες καὶ ἀπαῤῥησιάστων, οὐκ ἂν δυνηθεῖεν ἡμῖν ἐνοχλῆσαι τῷ Θεῷ διαλεγομένοις μετὰ τῆς 48.768 προσηκούσης σπουδῆς. Εὐχὴ χειμαζομένων λιμὴν, κλυδωνιζομένων ἄγκυρα, σαλευομένων βακτηρία, πενήτων θησαυρὸς, πλουτούντων ἀσφάλεια, νοσημάτων ἀναίρεσις, ὑγιείας φυλακή· εὐχὴ καὶ τὰ ἀγαθὰ ἡμῖν ἀκίνητα διατηρεῖ, καὶ τὰ κακὰ μεταβάλλει ταχέως· κἂν πειρασμὸς ἐπέλθῃ, ῥᾳδίως ἀποκρούεται, κἂν ζημία χρημάτων, κἂν ὁτιοῦν ἕτερον τῶν λυπουμένων ἡμῶν τὴν ψυχὴν, ἅπαντα ἀπελαύνει ταχέως· εὐχὴ λύπης ἁπάσης φυγαδευτήριον, εὐθυμίας ὑπόθεσις, διηνεκοῦς ἡδονῆς ἀφορμὴ, φιλοσοφίας μήτηρ. Ὁ δυνάμενος εὔχεσθαι μετὰ ἀκριβείας, κἂν ἁπάντων πενέστερος ᾖ, πάντων ἐστὶ πλουσιώτερος· ὥσπερ ὁ τῆς εὐχῆς πάλιν ἐστερημένος, κἂν ἐν αὐτῷ καθέζηται τῷ θρόνῳ τῷ βασιλικῷ, πάντων ἐστὶ πενέστερος. Οὐχ ὁ Ἀχαὰβ βασιλεὺς ἦν, καὶ χρυσίον εἶχεν ἄφατον καὶ ἀργύριον; ἀλλ' ἐπειδὴ εὐχὴν οὐκ εἶχε, περιῄει Ἡλίαν ζητῶν, ἄνθρωπον οὐδὲ καταγώγιον ἔχοντα, οὐδὲ ἱμάτιον, ἀλλ' ἢ μηλωτὴν μόνην. Τί τοῦτο; εἰπέ μοι· ὁ τοσαύτας ἔχων ἀποθήκας τὸν οὐδὲν ἔχοντα ζητεῖς; Ναὶ, φησί. Τί γάρ μοι τῶν ταμείων ὄφελος, τούτου τὸν οὐρανὸν ἀποκλείσαντος, καὶ πάντα ἄχρηστα ἐργασαμένου; Εἶδες πῶς οὗτος εὐπορώτερος ἦν ἐκείνου; Ἕως γὰρ οὗτος ἐφθέγξατο, ὁ βασιλεὺς ἦν ἐν πενίᾳ πολλῇ μετὰ τοῦ στρατοπέδου παντός. Ὢ τοῦ θαύματος, οὐδὲ ἱμάτιον εἶχε, καὶ τὸν οὐρανὸν ἀπέκλεισε. ∆ι' αὐτὸ μὲν οὖν τοῦτο ἀπέκλεισε τὸν οὐρανὸν, ἐπειδὴ ἱμάτιον, οὐκ εἶχεν· ἐπειδὴ οὐδὲν ἐνταῦθα ἐκέκτητο, διὰ τοῦτο πολλὴν τὴν δύναμιν ἐπεδείξατο· ἀνοίξας γὰρ τὰ χείλη μόνον, μυρίους ἐποίησεν ἄνωθεν κατενεχθῆναι θησαυροὺς ἀγαθῶν. Ὢ στόματος πηγὰς ὄμβρων ἔχοντος· ὢ γλώσσης νιφάδας ὑετῶν ἀφιείσης· ὢ φωνῆς μυρία ἀγαθὰ βρυούσης. Πρὸς δὴ τοῦτον ἀεὶ βλέποντες τὸν πένητα καὶ πλούσιον, τὸν διὰ τοῦτο πλούσιον, ἐπειδὴ πένης ἦν, ὑπερορῶμεν τῶν παρόντων, ἐπιθυμῶμεν τῶν μελλόντων. Οὕτω γὰρ καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.