1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

γυναικός μου· οὐ τολμῶ οὖν τὸ ἀλλότριον προδοῦναι. Τὴν προῖκα αὐτῆς οὐ τολμῶ μειῶσαι, οὐδὲ τὰ πράγματα αὐτῆς τολμῶ δαπανῆσαι, καὶ τὸ σῶμα τολμῆσαι ἔχω μιᾶναι; Πῶς; Οὐ δύναμαι. Εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἐγγίσεις αὐτῷ· τοῦτο γὰρ οὐκ ἔστιν ἐμὸν, ἀλλότριόν ἐστι. Μὴ γὰρ τῆς πόρνης ἐστὶ τὸ σῶμα; Ἐγὼ σῶμα πόρνης οὐ δέχομαι· τοῦτο τῆς γυναικός μού ἐστι. Φοβήθητι τὸν Χριστὸν, καὶ εἰπὲ, ὅτι τὸ σῶμα ἡμῶν μέλη Χριστοῦ ἐστιν. Ἀκουέτωσαν τοῦτο καὶ αἱ γυναῖκες, καὶ ἐννοείτωσαν, ποῦ αὐτὰς ἐκάλεσεν ὁ Χριστὸς, ὅτι πάντως ἐν ἁγιασμῷ, καὶ λεγέτωσαν, ὅτι Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ. Ἐννόησον τὴν Παύλου σοφίαν τί λέγει.

Ἐπειδὴ πολλοὶ ἐγκρατεύονται, καὶ ἔχουσι σεμνὰς καὶ σώφρονας γυναῖκας, καὶ παρὰ τὸ δοκοῦν ἐγκρατεύονται, καὶ γίνε ται ἡ τούτων φιλοσοφία μοιχείας ὑπόθεσις, διὰ τοῦτο λέγει· Ἕκαστος ἀπολαυέτω τῆς ἰδίας γυναικός. Καὶ οὐκ αἰσχύνεται, ἀλλ' εἰσέρχεται, καὶ καθέζεται εἰς τὴν εὐνὴν νύκτα καὶ ἡμέραν, καὶ κατέχει τὸν ἄνδρα καὶ τὴν γυ ναῖκα, καὶ οὕτω συνάπτει, καὶ κράζει καὶ βοᾷ· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Ἐγκρατεύῃ, καὶ οὐ θέλεις καθευδῆσαι μετὰ τοῦ ἀνδρός σου, ἐκεῖνος δὲ οὐκ ἀπολαύει σου; Ἀπέρχεται καὶ ἁμαρτάνει, καὶ λοιπὸν ἡ ἁμαρτία ἐκείνου τῇ σῇ ἐγκρα τείᾳ λογίζεται. Βέλτιον μετὰ σοῦ αὐτὸν καθεύδειν, ἢ μετὰ τῆς πόρνης. Ἡ ἀπόλαυσίς σου οὐ κεκώλυται· ἡ δὲ ἐκείνης κεκώλυται.

Μετὰ σοῦ ἐὰν καθευδήσῃ, οὐκ ἔστιν ἔγκλημα· μετ' ἐκείνης ἐὰν καθευδήσῃ, ἀπώλεσάς σου τὰ μέλη. Καθέζεται οὖν σχεδὸν εἰς τὴν εὐνὴν τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, καὶ κράζει· Μὴ ἀποστερεῖτε ἀλλή λους, εἰ μή τι ἂν ἐκ συμφώνου. ∆ιὰ τοῦτο ἔλαβες 55.575 ἄνδρα, διὰ τοῦτο καὶ σὺ ἔλαβες γυναῖκα, ἵνα σωφρονῆτε. Θέλεις ἐγκρατεύεσθαι; Πεῖσον καὶ τὸν ἄνδρα σου, ἵνα δύο ὦσι στέφανοι, σωφροσύνη καὶ ὁμόνοια· ἵνα μὴ ᾖ σωφροσύνη καὶ μάχη, ἵνα μὴ ᾖ εἰρήνη καὶ πόλεμος. Ὅταν γὰρ σὺ ἐγκρατεύῃ, ἐκεῖνος δὲ ὑπὸ ἐπιθυμίας φλέ γηται, λέγει δὲ ὁ Παῦλος, Μὴ πορνεύσῃς, εὐθέως θορυ βεῖται, κυματοῦται. Μὴ ἀποστερῆτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ ὅπου εἰρήνη, ἐκεῖ πάντα τὰ ἀγαθά· ὅπου εἰρήνη, καὶ σοφρωσύνη λάμπει· ὅπου ὁμόνοια, καὶ ἐγκράτεια στεφανοῦται· ὅπου δὲ πόλεμος, καὶ ἡ σωφροσύνη ὑποτέμνεται. Μὴ οὖν ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ πάντα νυμφαγωγὸν νικᾷ Παῦλος, ὁ νυμφαγωγὸς τῆς οἰκουμέ νης. ∆ιὰ τοῦτο οὐκ αἰσχύνεται λέγων· Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Καὶ γὰρ ὁ ∆εσπότης αὐτοῦ εἰς γάμον παρεγένετο, τῇ ἑαυτοῦ παρουσίᾳ τὸν γάμον τιμῶν, καὶ δῶρα προσήνεγκε.

Τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. ∆ράμε οὖν ὅσον βούλει· ὅταν δὲ ἀτονήσῃς, λάβε φάρμακον τὴν συνουσίαν, ἵνα μὴ πειράσῃ ὑμᾶς ὁ Σατανᾶς. Ἕκαστος οὖν τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Τρία γάρ ἐστι ταῦτα· παρθενία, γάμος, πορνεία. Ὁ γάμος μέσος, ἡ πορνεία κάτω, ἡ παρθενία ἄνω. Παρθενία στέφανον ἔχει, ὁ γάμος ἔπαινον σύμμετρον, πορνεία κόλασιν καὶ τιμωρίαν. Βλέπε οὖν πῶς ἐγκρατεύῃ, εἰ δύνασαι τὴν ἀσθένειαν τοῦ σώματος ἐνέγκαι, καὶ μὴ θέλε ὑπὲρ τὸ μέτρον ἀναβῆναι, ἵνα μὴ ὑπὲρ τὸ μέτρον καταβῇς.

Ὥσπερ οὖν ὁ μέλλων κολυμβᾷν, εἰς τοσοῦτον εἰσέρχεται, ὅταν δύναται ἐξελθεῖν· ὅταν δὲ εἰσέρχηται, ἐννοεῖ πόσον ὀφείλει ἐξελθεῖν· οὕτω καὶ σὺ τοσοῦτον σωφρόνησον, ὅσον δύνῃ ὑπομεῖναι, ἵνα μὴ παρὰ τὸ μέτρον καταβῇς. Καὶ ὑπὲρ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Χριστῷ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.