ἀνημερότητα." τοῦτο καὶ τοῦ Σωτῆρος Θεοῦ διαφόροις ἀποκαλύψεσιν αὐτοὺς φωτίσαντος, ὡς καὶ τῷ διακόνῳ τοῦ ἁγίου Αἰμιλίου Παύλῳ, ἀνδρὶ πραϋτάτῳ καὶ σώφρονι, ὀφθῆναι ἐν τῷ πλοίῳ τὸν μακάριον Παῦλον τὸν ἀπόστολον λέγοντα αὐτῷ· "Βλέπετε πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί, εἰδότες ὅτι αἱ ἡμέραι πονηραί εἰσιν," -αἰνιττομένου τοῦ ὀνείρου τὴν πολύτροπον αὐτῶν ἀπάτην, τήν τε διὰ δώρων καὶ κολακείας ἐπὶ παραχαράξει τῆς ἀληθείας. "Ἐπιστὰς οὖν ὁ αὐτός," φησιν, "Οὐαλεριανὸς ὁ χιλίαρχος ἐνέβαλεν ἡμᾶς εἰς σαθρότατον πλοῖον, ὡς ἐθρυλεῖτο, δοὺς τὴν τιμὴν τῷ ναυκλήρῳ ἐπισκόπων τῆς ἀπωλ είας τῶν ἐμπλεόντων, ἅμα εἴκοσι στρατιώταις ἐκ τάξεων διαφόρων, παραχρῆμα ἐξέωσεν τῶν Ἀθύρων. διαπλεύσαντες οὖν ἱκανοὺς στα δίους καὶ μέλλοντες ἀπόλλυσθαι, προσωρμήσαμεν τῇ Λαμψάκῳ· κἀκεῖθεν ἀμείψαντες τὴν ὁλκάδα κατήχθημεν τῇ εἰκοστῇ ἐν Ὑδροῦντι τῆς Καλαβρίας." οὐκέτι δὲ ἡμῖν εὗρον εἰπεῖν ἐν τίσιν ὁ μακάριος ἐπίσκοπος Ἰωάννης ἢ ποῦ νῦν οἱ ἐπίσκοποι οἱ περὶ ∆ημήτριον καὶ Κυριακὸν καὶ Εὐλύσιον καὶ Παλλάδιον σὺν τοῖς ἡμετέροις ἐπισκόποις τὴν πρεσβείαν στειλάμενοι. {Ο ΕΠΙΣΚ.} ∆εῦρο δὴ λοιπόν, ἱερώτατε, ὑπόσχου μοι τὸν νοῦν, προσέχων σαφῶς τοῖς λεγομένοις· καὶ καθεξῆς σοι γνωρίσω πάσης τραγῳδίας τοὺς ἐν μέσῳ σατυρικοὺς θορύβους, πόθεν τε τῆς μέθης ἤρξαντο, καὶ μέχρι τίνος ἔδοξαν παύεσθαι, οὐδέπω δὲ πέπαυνται. ἡ μὲν ἁπάντων τῶν κακῶν, ὡς ἂν εἴποι τις, πηγὴ ἢ ἀρχή ἐστιν ὁ μισόκαλος δαίμων, ἀεὶ ἀντιπράττων ὡς λύκος ταῖς τοῦ Χριστοῦ λογικαῖς ἀγέλαις, λυμαινόμενος μὲν ἀφειδῶς τοὺς ἐμπείρους τῶν ἀγελαιοκόμων πάθεσι πολυτρόποις, καθάπερ ὁ βασιλεὺς τῶν Αἰγυπτίων τοὺς ἄῤῥενας τῶν Ἰουδαίων, λιπαίνων δὲ ταῖς ἀπάταις τῶν ἐπὶ γῆς ἡδονῶν τοὺς φένακας τῶν ψευδοποι 25 μένων. οἱ δὲ μετὰ ταῦτα τῆς πονηρᾶς πηγῆς ὀχετοί, ὡς ἅπας ὁ περίγειος ἐπίσταται χῶρός, εἰσιν Ἀκάκιος καὶ Ἀντίοχος καὶ Θεόφιλος καὶ Σευηριανός, οἱ λεγόμενοι μὲν ὃ μή εἰσιν, ὄντες δὲ ὃ λέγεσθαι οὐκ ἀνέχονται· τοῦ δὲ τάγματος τῶν κληρικῶν πρεσ βύτεροι δύο, διάκονοι δὲ πέντε, οἱ μὲν ἐξ ἀκαθάρτου, οἱ δὲ ἐκ κακωτικοῦ ἀριθμοῦ συναγόμενοι, -οὐκ οἶδα δὲ εἰ ἀκίνδυνον τοὺς τοιούτους λέγειν πρεσβυτέρους ἢ διακόνους· τῆς δὲ τοῦ βασιλέως αὐλῆς δύο ἢ τρεῖς μόνοι, οἳ καὶ ἐνεύρωσαν τοὺς περὶ Θεόφιλον, στρατιωτικῇ βοηθείᾳ συνεπαγωνιζόμενοι· γυναικῶν δὲ πρὸς ταῖς φημιζομέναις τρεῖς, χῆραι μέν, ἀνδρόπλουτοι δέ, ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν σωτηρίας τὰ ἐξ ἁρπαγῆς χρήματα κεκτημέναι, ταραξάν δριαι καὶ ἀνασείστριαι, Μάρσα Προμότου γυνή, καὶ Καστρικία ἡ Σατορνίνου, καὶ Εὐγραφία, ἀμφιμανής τις, -τὰ δὲ λοιπὰ αἰδοῦ μαι καὶ λέγειν. αὗται καὶ οὗτοι νωθροκάρδιοι ὄντες ἐν τῇ πίστει, καθάπερ φάλαγξ οἰνομανής, εἰς μίαν συναχθέντες μισοδιδασκα λίας γνώμην, χείμαῤῥον ἀπωλείας κατὰ τῆς ἐκκλησιαστικῆς εἰρήνης εἰργάσαντο. {Ο ∆ΙΑΚ.} Τοιγαροῦν προθυμήθητι, πάτερ, ἐπὶ μαρτυροῦντος τοῦ Θεοῦ εἰπεῖν ἡμῖν, πόθεν τε τούτων τὸ πρὸς αὐτὸν μῖσος καὶ τίς ἡ φιλονεικία τοῦ ἐπισκόπου Ἰωάννου λυπῆσαι τοσαύτας ἀξίας· ὁμοῦ δὲ γνώρισον ἡμῖν πόθεν τε ἤρξατο τοῦ βίου, καὶ πῶς ἤχθη ἐπὶ τὴν Κωνσταντινουπόλεως ἐπισκοπήν, καὶ πόσον ἐκρά τησεν χρόνον, καὶ ὁποῖον τὸ τούτου ἦθος, καὶ τίς ἡ τοῦ βίου κατάλυσις, εἴ γε κεκοίμηται, ὡς ἀκούομεν. εἰ καὶ τὰ μάλιστα διὰ πάντων τρέχει θαυμασία καὶ ἐνάρετος μνήμη τοῦ ἀνδρός, ἀλλ' ὅμως σύνηθές μοι τὸ μὴ προχείρως πιστεύειν ταῖς φήμαις, πρὶν ἂν παρὰ τῶν ὀρθῶς ψέγειν καὶ ἐπαινεῖν εἰδότων μάθω βεβαίως. {Ο ΕΠΙΣΚ.} Ἐπαινῶ μέν σου τὴν ἀκρίβειαν, οὐκ ἀποδέχομαι δὲ τὴν διάκρισιν, φιλαληθέστατε ἄνερ καὶ Θεοῦ ἄνθρωπε Θεόδωρε· ἔδει γάρ σε ἐξ αὐτῆς τῆς πολιᾶς ἡμῶν (ἵνα περιαυτολογήσω) καὶ 26 ἐκ τοῦ ἀξιώματος ἀρκεσθῆναι πρὸς ἀληθείας ἀπόδειξιν· ἐπειδὴ δὲ τοῦτο μὲν οὐ πεποίηκας, δὶς δέ με κατακρίνεις, κἂν μετὰ ταῦτα ἀπροφάσιστόν μοι τὴν ἀκοὴν παρεγγύησαι, ἵνα μὴ εἰς ἀνόητον οἱ τῶν λόγων γένωνται δίαυλοι. ἐπίσταμαι γὰρ τὰ γεγραμμένα παρὰ τῷ θείῳ νόμῳ, τό, "Ἀπολεῖ Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος," καὶ παρὰ τῷ ἀποστόλῳ Ἰωάννῃ,