προστρέ χειν. Εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνη σις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχὴν, καὶ μήπω τοῦ πάθους ἀπηλλάχθαι. Καὶ τούτου χάριν τὰς συμβαινούσας ἡμῖν ἐν τοῖς ὕπνοις αἰσχρὰς φαν τασίας ἔλεγχον εἶναι τῆς προλαβούσης ῥᾳθυμίας καὶ τῆς ἐν ἡμῖν ἀσθενείας πιστεύειν ὀφείλομεν, ἐν τοῖς ἀποκρύφοις τῆς ψυχῆς ἀποκεκρυμμένην νόσον φανε ροποιούσης τῆς γινομένης ῥύσεως ἐν τῇ τοῦ ὕπνου ἀνέσει. ∆ιὸ καὶ ὁ ἰατρὸς τῶν ψυχῶν ἐν τοῖς ἀποκρύ φοις τῆς ψυχῆς τὸ φάρμακον ἐναπέθετο, ἔνθα καὶ τὰς αἰτίας τῆς νόσου ὑπάρχειν ἐγίνωσκε, φάσκων· «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ·» οὐ το σοῦτον τοὺς πορνικοὺς καὶ περιέργους ὀφθαλμοὺς διορθούμενος, ὅσον τὴν ἔνδον ἐνιδρυμένην ψυχὴν, ἥτις τοῖς παρὰ Θεοῦ δοθεῖσιν ἐπ' ἀγαθῷ ὀφθαλμοῖς κακῶς κέχρηται· τούτου χάριν καὶ ἡ σοφὴ παροιμία οὐ λέγει, Πάσῃ φυλακῇ τήρει τοὺς ὀφθαλμοὺς, ἀλλὰ, «Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν·» ἐκείνῃ μάλιστα ἐπι θεῖσα τὴν ἰατρείαν τῆς φυλακῆς, τῇ κεχρημένῃ τοῖς ὀφθαλμοῖς εἰς ἃ βούλεται. Τοιγαροῦν αὐτὴ ἔστω τῆς καθάρσεως ἡμῶν πρώτη φυλακὴ, ἵνα, ὅτε τῇ ἡμε τέρᾳ διανοίᾳ μνήμη γυναικὸς γένηται ἀναδοθεῖσα διὰ τῆς διαβολικῆς ἐνεργείας, εἰ τύχοι μητρὸς, ἢ ἀδελ φῆς, ἢ ἄλλων γυναικῶν εὐλαβῶν, ταχέως αὐτὴν ἐκ τῆς ἡμετέρας καρδίας ἐκβάλωμεν· ἵνα μὴ, ἐπιπολὺ διατριβόντων ἡμῶν ἐν αὐτῇ τῇ γνώμῃ ὁ τῶν κακῶν ἀπατεὼν ἐκ τούτων τῶν προσώπων κατακυλίσῃ καὶ κατακρημνίσῃ τὴν διάνοιαν εἰς αἰσχρὰς καὶ ἐπιβλα βεῖς ἐνθυμήσεις, καθὼς καὶ ἡ παρὰ Θεοῦ πρὸς τὸν πρῶτον δοθεῖσα ἐντολὴ κελεύει, τηρεῖν τὴν κεφαλὴν τοῦ ὄφεως, τουτέστι τοῦ βλαβεροῦ λογισμοῦ τὴν ἀρ χὴν, δι' οὗπερ ἕρπειν εἰς τὴν ἡμετέραν ψυχὴν ἐπι χειρεῖ· ἵνα μὴ τῇ τῆς κεφαλῆς παραδοχῇ, ἥτις ἐστὶν ἡ προσβολὴ τοῦ λογισμοῦ, τὸ λοιπὸν τοῦ ὄφεως σῶμα, τουτέστι τῆς ἡδονῆς τὴν κατάθεσιν, παραδεξώμεθα, καὶ ἐκ τούτου λοιπὸν ἐπὶ τὴν ἀθέμιτον πρᾶξιν κατ ενέγκῃ τὴν διάνοιαν· ἀλλὰ προσήκει, κατὰ τὸ γεγραμ μένον, εἰς τὰς πρωΐας ἀποκτενεῖν πάντας τοὺς ἁμαρ τωλοὺς τῆς γῆς, τουτέστι τῷ φωτὶ τῆς γνώσεως δια κρίνειν, καὶ ἐξολοθρεύειν τοὺς ἁμαρτωλοὺς λογισμοὺς ἐκ τῆς γῆς, ἥτις ἐστὶν ἡ καρδία, κατὰ τὴν τοῦ Κυ ρίου φωνήν· καὶ ὡς ἔτι νήπιοί εἰσιν οἱ υἱοὶ Βαβυ λῶνος, ἤγουν οἱ πονηροὶ λογισμοὶ, τούτους ἐδαφίζειν, καὶ συντρίβειν πρὸς τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χρι στός. Ἐὰν γὰρ διὰ τῆς ἡμετέρας συγκαταθέσεως ἀνδρυνθῶσιν, οὐκ ἄνευ μεγάλου στεναγμοῦ καὶ κα μάτου κινηθήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις ἀπὸ τῆς θείας Γραφῆς καλὸν καὶ λόγον ἁγίων Πατέρων 28.880 ἐπιμνησθῆναι δή. Εἴρηται τοίνυν τῷ ἁγίῳ Βασιλείῳ τῷ ἐπισκόπῳ Καισαρείας Καππαδοκίας· Καὶ γυ ναῖκα ἀγνοῶ, καὶ παρθένος οὐκ εἰμί· τοσοῦτον ἐγί νωσκε μὴ ἐν τῇ σωματικῇ μόνῃ ἀποχῇ τῆς γυναικὸς τὸ δῶρον τῆς παρθενίας κατορθοῦσθαι, ὅσον τῇ τῆς ψυχῆς ἁγιωσύνῃ καὶ καθαρότητι ἣ τῷ φόβῳ Θεοῦ κατορθοῦσθαι πέφυκε. Λέγουσι δὲ καὶ τοῦτο οἱ Πατέ ρες, μὴ δύνασθαι ἡμᾶς τὴν ἀρετὴν τῆς ἁγνείας τε λείας κτήσασθαι, εἰ μὴ πρότερον ἀληθινὴν ταπεινο φροσύνην ἐν τῇ καρδίᾳ κτησώμεθα· οὔτε δὲ γνώ σεως ἀληθοῦς καταξιωθῆναι ἐφ' ὅσον ἐν τοῖς ἀπο κρύφοις τῆς ψυχῆς τὸ πάθος τῆς πορνείας ἐγκαθ έζεται. Ἵνα δὲ τὸ μέγα τοῦτο κατόρθωμα καὶ ἐκ τοῦ Ἀποστόλου δείξωμεν, μιᾶς αὐτοῦ ἐπιμνησθέντες λέ ξεως, καταπαύσωμεν τὸν λόγον. «Εἰρήνην, φησὶ, διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Ὅτι γὰρ περὶ τούτου λέγει, δῆλον ἐξ ὧν ἐπήγαγεν, εἰπών· «Μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ.» Ὅσον τοίνυν οὐράνιον, καὶ ἀγγελικὸν ὑπάρχει τὸ κατόρθωμα τῆς ἁγνοσύνης, τοσοῦτον βαρυτέραις παρὰ τῶν ἀντιπάλων ἐπιβουλαῖς πολεμεῖται. Καὶ τούτου χάριν σπουδάζειν ὀφείλομεν οὐ μόνον ἐγκράτειαν σώματος ἀσκεῖν, ἀλλὰ καὶ συν τριβὴν καρδίας, καὶ πυκνὰς προσευχὰς μετὰ στε ναγμῶν· ὥστε τὴν κάμινον τῆς ἡμετέρας σαρκὸς, ἣν ὁ Βαβυλώνιος βασιλεὺς τοῖς τῆς ἐπιθυμίας ἐρεθισμοῖς καθ' ἑκάστην
11