καιρὸς εἰς ἐπίδοσιν αὐτῷ τῶν ὀρθῶς ἐγνωσμένων ἠκόνησε τὴν διάνοιαν, τότε δή, τότε τοὺς περὶ τῆς θεότητος λόγους ἰσχνότερον ἐπαιδεύετο· οὐ γάρ τοι μόνον ὡς εἷς μὲν ἔστι Θεός, ἕτερος δὲ παρ' αὐτὸν οὐδεὶς διεμάνθανεν, ἀλλ' ὅτι καὶ ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ νοεῖται Τριάδι τὸ τῆς μιᾶς τε καὶ ἀκηράτου φύσεως πλήρωμα ὡς ἐν τύποις ἔτι, μονονουχὶ δὲ καὶ αἰσθητῶς, ἐδιδάσκετο. ∆ιὰ ποίαν αἰτίαν; Ὅτι τοῖς ἄρτι κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας, καὶ οὐκ ἐντριβῆ τοῖς ἐπ' αὐτῇ θεωρήμασι τὴν διάνοιαν ἔχουσιν, ἀπρόσιτόν πως εἶναι δοκεῖ καί ἐστιν ἀληθῶς τὸ φῶς τῆς θεοπτίας. ∆εῖται γὰρ ἡ τοιάδε γνῶσις βεβηκότος τε νοῦ καὶ γεγυμνασμένου καὶ ὀξὺ βλέπειν εἰδότος, καὶ προσέτι τούτοις προεισοικισαμένου τὴν πίστιν· κρηπὶς γὰρ αὕτη καὶ ἀκατάσειστος ὑποβάθρα τῶν περὶ τῆς θεότητος λόγων. Καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ προφήτης Ἠσαΐας· Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε. 1.25 Ὅτι δὲ δεῖ πάντως τῆς δι' αἰνιγμάτων παιδαγωγίας τοῖς ἄρτι προσβάλλουσι ταῖς οὕτως ἰσχναῖς καὶ οἱονεὶ κατερρινισμέναις ἐννοίαις, ταῖς περὶ Θεοῦ δηλονότι, πῶς ἂν ἐνδοιάσειέ τις, οὐδὲ τῶν παρ' Ἕλλησι σοφῶν ἠγνοηκότων τὸ χρῆμα; Πορφύριος γοῦν, ἐπὶ παιδείᾳ κοσμικῇ δόξαν ἔχων παρ' ἐκείνοις οὐκ ἀγεννῆ, ἐν τῷ πρώτῳ λόγῳ τῆς Φιλοσόφου ἱστορίας τοιοῦτόν τί φησι περὶ τῶν ὠνομασμένων σοφῶν, ἤτοι δοκησισοφίας ὑπόληψιν ἐσχηκότων· Μὴ δυνάμενοι γάρ, φησί, τὰ πρῶτα εἴδη καὶ τὰς πρώτας ἀρχὰς σαφῶς τῷ λόγῳ παραδοῦναι διά τε τὸ δυσπερινόητον αὐτῶν καὶ δυσέξοιστον παρεγένοντο ἐπὶ τοὺς ἀριθμοὺς εὐσήμου διδασκαλίας χάριν, μιμησάμενοι τοὺς γεωμέτρας καὶ τοὺς γραμματιστάς· ὡς γὰρ οὗτοι, τὰς δυνάμεις τῶν στοιχείων καὶ αὐτὰ ταῦτα βουλόμενοι παραδοῦναι, παρεγένοντο ἐπὶ τοὺς χαρακτῆρας, τούτους λέγοντες ὡς πρὸς τὴν πρώτην διδασκαλίαν στοιχεῖα εἶναι, ὕστερον μέντοι διδάσκουσιν ὅτι οὐχ οὗτοι στοιχεῖά εἰσιν οἱ χαρακτῆρες, ἀλλὰ διὰ τούτων ἔννοια γίνεται τῶν πρὸς ἀλήθειαν στοιχείων, καὶ οἱ γεωμέτραι, μὴ δυνάμενοι τἀσωματοειδῆ λόγῳ παραστῆσαι, παραγίνονται ἐπὶ τὰς διαγραφὰς τῶν σχημάτων, λέγοντες εἶναι τρίγωνον τόδε, οὐ τοῦτο βουλόμενοι τρίγωνον εἶναι τὸ ὑπὸ τὴν ὄψιν ὑποπίπτον ἀλλὰ τὸ τοιοῦτον, καὶ διὰ τούτου τὴν ἔννοιαν τοῦ τριγώνου παριστᾶσι· κἀπὶ τῶν πρώτων οὖν λόγων καὶ εἰδῶν τὸ αὐτὸ ἐποίησαν οἱ Πυθαγόρειοι· μὴ ἰσχύοντες λόγῳ παραστῆσαι τἀσωματοειδῆ καὶ τὰς πρώτας ἀρχάς, παρεγένοντο ἐπὶ τὴν διὰ τῶν ἀριθμῶν δήλωσιν, καὶ οὕτω τὸν μὲν τῆς ἑνότητος λόγον, καὶ τὸν τῆς ταὐτότητος καὶ τῆς ἰσότητος, καὶ τὸ αἴτιον τῆς συμπνοίας καὶ τῆς συμπαθείας τῶν ὅλων καὶ τῆς σωτηρίας τοῦ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος ἓν προσηγόρευσαν. 1.26 Οὐκοῦν ἐπειδήπερ δυσέξοιστά τέ ἐστι καὶ δυσέκφραστα καὶ οὐχ ἕτοιμα πρὸς τὸ καταθρεῖν τὰ τῆς θεότητος ἴδια καὶ ἐξαίρετα, καὶ οἵπερ ἂν περὶ αὐτῆς γένοιντο λόγοι σμικροὶ κομιδῆ καὶ κατόπιν ἰόντες τῆς ἀληθείας ἁλοῖεν ἄν, διὰ σχημάτων καὶ τύπων τῶν ἐναργεστέρων ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι τὰ περὶ αὐτῆς μανθάνομεν. Οὕτω φαμὲν πεπαιδεῦσθαι τὸν θεσπέσιον Ἀβραάμ· γέγραπται γὰρ ὡδὶ περὶ αὐτοῦ. Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκήνης αὐτοῦ μεσημβρίας· ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκήνης αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Καὶ μεθ' ἕτερα· Εἶπε δέ, φησί, πρὸς αὐτόν· Ποῦ Σάρρα ἡ γυνή σου; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἰδοὺ ἐν τῇ σκήνῃ. Εἶπε δέ· Ἐπαναστρέφων ἥξω πρός σε, κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου. Ἰδοὺ δὴ μάλα σαφῶς ὦφθαι μὲν αὐτῷ φησι τὸν Θεόν, εἶναί γε μὴν τοὺς ἑωραμένους ἄνδρας τρεῖς,