ἐγὼ πίνω, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Καὶ οἱ μὲν μάρτυρες ὁμολογοῦσι, θέατρον τῷ κόσμῳ γενόμενοι καὶ ἀγγέλοις καὶ ἀνθρώποις· σὺ δὲ μετ' ὀλίγον ὁμολογήσεις. Ἀλλὰ οὔπω σοι περὶ τούτων ἀκούειν καιρός. 3.11 Ἡγίασε τὸ βάπτισμα ὁ Ἰησοῦς βαπτισθεὶς αὐτός. Εἰ ὁ υἱὸς τοῦ Θεοὺ ἐβαπτίσθη, τίς ἔτι βαπτίσματος καταφρονῶν εὐσεβεῖ; Ἐβαπτίσθη δὲ, οὐχ ἵνα ἁμαρτιῶν λάβῃ συγχώρησιν, [ἀναμάρτητος γὰρ ἦν] ἀλλὰ ἀναμάρτητος ὢν ἐβαπτίσθη, ἵνα χάριν θείαν καὶ ἀξίαν παράσχῃ τοῖς βαπτιζομένοις. Ὥσπερ γὰρ, ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς [παραπλησίως] μέτεσχε τῶν αὐτῶν, ἵνα τῆς ἐνσάρκου παρουσίας αὐτοῦ κοινωνοὶ γενόμενοι, καὶ τῆς θείας αὐτοῦ χάριτος κοινωνοὶ γενώμεθα· οὕτως ἐβαπτίσθη Ἰησοῦς, ἵνα καὶ διὰ τούτου πάλιν ἡμεῖς τῇ κοινωνίᾳ λάβωμεν μετὰ τῆς σωτηρίας τὴν ἀξίαν· Ὁ δράκων ἦν ἐν τοῖς ὕδασι κατὰ τὸν Ἰὼβ, ὁ δεχόμενος τὸν Ἰορδάνην ἐν τῷ ὀφθαλμῷ αὐτοῦ· ἐπεὶ οὖν ἔδει συντρίψαι τὰς κεφαλὰς τοῦ δράκοντος, καταβὰς ἐν τοῖς ὕδασιν ἔδησε τὸν ἰσχυρὸν, ἵνα ἐξουσίαν λάβωμεν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· οὐ μικρὸν ἦν τὸ θηρίον, ἀλλὰ φοβερόν. Πᾶσα ναῦς ἁλιευτικὴ βύρσαν μίαν οὐρᾶς αὐτοῦ ἐνεγκεῖν οὐκ ἠδύνατο· ἔμ προσθεν αὐτοῦ ἔτρεχεν ἡ ἀπώλεια, λυμαινομένη τοὺς ἀπαντῶντας· προσέδραμεν ἡ ζωὴ, ἵνα λοιπὸν ὁ θάνατος φιμωθῇ, ἵνα οἱ σωθέντες ἅπαντες εἴπωμεν· Ποῦ σου θάνατε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον. Λύεται δὲ τοῦ θανάτου τὸ κέντρον διὰ τοῦ βαπτίσματος. 3.12 Κατέρχῃ μὲν γὰρ εἰς τὸ ὕδωρ φορῶν τὰς ἁμαρτίας. ἀλλ' ἡ τῆς χάριτος ἐπίκλησις σφραγίσασα τὴν ψυχὴν, οὐ συγχωρεῖ λοιπὸν ὑπὸ τοῦ φοβεροῦ καταποθῆναι δράκοντος. Νεκρὸς ἐν ἁμαρτίαις καταβὰς, ἀναβαίνεις ζωοποιηθεὶς ἐν δικαιοσύνῃ. Εἰ γὰρ σύμφυτος ἐγένου τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως καταξιωθήσῃ. Ὥσπερ γὰρ Ἰησοῦς τὰς οἰκουμενικὰς ἁμαρτίας ἀναλαβὼν ἀπέθανεν, ἵνα θανατώσας τὴν ἁμαρτίαν ἀναστῇ ἐν δικαιοσύνῃ· οὕτω καὶ σὺ καταβὰς εἰς τὸ ὕδωρ, καὶ τρόπον τινὰ ἐν τοῖς ὕδασιν ἐνταφεὶς, ὥσπερ ἐκεῖνος ἐν τῇ πέτρᾳ, ἐγείρῃ πάλιν ἐν καινότητι ζωῆς περιπατῶν. 3.13 Εἶθ' ὅταν τῆς χάριτος καταξιωθῇς, τότε σοι πρὸς τὰς ἀντικειμένας δυνάμεις παλαίειν δίδωσι τὴν ἐξουσίαν. Ὥσπερ γὰρ μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐπειράζετο· οὐχ ὅτι καὶ πρὸ τούτου νικᾷν οὐκ ἠδύνατο, ἀλλ' ὅτι πάντα τάξει καὶ ἀκολουθίᾳ πράττειν ἐβούλετο· οὕτω καὶ σὺ πρὸ τοῦ βαπτίσματος τοῖς ἀντικειμένοις παλαίειν μὴ τολμήσας, λαβὼν δὲ τὴν χάριν καὶ λοιπὸν θαρσῶν, τοῖς τῆς δικαιοσύνης ὅπλοις ἀγωνίζου τότε, καὶ εἰ θέλεις, εὐαγγελίζου. 3.14 Ἰησοῦς Χριστὸς Θεοῦ υἱὸς ἦν· ἀλλ' οὐ πρὸ τοῦ βαπτίσματος εὐηγγελίσατο· εἰ ὁ δεσπότης αὐτὸς μετήρχετο κατὰ τάξιν τὸν καιρὸν, ἆρά γε οἱ δοῦλοι τολμᾷν ἀτάκτως ὀφείλομεν; Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν, ὅτε κατῆλθεν ἐπ' αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερά· οὐχ ἵνα Ἰησοῦς τοῦτο ἴδῃ πρῶτος· [ᾔδει γὰρ καὶ πρὸ τοῦ σωματικῶς ἐλθεῖν] ἀλλὰ ἵνα θεωρήσῃ ὁ βαπτίζων Ἰωάννης. Ἐγὼ γὰρ, φησὶν, οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, ἐκεῖνός ἐστιν. Ἐὰν καὶ αὐτὸς ἔχῃς ἀνυπόκριτον εὐλάβειαν, κατέρχεται καὶ ἐπὶ σὲ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ φωνή σοι πατρικὴ ἄνωθεν ἐπηχεῖ· οὐχ, οὗτός ἐστιν ὁ υἱός μου, ἀλλ' οὗτος νῦν γέγονεν υἱός μου. Ἐπ' ἐκείνου μὲν γὰρ τὸ, ἔστιν· ἐπειδὴ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ἐπ' ἐκείνου τὸ, ἔστιν· ἐπειδὴ πάντοτέ ἐστιν υἱὸς Θεοῦ· ἐπὶ δὲ σοῦ τὸ, νῦν γέγονεν· ἐπειδὴ οὐ κατὰ φύσιν ἔχεις, ἀλλὰ κατὰ θέσιν τὴν υἱοθεσίαν λαμβάνεις· ἐκεῖνος ἀΐδιός ἐστι· σὺ δὲ ἐκ προκοπῆς λαμβάνεις τὴν χάριν. 3.15 Οὐκοῦν ἑτοίμασον τῆς ψυχῆς τὸ ἄγγος, ἵνα υἱὸς γένῃ Θεοῦ, καὶ κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ· εἴπερ ἑτοιμάζεις ἑαυτὸν, ἵνα καὶ λάβῃς· εἰ ἐκ πίστεως προσέρχῃ, ἵνα πιστοποιηθῇς· εἰ ἀποτίθεσαι τὸν παλαιὸν ἄνθρωπον ἐκ προαιρέσεως. Πάντα γὰρ ὅσα σοι πέπρακται συγχωρηθήσεται, κἂν πορνεία, κἂν μοιχεία, κἂν ἄλλο τι τῶν