11
90 Αἰσχρὰ γὰρ καὶ λίαν αἰσχρὰ ἐπιτελοῦσι δῆθεν μυστικῶς καὶ οἱ ἀπὸ Σίμωνος τοῦ μάγου· πρὸς τούτοις καὶ οἱ ἀπὸ Μαρκίωνος καὶ Οὐαλεντίνου καὶ Σηθιανοί. (Cr 157, 28-31 Ma 235) Καὶ ἐπεὶ προφάσει θρησκείας πράττουσι τὰ αἰσχρά, εἰς ἀσέλγειαν μετατιθέναι αὐτοὺς εἶπε τὴν χάριν τοῦ κυρίου, δι' ἧς ἀσελγείας καὶ τῶν ἔργων αὐτῆς ἀρνοῦνται τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστόν. (Cr 157, 31158, 3 Ma 235) Εἴρηται γοῦν πρὸ τούτων περὶ αὐτοῦ, ὡς εἴη ἀληθινὸς θεὸς οὗτος ὁ μόνος δεσπότης καὶ κύριος Ἰησοῦς Χριστὸς ὁ ἀναγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου διὰ Μωσέως· ἕπεται μὴ ἕτερον εἶναι θεὸν τὸν Μωσέως· οὐδὲ γάρ ἐστιν ἄλλος παρὰ τὴν 91 τριάδα· ὅθεν αὐτῷ διακονῶν φαίνεται Μωσῆς κατὰ τό· "ἐκεῖνος περὶ ἐμοῦ ἔγραψε"· καὶ τό· "ὃν ἔγραψε Μωσῆς, εὑρήκαμεν Ἰησοῦν"· διὸ καὶ προθεωρήσας πνευματικῶς τὸν σταυρὸν μέγιστον πλοῦτον ἔχειν ἡγήσατο τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ οὐχ ἑτέρως τοῦ λέγοντος· "ἐμοὶ εἴη καυχᾶσθαι ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ". (Cr 158, 4-13) Τὸ μὲν οὖν προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα φησὶ ἀντὶ τοῦ προεγνωσμένοι. (Ma 235) Τουτέστι προεγνωσμένοι, ὥσπερ ἀμέλει καὶ τὰ κατὰ τὸν Ἰούδαν προεγράφη. (Cr 154, 23f)
95 Νεφέλας οὖν ἀνύδρους ἐκάλεσε διὰ τὸ μὴ ἔχειν τὸν ἀρδεύοντα ταῖς φιλοθέοις ψυχαῖς τοῦ πνεύματος λόγον τὸν γινόμενον αὐταῖς πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. (Ma 242) Τοῦτό φησι, ἐπειδὴ πάλιν οἱ δίκαιοι προσποιούμενοι ἐλαίαις ἑαυτοὺς εὐσκίοις καὶ μὴν καὶ ἀμπέλοις καρποφόροις παρέβαλον· λέγει οὖν, ὡς ἄκαρποί τινές εἰσι καὶ φθινοπωρινοί, τουτέστι καὶ φύλλων καὶ καρπῶν ἔρημοι. (Cr 166, 20-24Ma 242) Βίῳ ἀσελγεῖ καὶ ἀσεβείᾳ θανατώσαντες τὴν ψυχὴν καὶ δόγμασι πονηροῖς· ἢ οὕτως· ἐπειδὴ πρὸ τῆς πίστεως ἐτεθνήκεσαν ἀσεβείᾳ, εἶτα προσελθόντες τῷ εὐαγγελίῳ ἔζησαν, πάλιν δὲ ἀσεβείᾳ καὶ ἡδονῇ ἐκδόντες ἑαυτοὺς τεθνήκασι· ταύτῃ τοι τεθνηκέναι δὶς αὐτούς φησι. (̣Cr 166, 29-167, 2 Ma 242f) 96.10 Εἰ καὶ μιμούμενοι τὸν ἑαυτῶν ἀρχηγὸν Σατανᾶν κατασχηματιζόμενον εἰς ἄγγελον φωτὸς καὶ αὐτοὶ μετασχηματίζεσθαι θέλουσιν εἰς διδασκάλους ἀληθείας, περὶ ὧν εἴρηται· "ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες"· ἀλλ' οὖν πλανῶντές εἰσι παραχαράττοντες τὴν ἀλήθειαν ἀσελγείαις δυσφημιῶν καὶ ὕστερον γνόφῳ καὶ ζόφῳ καὶ σκότῳ, ὅπερ ἐστὶ τὸ σκότος ἐξώτερον, κολασθήσονται, ὅπερ ἡτοίμασται τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (Cr 167, 18-25 Ma 242)