Chronicon ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΒΙΟΙ ΤΩΝ ΝΕΩΝ ΒΑΣΙΛΕΩΝ.

 παλατίῳ προσ καλεῖται Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ προύχοντας ἐπισκόπους τε καὶ ἱερεῖς ἐνώπιον τῆς συγκλήτου, καὶ φη σίν ἴστε

 σπόρου κατὰ τὴν ἡμετέραν γενεὰν πικρῶς τηρηθεὶς καὶ παραβλαστήσας ἀνδροφόνος καρπός, οὐκ οἶδ' ὅθεν Ῥωμαίων τοῦτο κατακριθὲν τὸ δεινὸν ἐκεκλήρωτο. ὃς ε

 καὶ ὁ μωρὸς μωρὰ λαλήσει. ἀμαθὴς γὰρ σφόδρα καὶ ληρώδης ὑπάρ χων οὐκ ᾔδει πάντως τὰ χρυσότευκτα ἐκεῖνα Χερουβίμ, ἅπερ ὁ ἱεροφάντης Μωϋσῆς θεοῦ προστετ

 σωζομένας ἱστορήσαμεν. 21 μάρτυς δὲ καὶ ἡ ὄψις, δι δάσκαλος ἀψευδής. τό τε μῆκος τοῦ χρόνου σαφῶς δείκνυσι καὶ τῶν σεπτῶν ναῶν ἡ κτίσις. ἔτι δὲ καὶ τῶ

 τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσι κήρυγμα· καὶ οὔ ποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα Χριστιανοί, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς Χριστιανῶ

 {ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΤΟΥ ΤΡΑΥΛΟΥ.}

 λαφυραγωγήσας οὖν αὐτὴν μετρίως, ἀλλ' οὐχ ὡς ἤλπιζεν, ἀλλ' ὡς ἡ θεία πρόνοια παρεχώρει διὰ τὰς ἁμαρτίας ἡμῶν, οὐδὲν πλέον ἤνυσεν ὧν προσεδόκησεν. καὶ

 {ΒΑΣΙΛΕΙΑ ΘΕΟΦΙΛΟΥ.}

 δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων

 τοῦτο; ὁ δὲ βασιλεὺς ὡς ἐλεγχθεὶς τοῦτον τοῦ θυσιαστηρίου βιαίως ἐξήγαγεν, καὶ πληγὰς αὐτῷ οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπ' αὐτο

 ὡς ἄξιον ἦν, ὑπε δέξατο, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ποιησάμε νος, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναδεξά μενος. 14. Τού

 παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσσύριον; ἢ πάντα ταῦτα συνελόντες ἕνα καὶ τὸν αὐτὸν ὀνομάσωμεν, ἐπεὶ καὶ τὰς πάντων κακία

 ἠβουλήθη λαβεῖν, ἔλαβε δὲ ὑπὲρ αὐτοῦ λίτρας δύο, ὁρισθέντος καὶ τοῦ στρατηγοῦ δοκι μάσαι αὐτόν, καὶ εἰ ἀνδρεῖός ἐστι, ποιῆσαι αὐτὸν σχολάριον. τοῦ δὲ

 πολλὰ λοιπὸν ἐξ ἀτοπίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς

 Θεοφόβου διὰ τοῦ Βουκολέοντος ἐξαγα γόντες λαθραίως διέσωσαν πλησίον τὰ Ναρσοῦ, ἐν τῇ νῦν λεγο μένῃ τῆς Θεοφοβίας, καὶ τοῦτο ἐκεῖσε κατέθηκαν.

 μένη καὶ ἀνατρεπομένη καθ' ἑκάστην ἡμέραν. καὶ δὴ λοιπὸν αὐ τίκα διὰ βασιλικῆς ἐπιτροπῆς καὶ συνεργίας ἀνεκλήθησάν τε καὶ ἀνέθησαν οἱ ἐν ἐξορίαις καὶ

 Θεοφιλίτζης εἶπεν ὅτι, δέσποτα, 817 ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρειότατον εἰς τοὺς ἵππους, οἷον ἐπιποθεῖ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον. τοῦ δ

 ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐκάλεσεν ἡ θεία φωνὴ τὸν προσμονάριον, λέγουσα ἐγερθεὶς εἰσάγαγε εἰς τὸ εὐκτήριον

 Βάρδᾳ μὴ τύπτε τὸν λογοθέτην. οἱ δὲ σφάζουσιν αὐτὸν καὶ μεληδὸν κατα κόπτουσιν εἰς τὸ Σκύθη, θηρῶν ὠμότητα καὶ ἀγριότητα ἐνδει ξάμενοι. 13. Τοῦτο μα

 ἐπιρροαῖς κατασκευάσας ὡραιότατον πάνυ. καὶ τούτου τελεσθέντος, ἦν τις ἐν τῇ πόλει ὀνόματι Πέ τρος λόγιος καὶ σκωπτικός, ὃν καὶ πτωχομάγιστρον ἐκάλουν

 αὐτοῦ μελε τῶντα. ὁ δὲ ταῦτα ὡς λῆρον ἤκουεν. ὁ δὲ Βασίλειος σπεύδων πληροφορῆσαι τὸν βασιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου,

 ὑψηλῆς στὰς πέτρας, ἐφώνει μεγάλως τῷ βασιλεῖ καλὸν ταξεί διον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιον συγγενῆ καὶ τὸ πατρῷον αἷμα ξίφει ἀνελών. οὐαί σοι, οὐα

 Πηγάνη θυμιατήριον ὀστράκινον μετὰ θεαφίου θυμιᾶν αὐτόν. καὶ ἀποτυφλοῦσι Συμβατίου τὸν ἕνα ὀφθαλμόν, καὶ ἐκκόπτουσι καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ἐκ

 βασιλεύς. Ἰωάννης δὲ ὁ Χάλδος παρευθὺ μετὰ τοῦ ξίφους δοὺς τῷ βασιλεῖ ἀπέκοψε τὰς χεῖρας αὐτοῦ. ὁ δὲ Ἰακωβίτζης ὁ ἀπελάτης ὁ Πέρσης τὸν Βασιλισκιανὸν

 καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς τελευτᾷ. 3. Ὁ δὲ βασιλεὺς προελθὼν ἐν τῇ ἡμέρᾳ τῶν Χριστοῦ γενεθλίων ἐν τῇ προελεύσει εἰς τὴν μεγάλην ἐκκλησίαν ἐβάπτισε

 πρὶν ἢ φθάσαι τὸν στό λον, τοῦ βασιλέως πολλὰ θρηνήσαντος καὶ ἀποδυραμένου. 12. Νικήτα δὲ τοῦ ἐπὶ τῆς τραπέζης τοῦ Ξυλινίτου κατ ηγορηθέντος ὡς φιλουμ

 ἐποίησε τὸν Λέοντα κατασκευάσαι καὶ φορεῖν ἐν τῷ τουβίῳ, εἰπὼν αὐτῷ ὅτι πολλάκις τοῦ πατρός σου ἐπιζητοῦντος μαχαίριον διὰ χρείαν τινά, ἵνα τί μὴ δίδω

 τοῦ δρόμου· καὶ ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας ἀνελθόντες, τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας ἀναγνόντες, τοῦτον τοῦ θρό νου κατήγαγον, καὶ περιώρισαν ἐν τῇ

 καταπολεμῆσαι Ἁγίωνα. καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ μετὰ Κωνσταντίνου καὶ κατεσφάγησαν, μόλις αὐτοῦ διασωθέντος. 9. Γέγονε δὲ ἔκλειψις ἡλίου, ὥσ

 τελευτήσαντος, ἀφορμὰς ἐζήτει Συμεὼν τὴν εἰρήνην διαλῦσαι· ἐπιζητῶν γὰρ καὶ ἄλλους αἰχμαλώτους εἰσέρχεται κατὰ Ῥωμαίων. Λέων δὲ ὁ βασιλεὺς δομέστικον

 δόντος αὐτοῦ λόγον τῷ Βασιλείῳ, ἐθάρρησεν αὐτῷ πάντα. ὁ δὲ Σαμωνᾶς εἰσελθὼν εἰς τὸν βασιλέα εἶπεν αὐτῷ ὅτι, δέσποτά μου, θέλω σοι εἰπεῖν τι ἰδίως, ὅπε

 Νικολάου τοῦ πατριάρχου, τὸν θάνατον συνεχω ρήθησαν, μοναχοὶ ὁ μὲν Καράμαλος εἰς τὰ Πικριδίου, ὁ δὲ Εὐ στάθιος εἰς τῶν Στουδίου. παρελήφθη δὲ καὶ Λῆμν

 ἔπειθεν, προσέφυγεν εἰς τὸ Σιριχᾶ εἰς τὸν τίμιον σταυρόν, προφασισάμενος ὡς διὰ πίστιν τοῦ σταυροῦ ἐληλύθει. καταλαβὼν οὖν Κωνσταντῖνος ὁ τοῦ ∆ουκός,

 τοῦτο μαθὼν Ἀνδρόνικος, ἀπο γνούς, ἅμα συγγενέσιν αὐτοῦ καὶ τέκνοις αὐτοῦ καὶ ἀνθρώποις αὐτοῦ ἀπελθὼν ἐκράτησε κάστρον τὴν Καβάλαν, εἰς τελείαν ἀπο στ

 Σαμωνᾶς εἰς τίνα ἐστὶν ἡ κάκωσις; ἔφη αὐτῷ ὁ μητροπολίτης εἰς σέ· καὶ ἐὰν διέλθῃς Ἰουνίου τὰς ιγʹ, ἔκτοτε οὐδὲν πείσῃ κακόν. τὸν δὲ βασιλέα εἶπεν

 ἐστό λισεν καὶ τοῖς ζῴδοις φωταγωγίαν γὰρ ἐποίησεν. διὰ τοῦτο ᾔρθη ἀπ' αὐτοῦ ἡ τοῦ θεοῦ χεὶρ ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. 5. Ἱμερί

 ἔπεσον τῶν μερῶν, καὶ τοσοῦτον ὥστε τὸν τόπον ἐκλιμνασθῆναι τῷ αἵματι ποταμηδὸν καταρρέοντι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς τοῦ ∆ουκὸς καὶ Μιχαὴλ ἐξάδ

 879 μηνίκου ἑταιρειάρχου καταβιβάζει Ζωὴ Νικόλαον πατριάρχην ἅμα τοῖς σὺν αὐτῷ μετ' ὀργῆς, τὰ τῆς ἰδίας ἐκκλησίας περιποιούμενον καὶ φροντίζειν εἰποῦσ

 ἄλλοις ἐν τῇ τοῦ πολέμου 882 συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. 17. Ἀπεστάλη δὲ πότε καὶ Ῥωμανὸς πατρί

 ταῦτα γεγόνασι. 23 προσελά βετο δὲ ὁ βασιλεὺς Νικόλαον πατριάρχην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς

 βασιλεοπάτωρ χρυ σοβούλλια ποιήσας ἐνυπόγραφα ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκ

 προελεύσει προῆλθον. 2. Ἰουνίῳ δὲ μηνί, ἰνδικτιῶνος ηʹ, ἡμέρᾳ κυριακῇ, ἡ τῆς ἐκκλησίας γέγονεν ἕνωσις παρὰ Ῥωμανοῦ, ἁπάντων ἑνωθέν 891 των, μητροπολιτ

 καὶ πολλοὶ ἕτεροι. μόλις οὖν διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρό μωνα. ἦλθε δὲ φεύγων ἔνοπλος μετὰ δρόμωνος καὶ Ἀλέξιος δρουγγάριος ὁ Μουσηλέ· καὶ μὴ ἰσχύσ

 στερίσκεται. Βάρδαν τὸν Βόϊλαν ἀπέκειραν μοναχόν, τοῦ βασι λέως οἰκτείραντος φίλον τυγχάνοντα. 15. Τοῦ δὲ πατρικίου τοῦ ἐπονομαζομένου Μωρολέοντος Ἀδρ

 ἀργυροασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων πεφραγμένων σι 900 δήρῳ, οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς βασιλέ

 Στέφανος ὁ Ἀμασείας μητροπολίτης εὐνοῦ χος ὑπάρχων. 903 26. Ὀκτωβρίῳ δὲ μηνὶ κατηγορηθεὶς ὁ μυστικὸς Ἰωάννης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμ

 καὶ Μα ρίᾳ τῇ τοῦ Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τὸν τῆς Πηγῆς, καὶ εὐλόγησαν Πέ τρον τε καὶ Μαρίαν, καὶ

 τοῦ βασιλέως Ῥωμανοῦ υἱός, ὃν ἔμελλον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. 38. Εἰκάδι δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὥστε κρ

 ἤδη εἰς γῆρας αὐτοῦ ἐληλακότος καὶ τῶν υἱῶν αὐτοῦ ἔτι νη πίων ὄντων. καὶ ἐτέθη τὸ λείψανον αὐτοῦ ἐν τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. 43. Κατήγαγον δὲ

 ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι τελείαν εἰργάσαντο τὴν τροπήν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν αὔτανδρα, πολλοὺς δὲ κατέτ

 πολιορκουμένης στρα τεύματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ ταύτης οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευόμενοι τὴν πολι

 μοναχόν. 1 ὑπελείφθη οὖν αὐτοκράτωρ Κων σταντῖνος ὁ τούτου γαμβρός· ὃς παραυτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, χρόνῳ πολλῷ τὴν ἐν

τοῦτο;" ὁ δὲ βασιλεὺς ὡς ἐλεγχθεὶς τοῦτον τοῦ θυσιαστηρίου βιαίως ἐξήγαγεν, καὶ πληγὰς αὐτῷ οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπ' αὐτοῦ μόνον, ἀλλὰ καὶ διὰ τὸ μαθεῖν αὐτὸν τὰς ἁγίας εἰκόνας τιμᾶν καὶ σέβε σθαι καὶ τὴν αὐτοῦ δυσσέβειαν διαβάλλειν. μετ' οὐ πολὺ δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ παραγινομένου, καὶ τοῦ πατριάρχου αὐτὸν ὀνει δίσαντος, αὐτὸν τὸν ἀρχιεπίσκοπον ἤγαγε μετὰ παρακλήσεως. τοῦ 796 δὲ ἀνάξιον ἑαυτὸν τῆς ἱερωσύνης κρίναντος δι' ἃ πέπονθεν, ὁ βα σιλεὺς οἰκονόμον τῆς μεγάλης ἐκκλησίας πεποίηκεν. καὶ Ἀλέξιον τοῦ δεσμωτηρίου ἐξέβαλεν, ἀποδοὺς αὐτῷ καὶ πᾶσαν τὴν περιου σίαν αὐτοῦ, ἔχων αὐτὸν ἐν τιμῇ. 9. Ἦν δὲ καὶ Μανουὴλ ὀνομαστότατος στρατηλάτης πάν των τῶν ἐν τῇ ἀνατολῇ, τιμώμενος παρὰ τοῦ βασιλέως. οὗτος Μύρωνι συμβαλὼν λόγους τινάς, λογοθέτῃ τε ὄντι τοῦ δρόμου καὶ πενθερῷ τοῦ Πετρωνᾶ, διεβλήθη τῷ βασιλεῖ ὑπὸ Βασιλείου ὑποβολῇ Μύρωνος ὡς τῆς βασιλείας ὀρέγεται, καὶ ἐμελετᾶτο δεινὰ κατ' αὐτοῦ. Λέων δὲ ὁ πρωτοβεστιάριος ὑπὲρ τοῦ Μανουὴλ προϊστάμενος καὶ φροντίζων διεβεβαιοῦτο τῷ βασιλεῖ ὡς ψευδῆ εἰσὶ τὰ κατ' αὐτοῦ λεγόμενα. ἃ μαθὼν Μανουήλ, καὶ τὴν ὀργὴν τοῦ βασιλέως καὶ διαβολὰς ἐκκλίνων, λάθρα τῆς πόλεως ἐξελθὼν μέχρι Πυλῶν καὶ τοῖς δημοσίοις ὀχήμασιν ἐπιβὰς ἀπῆλθε φυγὰς μέχρι τῶν κλεισούρων Συρίας, τὰς τῶν ἵππων ἰγνύας ἐκκόπτων. ἐδήλωσέ τε τοῖς Ἀγαρηνοῖς ταῦτα, ὡς βασιλέως ὀργὴν ἐκφεύγω, καὶ εἴ γε μὴ καταναγκάσητέ με τὴν ἐμαυτοῦ πίστιν καταλιπεῖν, προσφεύγω ὑμῖν. εἰ οὕτω καὶ ἐπὶ τούτοις προσδέχεσθέ με, λόγον ἀπαθείας μοι ἀποστείλατε. οἱ δὲ τοῦτο μεγάλῃ χαρᾷ δεξάμενοι, λόγον ἀπαθείας ἀποστείλαντες, προσεδέξαντο ὡς βασιλέα Ῥω μαίων. 10 τοῦτο μαθὼν ὁ βασιλεὺς ἐν πολλῇ θλίψει καὶ ἀθυ μίᾳ γέγονεν, καὶ βουλὴν ἐποιεῖτο μετὰ Ἰωάννου συγκέλλου περὶ τούτου. ὁ δὲ εἶπεν "εἰ προθύμως βούλει τὸν Μανουὴλ προσελ 797 θεῖν, ὦ βασιλεῦ, αὐτὸς ἐγὼ ἕτοιμος τοῦτο ποιῆσαι, χρήματα λαβὼν καὶ πρὸς τὸν ἀμερουμνῆν σταλεὶς ὡς δῆθεν τοὺς ἐν εἱρκτῇ καὶ δεσμοῖς ἐπισκεψόμενος, ἔχων καὶ ἐνυπόγραφον λόγον παρὰ τῆς σῆς βασιλείας, ᾧ πείσω τὸν Μανουὴλ εἰς ὄψιν ἐλθεῖν. δοκῶ δὲ τοῦτο πρᾶξαι τῷ ἐνυπογράφῳ λόγῳ τῆς βασιλείας σου καὶ τῇ ἐμῇ πειθοῖ καὶ τῇ ἐκείνου εὐσεβείᾳ καὶ τῷ εἰκὸς εἶναι τῆς πατρίδος ἐρᾶν." ὁ δὲ βασιλεὺς πάμπολλα χρήματα καὶ δῶρα πρὸς τὸν ἀμερουμνῆν δοὺς αὐτῷ ἀπέστειλεν. 11 ὁ δὲ εἰσελθὼν μετὰ πολλῶν χρημάτων καὶ κόσμου παντοίου, ὥστε καὶ τοὺς Ἀγα ρηνοὺς ἐπὶ τῷ πλούτῳ αὐτοῦ ἐκπλαγῆναι, ὃς τὰ δεσμωτήρια ῥογεύσας καὶ τὸν πρωτοσύμβουλον θεασάμενος ἠδυνήθη καὶ λά θρα συνομιλῆσαι τῷ Μανουὴλ καὶ δοῦναι αὐτῷ τὸν ἐνυπόγραφον λόγον καὶ τὸ φυλακτὸν τοῦ βασιλέως. καὶ ὁ μὲν τοῦτο πράξας ὑπέστρεψεν, ἀναγγείλας τῷ βασιλεῖ ὅσα διεπράξατο· ὁ δὲ Μα νουὴλ ἐξαιτήσας τὸν ἀμερουμνῆν τοῦ ἐξελθεῖν κατὰ ἔθνους τινὸς πολεμίου αὐτοῖς ἔτυχε τῆς αἰτήσεως, καὶ λαβὼν τὸν τοῦ ἀμε ρουμνῆ υἱὸν καὶ λαὸν πλεῖστον ἀπῆλθε καὶ νίκην μεγάλην εἰργά σατο. καὶ τούτῳ ἐν μείζονι τιμῇ ὑπὲρ τὸ πρῶτον καθίσταται, καὶ πάντα ἦν αὐτὸς παρὰ τῷ ἀμερουμνῇ δυνάμενος. 12 ὅθεν ἔχων φροντίδα πολλὴν τοῦ ἐξελθεῖν ἐν Ῥωμανίᾳ, μετὰ καιρόν τινα εἶπε πρὸς τοὺς δυνάστας τοῦ ἀμερουμνῆ ὅτι ἐάν μοι τὸν υἱὸν τοῦ ἀμερουμνῆ καὶ λαὸν παρέξετε, ἐξελθὼν ὑποτάξω τὴν Ῥωμανίαν. 798 οἱ δὲ τῷ ἀμερουμνῇ εἰπόντες αὐτὸν ἀπέστειλαν. ὁ δὲ ἐλθὼν πλη σίον τοῦ θέματος τῆς Ἀνατολῆς, προσκαλεσάμενος τοὺς ὑποχει ρίους αὐτοῦ καὶ τὸν υἱὸν τοῦ ἀμερουμνῆ ὡς δῆθεν διακινήσων καὶ κυνηγήσων, πόρρωθεν τῶν πολεμίων γενόμενος, περιπλακεὶς τῷ υἱῷ τοῦ ἀμερουμνῆ καὶ καταφιλήσας αὐτὸν εἶπεν ὅτι "ἐγὼ μὲν ἀπέρχομαι πρὸς τὸν βασιλέα μου καὶ τὰ ἴδια, μηδὲν τῶν ἐν τῷ βίῳ προτιμήσας πατρίδος καὶ συμφυλετῶν· σὺ δὲ μετὰ τῶν σῶν, ὡς μηδὲν δεινὸν πείσεσθε ὑποπτεύοντες παρ' ἡμῶν, ἄπιθι πρὸς τοὺς σούς." καὶ οὗτος μὲν οὕτω μετὰ δακρύων καὶ αἰσχύνης ὑπέστρεψεν· ὁ δὲ Μανουὴλ ἐχώρει πρὸς τὸν βασιλέα, προαπο στείλας αὐτῷ τὸν μηνύσοντα. 13 ὁ δὲ βασιλεὺς καὶ τὸν μηνυ τὴν ὡς μεγάλων ἀγαθῶν ἄγγελον ἀποδεξάμενος χρήμασί τε καὶ ἀξιώμασιν ἐφιλοτιμήσατο, καὶ τὸν Μανουήλ,