1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

11

γινόμενον. Ὢ, οἷα ἰδεῖν ἠλπίσαμεν, καὶ οἷα νῦν θεώμεθα! Ἠλπίσαμεν αὐτὸν ὑπουργοῦντά σοι πρὸς τὰς θυσίας, λειτουργοῦντα πρὸς τὰς ἱερουργίας· νῦν δὲ, ὢ τῶν ἀνυποίστων κακῶν! οὐ παρέστηκε τῷ ἱερεῖ θῦμα κρατῶν, ἀλλ' αὐτὸς κεῖται δεδεμένος ἀντὶ θύματος· οὐδὲ φωνὴν ἀφίησιν, ὡς ἀμνὸς, ἀλλ' ἄφωνος κεῖται καὶ ἄλαλος, καὶ ἀφελέστερος καὶ προβάτου πρὸς μόνην βλέπει τὴν δεξιὰν, ἣν πολλάκις ὡς φιλοστόργου πατρὸς κατεφίλησε, τάχα δὲ καὶ νῦν, μετὰ τοῦ ξίφους ἐχομένην αὐτὴν ὁρῶν, καταφιλῆσαι θέλει. Πολλαί σοι ποιμναὶ προβάτων, δέσποτα, βοῶν ἀγέλαι πολλαί· ἐκ τούτων πλήρωσον τὴν θυσίαν τῶν θυσίμων, τῶν νενομισμένων, οὐ τῶν ἀθύτων καὶ ἀβρώτων. Πάσας εἰς ἓν ὁλοκάρπωσον, εἰ βούλει, τὰς ἀγέλας· οὐκ ἀντιλέγομεν· ἔννομος γὰρ τῆς θυσίας ταύτης ἡ φιλοτιμία· τὸ δὲ νῦν πραττόμενον πόλεμος μᾶλλον ἢ θυσία, πολιορκία τις, οὐ προσφορά. Ταῦτα γὰρ εὐχόμενοι ὑπομένομεν, ἅπερ εὐχόμεθα μὴ ἰδεῖν πολεμούμενοι· καὶ τοιαῦτα πάσχομεν ἐν θυσίαις, οἷα ἵνα μὴ πάθωμεν εὐχόμεθα. Τὸ νῦν ἔργον ὀλεθριώτερον καὶ πολέμου. Τάχα γὰρ ἂν ἐφείσατο καὶ πολέμιος, τοῦ νέου τὴν μορφὴν, τὴν ἡλικίαν αὐτοῦ κατελεήσας. Πῶς οἰκήσεις ἔτι τῶν Χαναναίων τὴν χώραν, νικήσας οὕτω καὶ θηρίων ὠμότητα; Τάχα πάντες ἐπιστήσονταί σοι τῶν Χαναναίων οἱ παῖδες, ἀνέλωμεν λέγοντες, τὸν τεκνοκτό56.552 νον, μὴ πονηρὸν γένηται παιδοκτονίας παράδειγμα τοῖς ἡμετέροις πατράσιν. Ἔκκοψον δὲ καὶ σὺ τὴν φιλόξενον δρῦν, τὴν φιλάνθρωπον σκηνὴν, ἔμπρησον αὐτὴν, ὡς τὸν παῖδα. Οὐδεὶς γὰρ ἔτι πλησιάσαι σοι τῶν ὁδευόντων τολμήσει, ὕποπτος αὐτοῖς ὑπάρχων, ὁ υἱοῦ μὴ φεισάμενος. Πῶς οὖν ἡ ἀθλία σε Σάῤῥα, ἡ ἡμετέρα δέσποινα, ἡ σὴ μὲν σύνοικος, ἡ τούτου δὲ μήτηρ, ὄψεται, ἁγιώτερον ἐκ τῆς θυσίας τὸν παῖδα προσδεχομένη; Τί γὰρ νομίζεις παθεῖν αὐτὴν ἔρημον τοῦ τέκνου τὸν πατέρα θεασαμένην; Οὐχὶ πεσεῖται εἰς γῆν ἀθυμίᾳ λυθεῖσα; οὐ παραχρῆμα κινδυνεύσει πεσοῦσα; οὐκ ἀπολέσεις μετὰ τοῦ υἱοῦ καὶ τὴν σύνοικον; Πῶς οὖν ἄλλον Ἰσαὰκ γεωργήσεις, δέσποτα, πετρωθείσης τῷ θανάτῳ τῆς χώρας; Ὡς εἴθε μηδὲ τὴν ἀρχὴν ἐλύθη τῆς Σάῤῥας ἡ στείρωσις, ἵνα σὺ μήτε πατὴρ, μήτε παιδοκτόνος ἐκλήθης. Ποῖος αἰὼν οὕτω μακρὸς λήθῃ καλύψαι δυνήσεται τὸ πραττόμενον; Οὐκ ἴσχυσεν ὁ παρελθὼν χρόνος τὸ τῆς ἀδελφοκτονίας ἀπαλεῖψαι μῖσος, ἀλλ' ἔτι καὶ νῦν ψέγεται Κάϊν ὡς μὴ γνωρίσας τὴν φύσιν, καὶ πρόῤῥιζον μὲν ἅπαν αὐτοῦ διὰ κατακλυσμοῦ τὸ γένος ἀπόλωλεν, ἡ δὲ μνήμη τῆς ἀδελφοκτονίας οὐδὲ πλήθει τοσούτων ὑδάτων ἐκπέπλυται. Παρὰ πολὺ δὲ τεκνοκτόνος ἀδελφοκτόνου βαρύτερον, καὶ τοσοῦτον ὅσον ἀδελφοῦ πατὴρ οἰκειότερος. Τί τοίνυν, δέσποτα, θεοσεβεῖ καὶ θαυμαστῷ βίῳ αἰσχύνην ἐπάγεις ἀθάνατον, οὐ χρόνῳ δυναμένην ἐξαλειφθῆναι, οὐχ ὕδασι. ∆εῦρο δὴ, λοιπὸν ἄκουσον ἡμῶν, καὶ τῶν δεσμῶν τὸν υἱὸν ἄφες ἐλεύθερον, ῥῖψον τὸ ξίφος, σβέσωμεν τὸ πῦρ, αὐτὸν τὸν βωμὸν κατασκάψωμεν· μηδὲν ὅλως ἴχνος ἐάσῃς ἀπίστου τολμήματος ἐπὶ γῆς. Εἰ δὲ ἀπειθεῖς μετὰ τοσαύτην παραίνεσιν, καὶ πονηρῷ φιλονεικεῖς διακονήσασθαι δαίμονι, τοῦτο μόνον δεόμεθα, πρώτους ἀπόκτεινον ἡμᾶς, καὶ ἡδέως δεχόμεθα τὴν σφαγήν. Ἄμεινον γὰρ ἡμῖν ἐνταῦθα πεσεῖν, ἢ δούλους κληθῆναι παιδοκτόνου δεσπότου. Πῶς οὖν, τοιαῦτα καὶ λεγόντων καὶ πραττόντων ἐξ ἀνοίας τῶν δούλων, ὁ προπάτωρ καθωσιώθη τῷ τοῦ ∆εσπότου προστάγματι; πῶς ἂν οὕτως ἐν ὅλῳ τῷ κόσμῳ ἀγαθὴ φιλοθεΐας ἔλαμψε πρᾶξις; πῶς ἂν ὑψηλὴ πίστεως ἀνωρθώθη στήλη; πῶς ἂν ἔργοις ἔμαθε κόσμος, ὅτι φόβος Θεοῦ πόθου παιδὸς τιμιώτερος; ∆ιὰ τοῦτο μόνος ἐπὶ τὴν θυσίαν παραγίνεται, μόνος τὸν μονογενῆ διὰ Μονογενοῦς τῷ μόνῳ προσφέρων Θεῷ. Ἐμάθετε, ἀγαπητοὶ, διὰ τῶν εἰρημένων τοῦ προπάτορος τὴν φιλοθεΐαν· μάθετε διὰ τῶν ἑξῆς καὶ τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν· μάθετε πῶς οἱ διὰ τὸν Θεὸν τῶν παρόντων καταφρονήσαντες καὶ προκόπτουσιν εἰς ἀρετὴν, καὶ τῶν προσκαίρων οὐχ ἁμαρτάνουσιν. Ἔκειτο τοίνυν συμπεποδισμένος ὁ Ἰσαάκ, καὶ γυμνὸν τῷ πατρὶ παρέχων τὸν λαιμὸν εἰς σφαγὴν, ἡ δὲ χεὶρ τοῦ ἱερέως ὑψηλὴ