11
∆εσπότην· καὶ τῷ φόβῳ τῶν οἰκείων ἁμαρτημάτων τὸν θυμὸν τὸν ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι ταχέως ἀπ51.30 ώσασθαι δυνησόμεθα· εἰ γὰρ δεῖ μεμνῆσθαι ἁμαρτημάτων, τῶν οἰκείων δεῖ μεμνῆσθαι μόνον· ἐὰν δὲ τῶν οἰκείων μνημονεύσωμεν, οὐδέποτε τὰ ἀλλότρια λογιούμεθα· ὥσπερ οὖν ἂν τούτων ἐπιλανθανώμεθα, ἐκεῖνα ῥᾳδίως ἐμφιλοχωρήσει τοῖς ἡμετέροις λογισμοῖς. Καὶ γὰρ οὗτος εἰ τῶν μυρίων ταλάντων ἐμέμνητο, οὐκ ἂν ἐμνήσθη τῶν ἑκατὸν δηναρίων· ἀλλ' ἐπειδὴ ἐκείνων ἐπελάθετο, διὰ τοῦτο ὑπὲρ τούτων ἦγχε τὸν σύνδουλον, καὶ ὀλίγα βουλόμενος ἀπαιτῆσαι, οὔτε ἐκείνων ἐπέτυχεν, ἀλλὰ καὶ τῶν μυρίων ταλάντων τὸν ὄγκον εἰς τὴν ἑαυτοῦ κεφαλὴν ἐπεσπάσατο. ∆ιὰ τοῦτο θαῤῥῶν ἂν εἴποιμι, ὅτι πάσης ἁμαρτίας αὕτη χαλεπωτέρα· μᾶλλον δὲ οὐκ ἐγὼ τοῦτο, ἀλλὰ ὁ Χριστὸς διὰ τῆς παραβολῆς ταύτης τοῦτο ἀπεφήνατο. Εἰ γὰρ μὴ μυρίων ταλάντων, λέγω δὴ τῶν ἀφάτων ἁμαρτημάτων, αὕτη χαλεπωτέρα ἦν, οὐκ ἂν διὰ ταύτην κἀκεῖνα ἀνεκαλέσατο. Οὕτω μηδὲν τοίνυν σπουδάζωμεν, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην· ὥσπερ οὖν ἐὰν ταύτης περιγενώμεθα τῆς ἁμαρτίας, κἂν μυρία ἔχωμεν πλημμελήματα, δυνησόμεθά τινος συγγνώμης τυχεῖν. Καὶ οὐχὶ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ μέλλοντος ἡμᾶς τότε κρίνειν Θεοῦ. Καθάπερ γὰρ ἐνταῦθα εἶπεν, ὅτι Οὕτω ποιήσει καὶ ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῶν καρδιῶν ὑμῶν· οὕτω καὶ ἀλλαχοῦ φησιν· Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ἵνα οὖν καὶ ἐνταῦθα πρᾶον καὶ ἤρεμον διάγωμεν βίον, κἀκεῖ συγχωρήσεως καὶ ἀφέσεως τύχωμεν, σπουδάζωμεν καὶ πραγματευώμεθα, ὅσους ἐὰν ἔχωμεν ἐχθροὺς, καταλλάττειν ἡμῖν· οὕτω γὰρ καὶ τὸν ∆εσπότην ἡμῶν, κἂν μυρία ὦμεν ἡμαρτηκότες, καταλλάξομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.