μεγέθει πάθους καταλιπεῖν ἀπαράκλητον, τῷ πάθει πάθος προσθέντα, τῷ ἐκείνου θανάτῳ τὴν σὴν ἐπὶ μακρὸν ἀποδημίαν". Ταῦτα μὲν οὖν ὁ βασιλεύς. Ὁ δ' ἐπειρᾶτο προσμένειν καὶ ξυνέπεσθαί οἱ κατὰ βαρβάρων στρατεύοντι, ἀλλὰ ταῦτα λέγων τὸν βασιλέα οὐκ ἔπειθε, καὶ ἄκοντα γὰρ τοῦτον ἐπαναζεῦξαι πρὸς τὴν μητέρα παρεσκεύσασεν. Ὁ μὲν οὖν ἀπῄει, ὁ δὲ βασιλεὺς πρόσω χωρῶν τὰς Ῥωμαϊκὰς δυνάμεις συνήθροιζε καὶ πρὸς τὸν πόλεμον αὐτὰς ἐξηρτύετο. 1.13 Γενόμενος δὲ περὶ τὴν Καππαδοκῶν, τοὺς ἀρίστους ἅμα τῶν στρατηγῶν ἐπ' ἐκκλησίαν ἐκάλει καὶ βουλὴν περὶ τοῦ πολέμου προὐτίθει, πυνθανόμενος εἰ χρὴ τὴν Περσίδος ἐλαύνειν κἀκεῖσε τοῖς Τούρκοις συμπλέκεσθαι ἢ μένοντα ἐπὶ τῆς ἰδίας τὴν ἐκείνων ἔλευσιν ἀναμένειν· ἠγγέλλετο γὰρ ἤδη καὶ ὁ σουλτάνος ἐξελθεῖν τῆς Περσίδος καὶ σχολῇ καὶ βάδην κατὰ Ῥωμαίων χωρεῖν. Τοῖς μὲν οὖν ἐδόκει, ὅσοι θρασύτερόν πως διέκειντο καὶ κολακικώτερον, μὴ μένειν, ἀλλ' ἀπιέ ναι καὶ συμπλέκεσθαι τῷ σουλτάνῳ εἰσιόντι ἐν Βατάνοις τῆς Μηδίας. Τῷ μαγίστρῳ δὲ Ἰωσὴφ τῷ Ταρχανειώτῃ κατάρχοντι τότε ταγμάτων πολλῶν καὶ τῷ δουκὶ πάσης δύσεως Νικηφόρῳ τῷ Βρυεννίῳ παντάπασιν ἐδόκει τὰ τοιαῦτα βουλεύματα σφάλλεσθαι καὶ ἐξελιπάρουν τὸν βασιλέα, εἰ οἷόν τε εἴη, προσμένειν καὶ τοὺς πολεμίους ἕλκειν πρὸς ἑαυτὸν τὰς πέριξ πόλεις κατοχυρώσαντα καὶ τὰς πεδιάδας ἐμπρήσαντα, ὥστε σπανίζειν τοῖς πολεμίοις τὰ ἐπιτήδεια· εἰ δὲ μὴ τοῦτο, κἂν γοῦν καταλαβεῖν τὴν Θεοδοσίου πόλιν κἀκεῖσε στρατοπεδεύσαντα προσμένειν τοὺς πολεμίους, ὥστ' ἀπορίᾳ τῶν ἀναγκαίων τὸν σουλτάνον ἀναγκασθῆναι τοῖς Ῥωμαίοις συμπλέκεσθαι ἔνθα Ῥωμαίους ξυμβαλεῖν πρὸς πόλεμον συμφέρον ἐστίν. Ἀλλ' ἐδόκουν παρὰ κωφῷ ᾄδειν καὶ τὰ τῶν κολάκων ἐνίκα καὶ δέον ἀνδράσι τὴν οἰκείαν ἀρετὴν παραστήσασιν ὑπακούειν, ὁ δὲ τοῖς κόλαξι μᾶλλον προσεῖχεν ἢ τοῖς ὀρθὰ συμβουλεύουσιν, ἐπῃρμένος τοῖς προλαβοῦσι τροπαίοις καὶ μέγα ἐπὶ τούτοις φρονῶν, καὶ γὰρ τό τε Μέμπετ φρούριον εἷλε καὶ Τούρκων ἀποσπάσι προνομευόντων ἐντυχὼν ἐτρέψατό τε τούτους καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ ἐζώγρησε. Τούτοις οὖν ἐπαιρόμενος καὶ θαρρήσας πέρα τοῦ δέοντος ἅτε καὶ πλείονα τῶν προτέρων ἐπαγόμενος ξυμμαχίαν καὶ δύναμιν, ἄρας ξὺν παντὶ τῷ στρατεύματι τὴν εὐθὺ Περσίδος ἤλαυνε καὶ πρὸς τοὺς ἐναντίους ἐχώρει. 1.14 Γενομένῳ δὲ τούτῳ περὶ τὸ Μαντζίκερτον ὁ Βασιλάκιος ὑπηντίαζε, στρατὸν ἐπαγόμενος οὐκ ὀλίγον ἐκ Συρίας καὶ Ἀρμενίας, ὃς ῥωμαλέος μὲν ὢν καὶ τὴν χεῖρα γενναῖος, θρασὺς δὲ ἄλλως καὶ δυσκάθεκτος ταῖς ὁρμαῖς καὶ τὸν βασιλέα κολακεύειν βουλόμενος οὐδὲν ὑγιὲς ἐρωτώμενος ἀπεφθέγξατο. Τοῦ γὰρ βεστάρχου Λέοντος τοῦ ∆ιαβατηνοῦ γράμματα τῷ βασιλεῖ πεπομφότος, ὡς ὁ σουλτάνος, φησί, τὴν ἐκστρατείαν πυθόμενος καὶ δείσας τὴν δύναμιν, τὴν Περσίδα καταλιπὼν ἄπεισι φεύγων εἰς Βαβυλῶνα, τούτοις ὁ βασιλεὺς τοῖς λόγοις ἀναπεισθείς, διχῆ τὸ στράτευμα διελὼν τὴν μὲν τῶν δυνάμεων αὐτόθι κατεῖχε, τὴν δὲ πρὸς τὸ Χλέατ ἐξαποστέλλει, στρατηγὸν ἐπιστήσας αὐτοῖς τὸν μάγιστρον Ἰωσὴφ τὸν Ταρχανειώτην, ἄνδρα δεινὸν μὲν στρατιωτικοῖς βουλεύμασί τε καὶ στρατηγήμασιν, ἀπρόθυμον δὲ τότε παντάπασιν ὄντα, καὶ τῷ βασιλεῖ παραινοῦντα εἴσω τὰς δυνάμεις ἁπάσας κατέχειν καὶ μὴ μερίζειν τὸ στράτευμα, ἀγχοῦ τῶν ἐναντίων στρατοπεδευόντων· ὅς, ὡς ταῦτα λέγων οὐκ ἔπειθε, τὰς δυνάμεις ἀναλαβὼν πρὸς τὸ Χλέατ ἠπείγετο· πόλις δὲ τὸ Χλέατ ὑπὸ τοὺς Τούρκους τελοῦσα καὶ φρουρὰν ἔχον ἀποχρῶσαν ἔνδοθεν Τούρκων. Ἀλλ' οὔπω τρίτης διελθούσης ἡμέρας τοῖς ἐπὶ χόρτου συλλογὴν ἐξιοῦσιν ἐπιτίθενται Τοῦρκοι καί τινας μὲν ἀναιροῦσιν, ἐνίους δὲ καὶ ζωγροῦσι. Τοῦ ξυμβάντος γοῦν ἀπαγγελθέντος τῶν βασιλεῖ, εὐθὺς ὁ Βασιλάκης μετεκέκλητο καὶ περὶ τῶν Τούρκων ἐπολυπραγμονεῖτο, τίνες τε εἶεν οἱ τὰς ἐπιθέσεις ποιούμενοι καὶ ὅθεν γῆς ἥκοντες. Ὁ δὲ τῇ συνήθει θρασύτητι καὶ πάλιν χρησάμενος τοὺς ἐκ τοῦ Χλέατ ἥκειν ἐφ' ἁρπαγῇ διενίστατο. Ἔλαθεν οὖν οὕτω τὸν βασιλέα ἡ τοῦ σουλτάνου ἔφοδος οὐ μακρὰν τοῦ στρατοπέδου