τῷ θεῷ, ἃ βούλεται πρὸς γυμνάσιον ἡμῶν διατασσομένῳ, ἀλλὰ μηδὲ κατὰ τὸ κρυπτὸν τῶν λογισμῶν γογγύζοντος χωρὶς ἀκουστῆς ἀνθρώποις φωνῆς· ὅντινα γογγυσμὸν δίκην πονηρῶν οἰκετῶν, οὐκ ἐν φανερω τέρῳ αἰτιωμένων τὰς προστάξεις τῶν δεσποτῶν, γογγύζουσιν οἱ μὴ τολμῶντες μὲν φωνῇ καὶ ὅλῃ ψυχῇ κακολογεῖν ἐπὶ τοῖς συμβαί νουσι τὴν πρόνοιαν οἱονεὶ δὲ βουλόμενοι καὶ τὸν τῶν ὅλων κύριον ἐφ' οἷς δυσαρεστοῦνται λαθεῖν. καὶ οἶμαι τοῦτ' εἶναι καὶ τὸ ἐν τῷ Ἰώβ· «ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ,» ἐπὶ τοῦ πρὸ αὐτοῦ πειρασμοῦ ἀνα γεγραμμένου· «ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν οὐδὲν ἥμαρτεν Ἰὼβ ἐνώπιον τοῦ θεοῦ»· ὃ δὴ προστάσσων μὴ δεῖν γίνεσθαι ἐν τῷ ∆ευτερονομίῳ ὁ λόγος φησί· «πρόσεχε μή ποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων· ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον» καὶ τὰ ἑξῆς. 10.2 ὁ τοίνυν οὕτως εὐχόμενος τοσαῦτα προωφεληθεὶς ἐπιτηδει ότερος γίνεται ἀνακραθῆναι τῷ πεπληρωκότι τὴν πᾶσαν οἰκουμένην τοῦ κυρίου πνεύματι καὶ τῷ πᾶσαν τὴν γῆν καὶ τὸν οὐρανὸν πε πληρωκότι, διὰ τοῦ προφήτου λέγοντι οὕτως· «οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος»· ἔτι δὲ διά τε τῆς προει ρημένης καθαρεύσεως καὶ τῆς εὐχῆς τοῦ μέσον καὶ τῶν μὴ γινω σκόντων αὐτὸν ἑστηκότος λόγου θεοῦ, οὐδενὸς ἀπολειπομένου τῆς εὐχῆς, μεθέξει, συνευχομένου πρὸς τὸν πατέρα τῷ ὑπ' αὐτοῦ μεσι τευομένῳ. «ἀρχιερεὺς» γὰρ τῶν προσφορῶν ἡμῶν καὶ πρὸς τὸν πατέρα «παράκλητός» ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, εὐχόμενος ὑπὲρ τῶν εὐχομένων καὶ συμπαρακαλῶν τοῖς παρακαλοῦσιν, οὐκ ἂν ὡς ὑπὲρ οἰκείων εὐξόμενος τῶν μὴ δι' αὐτοῦ συνεχέστερον εὐχομένων οὐδ' ἂν ὡς ὑπὲρ ἤδη ἰδίων «παράκλητος» ἐσόμενος πρὸς τὸν θεὸν τῶν μὴ πειθομένων ταῖς εἰς «τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκα κεῖν» διδασκαλίαις. «ἔλεγε γὰρ,» φησὶ, «παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν· κριτής τις ἦν ἔν τινι πόλει» καὶ τὰ ἑξῆς· καὶ ἐν τοῖς πρὸ τούτων· «καὶ εἶπε πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονύκτιον καὶ εἴπῃ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μου παρε γένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ»· καὶ μετ' ὀλίγα· «λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.» τίς δὲ μὴ προτραπῇ τῶν τῷ ἀψευδεῖ στόματι πιστευόντων Ἰησοῦ ἀόκνως εὔχεσθαι, λέγοντος· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν»· «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει»; ἐπεὶ ὁ χρηστὸς πατὴρ τὸν ζῶντα ἄρτον αἰτούντων ἡμῶν αὐτὸν (οὐχ ὃν βούλεται λίθον τροφὴν γε νέσθαι τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ ὁ ἀντικείμενος) δίδωσι τοῖς τὸ «πνεῦμα τῆς υἱοθεσίας» εἰληφόσιν ἀπὸ τοῦ πατρός· καὶ δίδωσιν «ὁ πατὴρ» «τὸ ἀγαθὸν δόμα» ὕων «ἐξ οὐρανοῦ» «τοῖς αἰτοῦσιν αὐτόν.» 11.1 Οὐ μόνος δὲ ὁ ἀρχιερεὺς τοῖς γνησίως εὐχομένοις συνεύ χεται ἀλλὰ καὶ οἱ «ἐν οὐρανῷ» χαίροντες ἄγγελοι «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἳ οὐ χρείαν ἔχουσι μετανοίας,» αἵ τε τῶν προκεκοιμημένων ἁγίων ψυχαί. ἅτινα δηλοῦ ται, Ῥαφαὴλ μὲν προσφέροντος περὶ Τωβὴτ καὶ Σάῤῥας λογικὴν ἱερουργίαν τῷ θεῷ (μετὰ γὰρ τὴν εὐχὴν ἀμφοτέρων «εἰσηκούσθη,» φησὶν ἡ γραφὴ, «προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ με γάλου Ῥαφαὴλ, καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο»· καὶ αὐτὸς δὲ ὁ Ῥαφαὴλ, φανερῶν ἑαυτοῦ ὡς ἀγγέλου τὴν κατὰ πρόσταγμα τοῦ θεοῦ πρὸς ἀμφοτέρους οἰκονομίαν, φησί· «καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάῤῥα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου,» καὶ μετ' ὀλίγα· «ἐγώ εἰμι Ῥαφαὴλ, εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ προσαναφέρουσι <τὰς προσευχὰς τῶν ἁγίων> καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου»· κατὰ τὸν λόγον γοῦν τοῦ Ῥαφαὴλ «ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης») Ἱερεμίου δὲ, ὡς ἐν τοῖς Μακκαβαϊκοῖς ἐπιφαινομένου, «πολιᾷ καὶ δόξῃ» διαφέροντος, ὡς «θαυμαστήν τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ