"Ὁ λαλῶν τὸ ψεῦδος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ," καὶ πάλιν παρὰ τῷ ∆αυείδ, "Ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα." ἀδικεῖ γὰρ ἀληθῶς ὁ ψευδόμενος ὃν πείθει· ἀδικεῖ δὲ καὶ ὁ πειθόμενος τὸν ψευδόμενον, ῥᾳδίως πισ τεύων. ἐπίσης οὖν ἐξαμαρτανόντων ἑκατέρων, μηδ' ὁπότερος ἡμῶν ἀδικήσοι τὸν πέλας. ἀρετὴ γὰρ αὑτή, τοῦ μὲν λέγοντος, λέγειν τἀληθῆ· τοῦ δὲ ἀκούοντος, δοκιμάζειν τὰ ἄδικα· "Γίνεσθε," γάρ φησιν ἡ Γραφή, "δόκιμοι τραπεζῖται," τὸ κίβδηλον ἀπὸ τοῦ δοκίμου ῥίπτοντες· οὐχ ἵνα κομπήσαντες τὸν ἦχον δεξώμεθα, ἀλλ' ἵνα σταθμίσαντες τῷ θείῳ φόβῳ μετὰ ὀρθοῦ συνειδότος τὰ λαλούμενα πάντα, ἢ τὰ γραφόμενα, τῇ τῶν πραγμάτων μαρτυρίᾳ δεξώμεθα. ὤτων καὶ γλώττης μέγας ὁ κίνδυνος· διὸ καὶ ὁ καλλι τέχνης Θεὸς τὴν μὲν ὑπὸ δύο χειλέων τηρεῖσθαι πεποίηκεν, ἐνδο τέρω τὸ τῶν ὀδόντων ἔρυμα πήξας, ἵν' ἀσφαλὲς τὸ φρούριον ὑπάρχον σωφρονίζῃ ταύτης τὴν εὐκολίαν (κατὰ τὸ γεγραμμένον, "Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου"), τῶν δὲ τὴν ὀπὴν ἑλικοειδῶς ἐξετόρνευσεν-διὰ τοῦ σχήματος αἰνιττό μενος μὴ θᾶττον εἰσδύνειν τὸν λόγον, ἵνα ἐν πλείονι χρόνῳ ἑλιττόμενος, τὴν ὕλην τοῦ ψεύδους μετὰ τῶν τῆς κακίας σκυβάλων προσκαταλείψῃ ταῖς ὄχθαις λεπτῶς διωθούμενος. οὐ μόνον δὲ τούτων ἐφρόντισε τῶν ὀργάνων, ὡς μόνων πταιόντων· ἤδη δὲ καὶ ταῖς κόραις, καθάπερ θυρίσι, καταπετάσματα τέθεικεν, ἵνα μὴ τὸν τῆς ἀκολασίας εἰσδέχωνται θάνατον, ὃν ὁ προφήτης μαρτύ ρεται λέγων· "Θάνατος ἀνέβη διὰ τῶν θυρίδων." {Ο ∆ΙΑΚ.} Εἰ μὲν ἐν τοῖς τυχοῦσιν ἦν ἡ ἐξέτασις, ἱερώτατε πάτερ, ἤρκει σου ἡ τοῦ εἴδους κατάστασις πιστῶσαι τοὺς λόγους· 27 ἐπειδὴ δὲ οὐ μικρὰν φέρει νῦν μὲν κατάγνωσιν, μετέπειτα δὲ κατάκρισιν, συναχθέντων ἀρχόντων τε καὶ λαῶν παρὰ τῷ βήματι τῷ φοβερῷ, ἀληθείας οὔσης τῆς ζητουμένης, δός μοι συγγνώμην, ἄριστε, μὴ τὰς τῶν τριχῶν προβαλλόμενος πολιὰς μάρτυρας. γεγηράκασι γὰρ καὶ φαῦλοι, οὐκ ἀρετῇ τὴν ψυχὴν πολιώσαντες, ἀλλὰ τὰ σώματα χρόνου μήκει ῥυτιδώσαντες· οἷοι ἦσαν οἱ κατὰ Βαβυλῶνα ψευδοπρεσβύτεροι, καὶ ὁ ἐν τῷ Ἰερεμίᾳ Ἐφράϊμ, περὶοὗ μεμφόμενος ὁ λόγος βοᾷ· "Ἐφράϊμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· πολιαὶ αὐτῷ ἐξήνθησαν, αὐτὸς δὲ οὐκ ἔγνω." δισσεύων δὲ λέγει πληκτικώτερον· "Ἐγένετο Ἐφράϊμ ἐγκρυφίας οὐ μεταστρεφόμενος, καὶ ἀλλότριοι ἔφαγον τὴν ἰσχὺν αὐτοῦ." κἀκεῖνο δὲ προσθήσω, εἰ καὶ μηκυνῶ τὸν λόγον· τίς πολιώτερος ἢ τίς ἐπιεικέστερος τὸ φαίνεσθαι Ἀκακίου τοῦ Βεροίας, ὃν νῦν διαμέμφεσθε ὡς ταραξάρχην καὶ ἡγεμόνα τῆς τῶν νεωτεροποιῶν πλημμελείας; οὗ καὶ αὐτοὶ οἱ μυκτῆρες τὰς λευκὰς ἐπεσύροντο τρίχας, ἡνίκα ἐπέστη τῇ Ῥώμῃ κομίσας τῆς χειροτονίας τὸ ψή φισμα τοῦ ἐπισκόπου Ἰωάννου. {Ο ΕΠΙΣΚ.} Νῦν ἔγνων σαφῶς, ὅτι δόκιμος εἶ τραπεζίτης, μὴ πειθόμενος τῇ δερματίνῃ σκηνῇ, ἀλλὰ τὴν τοῦ ἐνοικοῦντος ἐπιζη τῶν ἐπιστήμην. καὶ γὰρ καὶ οἱ Αἰγυπτίων ναοὶ μέγιστοι ὄντες, καὶ κάλλει λίθων κομπάζοντες, πιθήκους ἔχουσιν ἔνδον καὶ ἴβιες καὶ κύνας ἀντὶ θεῶν· ὁ δ' ἡμέτερος Κύριος καὶ Θεός, χρηματίζων τῷ Σαμουὴλ περὶ καταστάσεως ἡγεμόνος τοῦ Ἰσραήλ, παρεγγυᾷ μὴ βλέπειν εἰς ἕξιν καὶ πλάσιν πηλίνου σώματος, λέγων· "Οὐχ ὡς ἄνθρωπος βλέψει ὁ Θεός· ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν." διὸ οἱ "μιμηταὶ τοῦ Θεοῦ" ἐπὶ παντὸς πράγ ματος τὸ βαθύτερον ἐρευνῶσιν. ὅθεν προθύμως ἐμαυτὸν ἐπιδίδωμι, ἐξαγιάσας σου τὸν ζυγὸν μηδαμῶς ἑτεροκλινοῦντα. οἱ δὲ Βαβυ λώνιοι, γέροντες μὲν τὰ σώματα, τὰς δὲ ψυχὰς ὑπ' ἀναισθησίας κομιδῇ νήπιοι, εἰ ἐπίστευον τῇ τῶν νεκρῶν ἀναστάσει, πρότερον μέν, ἐῤῥωμένην ἔχοντες τὴν σοφίαν, οὐκ ἂν ἤρων Σωσάννης γυναικὸς ἀλλοτρίας· ἔπειτα δ', εἴπερ εἶχον τὸν τοῦ Θεοῦ φόβον, οὐκ ἂν συνέπλεξαν τῇ ἀκολασίᾳ τὴν συκοφαντίαν. τοῦ δὲ ἀτίμου ἐν γήρᾳ ἀπόδειξις τῆς νεωτερικῆς ὥρας ἡ καπηλεία. 28 <ΚΕΦΑΛΑΙΟΝ Εʹ> Ἰωάννης οὗτος τὸ μὲν γένος ἦν Ἀντιοχεύς (κεκοίμηται δέ), υἱὸς γεγονὼς τῶν διαπρεψάντων εὐγενῶς παρὰ τῇ τάξει τοῦ στρατηλάτου τῆς Συρίας, τεχθεὶς πρὸς ἀδελφῇ τῷ πατρί. δεξιωτέρας δὲ ὑπάρχων