Epistulae ad Castorem

 καθημερι ναῖς συνόδοις φυλάττεσθαι, ἱκανῶς ἡμῖν εἴρηται. Ὀφεί λομεν δὲ λοιπὸν περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ 28.853 διηγήσασθαι, ποίῳ τρόπῳ ἐν τούτοι

 κρίσεσι δοκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνή σεται ἐν μηδενὶ ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυπούμενος ἀπατᾶσθαι, ὡς ἄπειρος, καὶ μήπω γνῶσιν κεκτ

 διετυπώσαντο. Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων παρέχεται, ἡνίκα εἰς τοσοῦτον πλῆθος πολυαρίθμητον τῶ

 ἕως ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ μικροῦ υἱοῦ παρὰ τὸν συνήθη κανόνα τοῦ κοινοβίου ἐδέχθη. Καὶ ὅτε μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ μόνον διαφόροις

 πεποίηκεν ἀνθρώπῳ, ὃς παρ' αὐτοῖς ὡς ἀρχάριος, καὶ οὐ πρὸ πολλοῦ τὸν κόσμον καταλείψας. ἔσχατος ἐνομίζετο. Ἔτι δὲ μάλιστα ἐξεπλάγησαν, ὅτε τὸ ὄνομα το

 ἀκινήτους καὶ ἀνενεργήτους ἔχει πάσας τὰς ἐπιθυμίας καὶ τὰς σαρκικὰς διαθέσεις. Φυλάττου τοιγαροῦν μήποτε τούτων ἀναλαβεῖν ἐπιθυμήσῃς, ὧν ἀποτασσόμενο

 κρύπτει Πατέρα· τρίτον, εἰ μὴ τῇ ἰδίᾳ συνέσει, ἀλλὰ πάντα τοῦ Πα τρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἐπιποθῶν, καὶ ἡδέως ἀκούων τῆς τούτου νουθεσία

 θελημάτων ἡ νέκρωσις· ἐκ δὲ τῆς τῶν θελημάτων νεκρώσεως αἱ τῶν ἡδονῶν ῥίζαι μαραίνονται· ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς ψυχῆς ἀποβάλλονται· τῇ δ

 σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,» οὐ τὴν ἀναγκαίαν τῆς ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπι μέλειαν ἀπηγόρευσεν. Ἄλλως τε καὶ πρ

 προστρέ χειν. Εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνη σις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχὴν, καὶ μήπω τοῦ πάθους ἀπηλλάχθαι. Καὶ τού

 ἀνάπτει, τῇ δρόσῳ τῆς παρου σίας τοῦ ἁγίου Πνεύματος ἀποσβεσθῆναι. Πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πολέμιον τοῦ τον καθέστηκεν ἡ κατὰ Θεὸ

 ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυ σίῳ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκο τωθεὶς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμ

 τοῦ βα λεῖν ἀρχὴν χαύνην καὶ διεφθαρμένην ἀνατρέπειν τοὺς ἄλλους ἀπὸ τῆς εὐαγγελικῆς τελειότητος. Ἐπειδὴ δέ τινες τὸ καλῶς εἰρημένον τῇ Γραφῇ· «Μακάρι

 περιφρονοῦμεν. Τὴν κατάκρισιν Ἀνανίου καὶ Σαπ φείρης πρὸ ὀφθαλμῶν ἔχοντες, φρίξωμεν καταλιμπά νειν ἑαυτοῖς τί ποτε τῆς παλαιᾶς περιουσίας. Ὁμοίως τοῦ

 κατανύγητε·» τουτέστιν, ὅταν ἀνέλθωσιν ἐπὶ τὴν καρδίαν οἱ πονηροὶ λογισμοὶ, ἐκβάλλοντες τούτους διὰ τῆς πρὸς αὐτοὺς ὀργῆς, μετὰ τὴν τούτων ἀποβολὴν ὡσ

 φεύγοντες τὴν ἔρημον καταδιώκω μεν καὶ τὴν μόνωσιν, ὅσα δ' ἂν τῶν ἡμετέρων παθῶν ἀθεράπευτα ἐκεῖσε ἐπενέγκωμεν, ἐπικεκρυμμένα, οὐκ ἐξειλημμένα, τυγχάν

 ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις, ἔξεστιν ἡμῖν κινεῖν τὸν θυμόν. Τοῦ γὰρ πνεύματος τῆς ὀργῆς σκο τίσαντος τὴν διάνοιαν, οὔτε δ

 λύπη ...» τῇ ἐλπίδι τῆς μετανοίας τρέφουσα τὴν ψυχὴν, χαρὰ σύμμικτος ὑπάρχει· ὅθεν καὶ πρόθυμον καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρα σκευάζει τ

 δυσκαταγώνιστος τυγχάνει. Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίστα ται ἔν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ, καὶ ἐν ἀγρυπνίαις, καὶ ἐν νησ

 ὑψηλῷ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός. Καὶ ἄλλος προφήτης λέγει· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ,

ἀνάπτει, τῇ δρόσῳ τῆς παρου σίας τοῦ ἁγίου Πνεύματος ἀποσβεσθῆναι. Πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πολέμιον τοῦ τον καθέστηκεν ἡ κατὰ Θεὸν ἀγρυπνία. Ὥσπερ γὰρ ἡ ἁγνεία, καὶ ἡ παραφυλακὴ τῆς ἡμέρας τὴν νυκτε ρινὴν παρασκευάζουσιν ἁγιοσύνην, οὕτως ἡ νυκτερινὴ κατὰ Θεὸν ἀγρυπνία τὴν ἡμερινὴν τῇ ... Τρίτος ἐστὶν ἡμῖν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς φιλαργυρίας· ξένος οὗτος ὁ πόλεμος, καὶ ἔξωθεν τῆς φύσεως γνωριζόμενος, ἐξ ἀπιστίας τῷ μοναχῷ τὴν ἀφορμὴν εὑρίσκων. Καὶ γὰρ καὶ τῶν ἄλλων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, οἱ ἐρεθισμοὶ ἐκ τοῦ σώ ματος δοκοῦσιν ἔχειν τὰς ἀφορμὰς, καὶ τρόπον τινὰ ὡς ἔμφυτα, καὶ ἀπὸ γενέσεως ἔχοντα τὴν ἀρχήν· ὅθεν καὶ διὰ μακροῦ χρόνου νικῶνται. Ἡ δὲ τῆς φιλαργυ ρίας νόσος ἔξωθεν ἐπερχομένη εὐχερέστερον ἐκκό πτεσθαι δύναται, εἰ ἐπιμελείας τύχοι καὶ προσοχῆς· ἀμεληθεῖσα δὲ ὀλεθριωτέρα τῶν ἄλλων παθῶν καὶ συναπόβλητος γίνεται· ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστι κατὰ τὸν Ἀπόστολον. Σκοπήσωμεν δὲ οὕτω. Τοῦ σώματος αἱ φυσικαὶ κινήσεις οὐ μόνον ἐν τοῖς παισὶ θεωροῦνται, ἐν οἷς οὔπω διάγνωσις ἀγαθοῦ τε καὶ κακοῦ τυγχάνει, ἀλλὰ καὶ ἐν τοῖς βραχυτάτοις καὶ γαλουχουμένοις νηπίοις, ἅτινα, μηδὲ ἴχνος ἔχοντα σαρκικῆς ἡδονῆς, ὅμως ἐν τῇ σαρκὶ σημαίνουσι κί νησιν. Ὁμοίως καὶ τοῦ θυμοῦ τὸ κέντρον ἐν τοῖς νη πίοις θεωρεῖται, ὅταν συγκινούμενα ταῦτα πρὸς τοὺς λελυπηκότας ὁρῶμεν. Καὶ ταῦτα λέγω, οὐ τὴν φύσιν κακίζων, ὡς ἁμαρτίας αἰτίαν, μὴ γένοιτο ἀλλ' ἵνα δείξω, ὅτι θυμὸς μὲν καὶ ἐπιθυμία, εἰ καὶ ἐπ' ἀγαθῷ παρὰ τοῦ Θεοῦ τοῦ δημιουργοῦ συνεζεύχθησαν τῷ ἀνθρώπῳ, ἀλλ' οὖν γε δοκεῖ πως ἐκ τῶν φυσικῶν τοῦ σώματος εἰς τὰ παρὰ φύσιν διὰ ῥᾳθυμίας ἐκπίπτειν. 28.881 Καὶ γὰρ ἡ τοῦ σώματος κίνησις πρὸς τεκνογονίαν καὶ διαδοχὴν τοῦ γένους διαμονῆς, οὐ πρὸς πορνείαν ὑπὸ τοῦ ∆ημιουργοῦ ἐδόθη· καὶ ἡ τοῦ θυμοῦ κίνησις σωτηριωδῶς ἡμῖν ἐγκατέσπαρται, ὥστε θυμοῦσθαι κατὰ τῆς ἁμαρτίας, οὐ μὴν πρὸς τὸ ὁμόφυλον ἐκθη ριοῦσθαι. Οὐ τοίνυν, εἰ κακῶς ταύταις κεχρήμεθα, ἁμαρτωλὸς ἡ φύσις, ἢ τὸν πλάστην αἰτιασώμεθα, ὥσπερ οὐδὲ τὸν δεδωκότα σίδηρον πρὸς ἀναγκαίαν καὶ λυσιτελῆ χρείαν, εἰ ὁ δεξάμενος πρὸς φόνων ὑπ ηρεσίαν τούτῳ ἐχρήσατο. Ταῦτα δὲ εἰρήκαμεν, δεῖξαι βουλόμενοι, ὅτι τὸ τῆς φιλαργυρίας πάθος οὐκ ἐκ τῶν φυσικῶν κινήσεων τὴν ἀρχὴν ἔχει, ἀλλ' ἐκ μόνης κακίας καὶ διεφθαρμένης προαιρέσεως. Αὕτη γὰρ ἡ νόσος, ὅταν χλιαρὰν καὶ ἄπιστον ἐν ἀρχῇ τῆς ἀποτα γῆς εὕρῃ ψυχὴν, δικαίας τινὰς καὶ τὸ δοκεῖν εὐλό γους προφάσεις ὑποβάλλει πρὸς τὸ κατασχεῖν τί ποτε ὧν κέκτηται· ὑπογράφει γὰρ κατὰ διάνοιαν τῷ μο ναχῷ γῆρας μακρὸν, καὶ ἀσθένειαν σώματος, καὶ ὅτι αἱ διδόμεναι χρεῖαι ἐκ τοῦ κοινοβίου οὐκ εἰσὶν ἱκαναὶ πρὸς παραμυθίαν· οὐ λέγω ἀσθενοῦντι, ἀλλ' οὐδὲ ὑγιαίνοντι· καὶ ὅτι ἐνταῦθα οὐ γίνεται κατ' ἀξίαν φροντὶς τοῖς ἀσθενοῦσιν, ἀλλὰ καὶ πάνυ ἠμε λημένη, καὶ ὡς, εἰ μὴ ἔχει ἀποκεκρυμμένον χρυ σίον, ἀθλίως ἀπολεῖται. Τελευταῖον δὲ ὑποβάλλει μὴ δύνασθαι μένειν ἐπὶ πολὺ ἐν τῷ μοναστηρίῳ διὰ τὴν βαρύτητα τῶν ἔργων καὶ τὴν τοῦ πατρὸς ἀκρίβειαν. Καὶ ὅτε ταῖς τοιαύταις ἐνθυμήσεσιν ἀποπλανήσῃ τὴν διάνοιαν, πρὸς τὸ κἂν ἓν δηνάριον κατασχεῖν, τὸ τη νικαῦτα πείθει αὐτὸν καὶ ἐργόχειρον λάθρα τοῦ ἀββᾶ μαθεῖν, ἐξ οὗ δυνήσεται τὸ περισπούδαστον αὐτῷ ἀργύριον αὐξῆσαι· καὶ λοιπὸν ἐλπίσιν ἀδήλοις ἀπατᾷ τὸν ἄθλιον, ὑποβάλλων αὐτῷ τὸ ἐκ τοῦ ἐργοχείρου κέρδος καὶ τὴν ἐκ τούτου ἄνεσιν καὶ ἀμεριμνίαν. Καὶ ὅλως τῇ τοῦ κέρδους ἐνθυμήσει δεθεὶς, οὐδὲν τῶν ἐναντίων σκοπεῖ, οὐκ ὀργῆς μανίαν, εἴποτε συμβῇ αὐτῷ ζημίᾳ περιπεσεῖν· οὐ λύπην, οὐ σκότος, εἰ ἀποτύχοι τοῦ ἐκ τοῦ ἔργου κέρδους, ἀλλὰ γίνεται, ὅπερ ἄλλοις ἡ γαστὴρ θεὸς, οὕτω τούτῳ ὁ χρυσός. Ὅθεν ὁ μακάριος Ἀπόστολος, τοῦτο γινώσκων, οὐ μόνον ῥίζαν πάντων τῶν κακῶν, ἀλλὰ καὶ εἰδωλολα τρείαν ταύτην ἐκάλεσε. Θεωρήσωμεν τοίνυν πρὸς πόσην κακίαν ἡ νόσος αὕτη τὸν ἄνθρωπον κατασύρει, ὡς καὶ εἰς εἰδωλολατρείαν ἐμβάλλειν. Ἀποστήσας γὰρ ὁ φιλάργυρος τὸν νοῦν αὐτοῦ

12