ἵνα μὴ προσθῇ ἔτι. Ὅτε, φησὶ, τὴν ἐκδίκησιν τῶν πτωχῶν ποιήσει, τότε οὐκ ἔτι προσθήσει τοῦ μεγαλαυχεῖν ἄν θρωπος. Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Ιʹ. Ὑπόθεσις. Καὶ τοῦτον μετὰ τὸ περιγενέσθαι τῶν ἐχθρῶν ᾄδει τὸν ψαλμόν. Ἔστι δὲ φρονήματος ἁγιοπρεποῦς παραστατικόν. 27.93 Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου; Πῶς μοι ἐρεῖτε, φησὶ, φεύγειν ἐπὶ τὰ ὄρη δί κην στρουθίου, καίτοι πεποιθότι ἐπὶ Θεῷ; Μετα ναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον. Μετοίκει, μετ έρχου, φεῦγε ἐπὶ τὰ ὄρη, τουτέστι τὰς ἀρετάς. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμα σαν βέλη εἰς φαρέτραν. Τούτοις τοῖς λόγοις εἰς φυγὴν ἠρέθιζον φάσκοντες, εἰ μὴ φεύγῃ κατατο ξεύειν αὐτὸν τοὺς ἁμαρτωλούς. ∆ηλοῖ οὖν τοὺς πονηροὺς λογισμοὺς βέλη εἶναι τοῦ πονηροῦ. Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, ἀντὶ λεληθότως. Τοιαῦτα γὰρ τῶν νοητῶν ἐχθρῶν τὰ τοξεύματα. Ὅτι ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον. Κατ ήνεγκε, φησὶν, ὁ ἐχθρὸς τὸν ἄνθρωπον εἰς φθορὰν, καίτοι ἐπὶ ἀφθαρσίᾳ κατηρτισμένον. Ὁ δὲ δίκαιος τί ἐποίησεν; Εἰ καὶ οἱ ἐχθροὶ, φησὶ, τὰ τοιαῦτα ἔδρασαν, ἀλλ' ὁ Κύριος ὁ ναὸν ἔχων τὸν οὐρανὸν, ἐξέτασιν τῶν δικαίων καὶ τῶν ἀσεβῶν ποιούμενος, τοῖς μὲν ἀπονέμει τὰ ἀγαθὰ, τοὺς δὲ ταῖς αἰωνίαις παραπέμπει κολάσεσι. Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ. [Ὅτι ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον. Ἀντὶ τοῦ, τὰ σὰ ἔργα καταλύειν σπεύδουσι δι' ἐμοῦ· ὃν γὰρ ἔχρισας βασιλέα σπουδάζουσιν ἀκυρῶσαι κατὰ τῆς σῆς ὁπλιζόμενοι ψήφου. Καὶ ταῦτα δρῶσι τὰς κατὰ φύσιν ὀρθὰς ἐννοίας καθελόντες ἐξ ἑαυτῶν, ἃς δῆθεν κατηρτίσατο.] Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν. Τὸ ἀλάθητον σημαίνει τοῦ Θεοῦ· ὀφθαλμοὺς δὲ τὴν εὐεργετικὴν ἐπισκοπήν. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Βλέφαρα δὲ τὴν κριτικὴν αὐτοῦ πρόνοιαν καὶ τῶν πραγμάτων ἐξεταστικήν. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΙΑʹ. Ὑπόθεσις. Εἴρηται περὶ τῆς ὀγδόης ἐν τῷ ἕκτῳ ψαλμῷ. Εὔχεται δὲ ῥυσθῆναι τῆς γενεᾶς τῆς πονηρᾶς. Αὐτὴ δὲ ἂν εἴη γενεὰ ἡ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· περὶ ἧς αὐτὸς ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὀλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀν θρώπων. Τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπι βουλάς. Ἀφέντες γὰρ τὴν ἀλήθειαν οἱ Ἰουδαῖοι ψεῦδος κατὰ τοῦ Χριστοῦ ἐπετέλεσαν. Χείλη δόλια ἐν καρδίᾳ. Ὅτι, διδάσκαλον αὐτὸν ἀποκαλοῦντες καὶ ἀγαθὸν, ἕτερα ἐβουλεύοντο περὶ αὐτοῦ. Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δό λια, γλῶσσαν μεγαλοῤῥήμονα. Πῶς γὰρ οὐ μεγα λοῤῥήμων ἡ γλῶσσα ἐκείνη ἡ τολμήσασα τῷ Σωτῆρι λέγειν· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; Τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦ 27.96 μεν· τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι. Τίς ἡμῶν Κύριός ἐστιν; Ὡς τοῦτο διανοουμένων, τὸ ἐξουσίαν ἔχειν πᾶν ὅ τι ἂν βούλοιντο εἰπεῖν κατὰ τοῦ Σωτῆρος Τοῦτο δέ· Τίς ἡμῶν Κύριός ἐστι; ὅμοιον τῷ Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν. Πτωχοὺς δὲ καὶ πένητας τοὺς κατὰ πνεῦμα λέγει· ὧν καὶ τοῦ στεναγμοῦ ἀκούσας, Ἀναστήσομαι, φησί. Θήσο μαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Τουτέστι, Φανερὸν πᾶσι καταστήσω τὸ σωτήριον, ὃ καὶ ἐξάκουστον παρασκευάσω γενέσθαι. Ἐκηρύχθη γὰρ εἰς πᾶσαν τὴν γῆν. Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρω μένον. Ἀληθεῖς, φησὶν, οἱ λόγοι οἱ περὶ τοῦ σωτη ρίου ἐπηγγελμένοι, ὥσπερ καὶ τὸ ἀργύριον τὸ πολλάκις χωνευθέν. Τὸ δὲ, ἑπταπλασίως, ἀντὶ τοῦ πολυπλασίως τέθεικε· τοῦτο γὰρ σύνηθες τῇ θείᾳ Γραφῇ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς. ∆ιὰ τοῦτο, φησὶ, φυλάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες ἡμᾶς οἱ ἀσεβεῖς ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ. Οὗτοι δ' ἂν εἶεν αἱ ἀντικείμεναι καὶ
12