προσθέοντα δὲ τὸν θεσπέσιον Ἀβραὰμ οὐχ ὡς τρισὶν εἰπεῖν· Κύριοι, εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν, Κύριον δὲ μοναδικῶς ὀνομάζοντα τοῦς τρεῖς, ὡς ἕνα παρ' ἑαυτῷ καταίρειν ἀξιοῦν, ἐπεὶ καὶ ὡς εἷς ὄντες οἱ τρεῖς ἔφασκον ὡς ἐκ προσώπου πάλιν ἑνός· Ποῦ Σάρρα ἡ γυνή σου; καὶ τὸ ἐπαναστρέφων ἥξω κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας. Ἄθρει δὴ οὖν, ἄθρει τοὺς ὀφθέντας αὐτῷ τρεῖς μὲν ὄντας καὶ ἰδιοσυστάτως ἕκαστον ὑφεστηκότας, τῷ γε μὴν λόγῳ τῆς ὁμοουσιότητος εἰς ἕνα συνειλημμένους καὶ τὰς διαλέξεις οὕτω ποιεῖσθαι σπουδάσαντας. 1.27 Ἀλλ' αἱ μὲν τῶν τοιούτων εἰκόνες ἀμυδραί πώς εἰσι, καὶ πολὺ τῆς ἀληθείας ἡττώμεναι, πλὴν τὸ χρειῶδες ἔχουσιν εἰς χειραγωγίαν τὴν ἐπί γέ, φημι, τὰ ὑπὲρ νοῦν καὶ λόγον. ∆ιανοίαις γε μὴν ταῖς καθαρωτάταις τὸ φῶς τῆς θεοπτίας εἰσδύεται καὶ ὡς ἀπὸ τῶν αἰσθητῶν ἀνιπτάμεθά πως πρὸς τὰ αἰσθήσεως ἀνωτέρω καὶ λόγων τῶν ἐν ἡμῖν τὴν δύναμιν ὑπερκείμενα. Μία μὲν γάρ ἐστιν ὁμολογουμένως φύσις θεότητος ἡ ἐπὶ πάντας τε καὶ διὰ πάντων καὶ ἐν πᾶσι, κατευρύνεται δὲ νοητῶς εἰς ἁγίαν Τριάδα σεπτήν τε καὶ ὁμοούσιον εἴς τε Πατέρα φημὶ καὶ μέντοι καὶ τὸν Υἱὸν καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Πλὴν εἰ καὶ ὑφεστήκασιν ἰδικῶς τῶν ὠνομασμένων ἕκαστον, τοῦτο ὑπάρχον κατὰ ἀλήθειαν ὅπερ εἶναι καὶ λέγεται, ἀλλ' ὅ γε τῆς ὁμοουσιότητος λόγος εἰς ἀπαράλλακτον αὐτὰ συναγείρει φύσιν· γεγέννηται μὲν γὰρ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς καὶ ἔστιν ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ φυσικῶς, ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμα, ἴδιον ὂν τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ὁμοίως τοῦ Υἱοῦ· ἁγιάζει γὰρ δι' αὐτοῦ τὸ ἁγιάζεσθαι πεφυκὸς ὁ Πατήρ. Οὐκ ἠγνόηκε τοίνυν ὁ προπάτωρ Ἀβραὰμ τὸν ἐν ἁγίᾳ Τριάδι προσκυνούμενον, τὸν γῆς τε καὶ οὐρανοῦ καὶ τῶν ὅλων δημιουργὸν καὶ τὸ κατὰ πάντων ἔχοντα κράτος. Οἵ γε μὴν ἐξ αὐτοῦ γεγονότες, Ἰσαάκ τέ φημι καὶ Ἰακώβ, πεφρονήκασιν οὐχ ἑτέρως, ἀλλὰ τῆς πατρῴας ἀρετῆς κατ' ἴχνος ἰόντες τῆς αὐτοῦ πίστεως γεγόνασι ζηλωταί. Καὶ γοῦν Μωσῆς ὁ μακάριος ἐν τῷ βιβλίῳ τῆς Κοσμογονίας τὰ περὶ αὐτῶν ἐξηγούμενος ὦφθαι μέν φησι τῷ Ἰακὼβ τὸν τῶν ὅλων Θεόν, ἐμπεδοῦντα δὲ πρὸς ἐλπίδας αὐτὸν ἀγαθὰς εἰπεῖν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ Θεὸς Ἰσαάκ. Ὡμολόγει δὲκαὶ αὐτὸς ὁ Ἰακὼβ λέγων· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, καὶ ἔσται μοι Κύριος εἰς Θεόν. 1.28 Καὶ ταυτὶ μὲν ἀπόχρη περὶ αὐτῶν· χρῆναι δέ φημι καὶ αὐτῷ λοιπὸν ἐπαφεῖναι τὸν λόγον τῷ θεσπεσίῳ Μωσεῖ. Ἕνα γὰρ καὶ αὐτὸς τὸν φύσει τε καὶ ἀληθῶς διακηρύττει Θεόν, οὐκ ἠγνοηκὼς τὸν δι' οὗ τὰ πάντα παρῆκται πρὸς γένεσιν, τὸν ζῶντά τέ φημι καὶ ἐνυπόστατον Λόγον αὐτοῦ καὶ τὸ ἐν Θεῷ τε καὶ ἐξ αὐτοῦ Πνεῦμα ζῳοοποιόν, τὸ δι' Υἱοῦ τῇ κτίσει πεμπόμενον· Ἔφη γὰρ ὅτι· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, κεφαλαιωδέστερον δὲ καὶ ὡς ἐν βραχεῖ τῷ λόγῳ τούτῳ γενεσιουργὸν τῶν ὅλων ἀποφήνας αὐτόν, ἐπεξεργάζεται τὸ διήγημα, καὶ δέδειχεν ὅτι διὰ ζῶντος Λόγου τοῦ κρατοῦντος πάντων Θεοῦ παρήχθη πρὸς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ, ζωογονεῖται δὲ καὶ ἐν Πνεύματι. Εἶπε γάρ, φησίν, ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἐγένετο οὕτως· καὶ ἐφ' ἑκάστου τῶν γεγονότων κατίδοι τις ἂν λέγοντα μὲν τὸν Πατέρα Γενηθήτω τόδε τι τυχὸν ἢ τόδε, παρακομίζοντα δὲ διὰ τοῦ Λόγου πρὸς γένεσιν ὅπερ ἂν βούληται μελλησμοῦ δίχα παντός· ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, κἂν εἰ κατανεύσειε μόνον, ἔστι τὸ δοκοῦν. Ἔφη δὲ ὅτι· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· οὐκοῦν διαμνημονεύει καὶ μάλα σαφῶς Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ κατὰ τρόπους δὲ ἑτέρους ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι τὴν μίαν καὶ φύσει καὶ ἀληθῶς διακηρύττει θεότητα. Ὅτε γὰρ δὴ