τοιούτων ἀκολασίας εἶδός ἐστιν. Τί μεῖζον τοῦ σταυρῶσαι Χριστόν; καὶ τούτου καθάρσιόν ἐστι τὸ βάπτισμα. Τοῖς γὰρ προσελθοῦσι τρισχιλίοις ἔλεγεν ὁ Πέτρος, τοῖς σταυρώσασιν τὸν Κύριον πυνθανομένοις καὶ λέγουσι· τί ποιήσομεν ἄνδρες ἀδελφοί; μέγα γὰρ τὸ τραῦμα. Ἐπέστησας ἡμᾶς, ὦ Πέτρε, τῷ ἡμετέρῳ πτώματι, εἰπών· τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε. Ποία ἐστὶν ἔμπλαστρος τηλικούτου τραύματος; ποῖον καθάρσιον τηλικούτου ῥύπου; τίς ἡ σωτηρία τῆς τοιαύτης ἀπωλείας; Μετανοήσατε, φησὶ, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ Κυρίου ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὦ ἀνεκδιήγητος τοῦ Θεοῦ φιλανθρωπία! τὸ σωθῆναι οὐκ ἐλπίζουσι, καὶ Πνεύματος ἁγίου καταξιοῦνται. Βλέπεις τοῦ βαπτίσματος τὴν δύναμιν. Εἴ τις ὑμῶν λόγοις βλασφήμοις ἐσταύρωσε τὸν Χριστόν· εἴ τις ὑμῶν κατ' ἄγνοιαν ἐνώπιον ἀνθρώπων ἠρνήσατο· εἴ τις διὰ πονηρῶν ἔργων βλασφημηθῆναι τὸ δόγμα παρεσκεύασεν· εὔελπις ἔστω μετανοῶν· πάρεστι γὰρ καὶ νῦν ἡ αὐτὴ χάρις. 3.16 Θάρσει Ἱερουσαλὴμ, περιελεῖ Κύριος πάντα τὰ ἀδικήματά σου· ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων αὐτοῦ, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, ῥαντιεῖ ἐφ' ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πάσης ἁμαρτίας ὑμῶν· χορεύσουσι περὶ ὑμῶν ἄγγελοι, καὶ ἐροῦσι· Τίς αὔτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς; Ἡ γὰρ πρότερον δούλη ψυχὴ νῦν ἀδελφιδοῦν αὐτὸν τὸν δεσπότην ἐπεγράψατο· ὃς τὴν ἀνυπόκριτον ἀποδεχόμενος προαίρεσιν ἐπιφωνήσει· Ἰδοὺ, εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων· διὰ τὴν εὐσυνείδητον ὁμολογίαν· καὶ ἑξῆς· αἱ πᾶσαι διδυμεύουσαι· διὰ τὴν διπλῆν χάριν, λέγω δὲ τὴν ἐξ ὕδατος καὶ Πνεύματος τελουμένην, ἢ διὰ τὴν ἐκ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης καταγγελλομένην. Καὶ γένοιτο πάντας ὑμᾶς τὸν δρόμον τῆς νηστείας τελέσαντας, μνημονεύοντας τῶν λεγομένων, καρποφοροῦντας ἐν ἔργοις ἀγαθοῖς, ἀμώμως τῷ νοητῷ νυμφίῳ παραστάντας, τυχεῖν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ὑπὸ τοῦ Θεοῦ· ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 4.τ ΚΑΤΗΧΗΣΙΣ ∆ʹ ΦΩΤΙΖΟΜΕΝΩΝ Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΤΩΝ ∆ΕΚΑ ∆ΟΓΜΑΤΩΝ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κολοσσαεῖς· Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ τὰ ἑξῆς. 4.1 Μιμεῖται τὴν ἀρετὴν ἡ κακία, καὶ τὸ ζιζάνιον βιάζεται σῖτος νομισθῆναι· σχήματι μὲν πρὸς τὸν σῖτον ἐξομοιούμενον, ἐκ δὲ τῆς γεύσεως ὑπὸ τῶν διακριτικῶν ἐξελεγχόμενον. Καὶ ὁ ∆ιάβολος μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, οὐχ ἵνα ἐπανέλθῃ ὅπου καὶ ἦν· [ὥσπερ γὰρ ἄκμων, ἀνήλατον τὴν καρδίαν κτησάμενος, ἀμετανόητον λοιπὸν ἔχει τὴν προαίρεσιν] ἀλλ' ἵνα τοὺς ἰσάγγελον βίον πολιτευομένους, ἀβλεψίας σκότει, καὶ ἀπιστίας λοιμώδει περιβάλλῃ καταστάσει. Πολλοὶ λύκοι περιάγουσιν ἐν ἐνδύμασι προβάτων, προβάτων μὲν ἐνδύματα κεκτημένοι, οὐ μὴν καὶ ὄνυχας καὶ ὀδόντας· ἀλλὰ τὴν ἥμερον περικείμενοι δορὰν καὶ τῷ σχήματι τοὺς ἀκάκους ἀπατῶντες, τὴν φθοροποιὸν τῆς ἀσεβείας ἐκ τῶν ὀδόντων προσχέουσιν ἰόν. Χρεία τοίνυν θείας ἡμῖν χάριτος, καὶ νηφαλίου διανοίας καὶ βλεπόντων ὀφθαλμῶν· ἵνα μήτε τὸ ζιζάνιον ὡς σῖτον φαγόντες, ἐξ ἀγνοίας βλαβῶμεν· μήτε τὸν λύκον πρόβατον ὑπολαβόντες, θηρευθῶμεν· μήτε ἄγγελον ἀγαθὸν, τὸν ὀλεθροποιὸν ∆ιάβολον ὑποπτεύσαντες, καταποθῶμεν. Περιέρχεται γὰρ ὡς λέων ὠρυόμενος, ζητῶν τίνα καταπίῃ, κατὰ τὴν γραφήν. ∆ιὰ τοῦτο ἡ Ἐκκλησία νουθετεῖ, διὰ τοῦτο τὰ παρόντα διδασκαλεῖα, διὰ τοῦτο τὰ ἀναγνώσματα γίνονται. 4.2 Ὁ γὰρ τῆς θεοσεβείας τρόπος ἐκ δύο τούτων συνέστηκε, δογμάτων εὐσεβῶν, καὶ πράξεων ἀγαθῶν. Καὶ οὔτε τὰ δόγματα, χωρὶς ἔργων ἀγαθῶν εὐπρόσδεκτα τῷ Θεῷ· οὔτε τὰ μὴ μετ' εὐσεβῶν δογμάτων ἔργα τελούμενα, προσδέχεται ὁ Θεός. Τί γὰρ ὄφελος, εἰδέναι μὲν τὰ περὶ Θεοῦ δόγματα