ὡς ἄξιον ἦν, ὑπε δέξατο, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ποιησάμε νος, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναδεξά μενος. 14. Τούτοις ἐπαρθεὶς ὁ βασιλεὺς ἐξῆλθε μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ παντὸς κατὰ τῶν Ἀγαρηνῶν, καὶ εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸ Σαμόσατον, πλούτῳ κομῶν καὶ δυνάμει τότε διὰ τὸ τὸν ἀμερουμνῆν ἐκεῖθεν εἶναι, παραλα βὼν ἐπάνεισι τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρούμενος, καὶ ἐλθὼν μέχρι τοῦ Βρύαντος προσέταξεν οἰκοδομῆσαι παλάτιον καὶ παρα δείσους φυτεῦσαι καὶ ὕδατα ἀγαγεῖν· ἃ καὶ γέγονεν. ἐκεῖθεν δὲ ἀφικόμενος εἰς τὴν πόλιν τὰ λάφυρα ἐθριάμβευσεν, ἱππικὸν ποιή 799 σας καὶ τὸ πρῶτον βαΐον παίξας, ἅρματι λευκῷ μὲν ἐποχησάμε νος, χρώματι δὲ τῷ βενέτῳ ἀμφιασάμενος, καὶ νικήσας ἐστεφα νώθη, τῶν δήμων ἐπιβοώντων "καλῶς ἦλθες, ἀσύγκριτε φακτο νάρη." 15. Τοῦ δὲ πατριάρχου Ἀντωνίου τελευτήσαντος ἀντ' αὐ τοῦ χειροτονεῖται Ἰωάννης ὁ σύγκελλος, ἵν' εἴπω ὁ νέος Ἰάννης καὶ Ζαμβρής, βεβοημένος ἐπί τε μαγείαις καὶ λεκανομαντείαις καὶ πάσῃ ἀσεβείᾳ· ὃς ὄργανον ἐπιτήδειον εὑρεθὲν τῆς τοῦ βασιλέως ἀσεβείας τε καὶ ῥοπῆς αὐτῷ πάντα πρὸς ἀπώλειαν εἰργάζετο. καὶ ὃν ὤδινε μὲν κατεῖχε δὲ βασιλίσκον τῆς ἀσεβείας ὁ βασιλεὺς ἐξέρρηξε καὶ ἀπέτεκε, τὰς ἁγίας εἰκόνας ἀναχρίεσθαι προστάξας ἢ ἀπαλείφεσθαι. 16. Οὗτος ὁ Ἰαννὴς πρὸ τοῦ ἄστεος οἴκημα ἐκ λίθων λαξευτῶν κατασκευάσας, ὃ Τροῦλος μέχρι νῦν ὀνομάζεται, διὰ τινῶν θυσιῶν ὡμίλει τοῖς δαίμοσι καὶ τῷ βασιλεῖ τὰ μέλλοντα διεσήμαινεν. ὃ δὴ καὶ ἀνοίκητον ἔμεινεν διὰ τὰς ἐν αὐτῷ γενομέ νας τότε τῶν δαιμόνων ἐπιφοιτήσεις. 17. ∆ιὰ τοῦτο σύμμαχον τοῦτον καὶ συνίστορα ἔχων Θεό φιλος τῆς αὐτοῦ αἱρέσεως, ὁ δεύτερος Νεκτεναβῶ τὸν ῥηθέντα Ἰωάννην, μᾶλλον δὲ Ἰαννήν, τὸν πατριάρχην ἢ μανδριάρχην, τὸν νέον ὄντως Ἀπολλώνιον ἢ Βαλαάμ, ἐν τοῖς καθ' ἡμᾶς χρόνοις 800 κακῶς ἀναφανέντα λεκανόμαντιν καὶ πάσης θεοστυγοῦς πράξεως καὶ τερατείας δεινὸν ὑποφήτην· ὑφ' οὗ καὶ τὰ γράμματα παιδευ θεὶς ὁ εὐρίπιστος καὶ δόλιος ὑπηρέτης δόκιμος ἀχθίστων πραγμά των καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν. οὓς ἂν ἐνδί κως ὁ θεῖος λόγος ἐπαράσσεται σχετλιαστικῶς, φάσκων "οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ χάριν ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. οὗτοί εἰσι γογγυσταὶ καὶ μεμψίμοιροι, κατὰ τὰς ἐπι θυμίας αὐτῶν πορευόμενοι ἐν ταῖς ἀπάταις αὐτῶν." ἐφαρμόσειεν δ' ἂν αὐτῷ μάλα εἰκότως καὶ τὰ τοῦ ὁμοτρόπου Ἰουλιανοῦ παρὰ τῇ θεολόγῳ στηλιτευόμενα γλώσσῃ· σφόδρα γὰρ ἐμφερὴς ἐναπέ φηνε καὶ εἰς μηδὲν ἀπεοικὼς τῆς ἐκείνου κακουργίας καὶ δυστρο πίας. ἔφη γοῦν "πῶς μὴ δακρύσω τὸν ἄθλιον; πῶς μὴ πλέον τῶν δεδιωγμένων τοὺς προσδραμόντας, πλέον δὲ τῶν αὐτομολη σάντων εἰς τὴν κακίαν θρηνήσω τὸν συναρπάσαντα; μᾶλλον δὲ τοῖς μὲν οὐδὲν δεινὸν τὸ ὑπὲρ Χριστοῦ παθεῖν, ἀλλὰ καὶ πάντων μακαριστότατον, οὐκ ἐκεῖθεν μόνον ἀλλὰ καὶ διὰ τὴν ἐντεῦθεν εὐδοξίαν καὶ παρρησίαν, ἣν διὰ τῶν κινδύνων ἑαυτοῖς ἐχαρίσαντο. τοῖς δὲ προοίμιον τῶν ἀπειλουμένων ἅπερ ἤδη πεπόνθασι· καὶ βέλτιον ἦν αὐτοῖς, εἰ ἐνταῦθα μακρότερον ἐκολάσθησαν, ἢ τοῖς 801 ἐκεῖ δικαιοκριτηρίοις ἐταμιεύθησαν. καὶ γὰρ ὥσπερ τὸν χαμαι λέοντα λόγος παντοῖον γίνεσθαι ῥᾳδίως καὶ πάσας μεταβάλλειν χροιὰς πλὴν μιᾶς τῆς λευκότητος, οὕτως κἀκεῖνος πάντα ἦν καὶ ἐγίνετο Χριστιανοῖς πλὴν ἡμερότητος· καὶ ἦν λίαν ἀπάνθρωπον αὐτῷ τὸ φιλάνθρωπον, καὶ τὸ πιθανὸν βίαιον, καὶ ἀπολογία τῆς ἀγριότητος ἡ χρηστότης. ὅθεν λεκτέον πρὸς αὐτόν, εὐηθέστατε καὶ ἀπαιδευτότατε τὰ μεγάλα, σὺ κατὰ τοσούτου κλήρου καὶ τῆς οἰκουμένης ἀνέστης, σὺ κατὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ θυσίας τοῖς σοῖς μιάσμασι, σὺ κατὰ τοῦ τὸν κόσμον καθαίροντος αἵματος τοῖς σοῖς μιαροῖς αἵμασιν; σὺ μετὰ Ἡρώδην διώκτης, καὶ μετὰ Ἰούδαν προδότης, πλὴν ὅσον οὐκ ἀγχόνῃ τὴν μετάνοιαν ἔδειξας ὥσπερ κἀκεῖνος, καὶ χριστοκτόνος μετὰ Πιλᾶτον, καὶ μετὰ Ἰου δαίους μισόθεος, ὁ τῶν ἁγίων ὑβριστής. Ἰεροβοάμ σε εἰπεῖν οἰκειότερον, ἢ Ἀχαὰβ τὸν Ἰσραηλίτην, τοὺς