1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

τὴν πληγὴν ἐπισπεύδουσα, καὶ παραχρῆμα φέρεται οὐρανόθεν ἐλέου φωνὴ, καθάπερ χεὶρ τὴν χεῖρα κωλύουσα, καὶ ταχυτάτῳ προστάγματι τὴν προθυμίαν τοῦ ἱερέως ἐπέχουσα. Μὴ γὰρ, φησὶν, ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Ἀρκοῦμαι τῇ προθυμίᾳ, κἂν ἡ πρᾶξις ἀπείη. Οὐκ ἤθελον σφαγῆναι τὸν παῖδα σου, ἀλλ' ἤθελον φανῆναι τὴν πίστιν σου ἐν ὅλῳ τῷ κόσμῳ. Ἐπειδὴ γὰρ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμὲ, ἀλλὰ, τὸ σὸν μέρος, ἀπόλωλεν Ἰσαὰκ, ὅσον ἐπὶ σοὶ, ἠτέκνωται Σάῤῥα, καὶ οὔτε σὺ ὀνομάζῃ πατὴρ, ἀπὸ τοῦ νῦν διὰ τὴν ἀγάπην τὴν εἰς ἐμὲ σῶον ἀπολάμβανέ σου τὸν υἱὸν, μακρόβιόν τε καὶ πολυχρόνιον. Τὸ γὰρ ἔργον ἐμοὶ πέπρακται τῷ τὰς διαθέσεις τῶν ἐννοιῶν βλέποντι. Ἀμείψομαι δέ σε πρὸς τούτοις, θέραπον, πάντη καταλλήλῳ δωρεᾷ, καὶ προσφόρῳ προσηγορίᾳ τιμήσω σε, πᾶς ὅσιός σε καλέσει πατέρα. Ἡ πρᾶξις αὕτη πολλούς σοι δικαίους ἀπογεννήσει παῖδας, σὺ πάντων τῶν εἰς ἐμὲ πιστευόντων κληθήσῃ πατήρ· ἐγώ σοι κατ' ἐξαίρετον ἐκ λίθων ἐγερῶ τέκνα. Ἑνὸς υἱοῦ κατεφρόνησας, ἕξεις ἀπείρους ἀπὸ τοῦ νῦν· πατέρα γὰρ πολλῶν ἐθνῶν τέθεικά σε. Καὶ τὰ μὲν παρὰ Θεοῦ τοιαῦτα· ἡμεῖς δὲ ἅπαντες, ἀγαπητοὶ, ὑπογραμμῷ φιλοθεΐας τῷ προπάτορι Ἀβραὰμ χρώμενοι, μηδέν τι τῶν προσκαίρων ἀγαθῶν τῆς εἰς Θεὸν πίστεως ἡγώμεθα τιμιώτερον, μὴ πατρίδα, μὴ γένος, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τέκνον ἀγαπητὸν, κἂν μόνον τυγχάνῃ γενόμενον· ὅπως ὁμοιότητι πίστεως τέκνα γενόμενοι τοῦ προπάτορος Ἀβραὰμ, εἰς τοὺς φωτεινοὺς αὐτοῦ κόλπους μετὰ Ἰσαὰκ 56.553 ἀναπαυσώμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ 56.554 ἁγίῳ Πνεύματι, νῦν καὶ δεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.