εἰκόνι κατὰ τὴν λεπτότητα τῆς φύσεως αὐτῶν σώματα τυγχάνει λεπτά. ὥσπερ ἐν ὑποστάσει τοῦτο τὸ σῶμα παχύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ λεπτὴ οὖσα περιέλαβε τὸν ὀφθαλμὸν δι' οὗ ὁρᾷ, τὸ οὖς δι' οὗ ἀκούει, ὁμοίως τὴν γλῶσσαν δι' ἧς λαλεῖ, τὴν χεῖρα, καὶ ἁπαξαπλῶς πᾶν τὸ σῶμα καὶ τὰ μέλη αὐτοῦ περιλαβοῦσα ἡ ψυχὴ συγκέκραται, δι' οὗ ἀπεργάζεται πάντα τὰ τοῦ βίου ἐπιτηδεύματα. Τὸν αὐτὸν τρόπον καὶ ὁ ἄπειρος καὶ ἀνεννόητος θεὸς τῇ χρηστότητι αὐτοῦ ἐσμίκρυνεν ἑαυτὸν καὶ ἐνεδύσατο τὰ μέλη τοῦ σώματος τούτου καὶ περιέλαβεν ἑαυτὸν ἀπὸ τῆς ἀπροσίτου δόξης, καὶ διὰ ἡμερότητα καὶ φιλανθρωπίαν μεταμορφούμενος σωματοποιεῖ ἑαυτὸν καὶ ἀναμίγνυται καὶ παραλαμβάνει τὰς ἁγίας καὶ εὐαρέστους καὶ πιστὰς ψυχὰς καὶ γίγνεται μετ' αὐτῶν εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου· ψυχὴ ὡς εἰπεῖν εἰς ψυχὴν καὶ ὑπόστασις εἰς ὑπόστασιν, ἵνα δυνηθῇ ἡ ψυχὴ ἐν τῇ θεότητι ζῆσαι καὶ αἰσθέσθαι ἀθανάτου ζωῆς, καὶ δόξης ἀφθάρτου μέτοχος γένηται ἥ γε ἀξία αὐτοῦ καὶ εὐάρεστος. εἰ γὰρ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκε τὴν ὁρωμένην κτίσιν τοιαύτην ἐν πολλῇ τινι διαφορᾷ καὶ ποικιλίᾳ, καὶ πρὶν γενέσθαι οὐκ ἦν, ἠθέλησε δὲ καὶ εὐκόλως ἐποίησεν ἐκ τῶν μὴ ὄντων ὑποστάσεις παχείας καὶ σκληράς (οἷον γῆν λέγω, ὄρη, δένδρα· ὁρᾷς οἵα σκληρότης φύσεως), καὶ πάλιν μέσα ὕδατα καὶ ἐξ αὐτῶν γεννᾶσθαι πετεινὰ προσέταξε καὶ πάλιν λεπτότερα, πῦρ καὶ ἀνέμους, καὶ διὰ λεπτότητα μὴ ὁρώμενα τῷ τοῦ σώματος ὀφθαλμῷ. Πῶς ἡ ἄπειρος καὶ ἀνεκδιήγητος τῆς πολυποικίλου σοφίας τοῦ θεοῦ τέχνη ἔκτισεν ἐκ μὴ ὄντων παχύτερα καὶ λεπτότερα καὶ ἁπαλώτερα σώματα ἐνυπόστατα τῷ θελήματι αὐτοῦ, πόσῳ μᾶλλον αὐτὸς ὢν ὡς θέλει καὶ ὃ θέλει διὰ χρηστότητα ἄφραστον καὶ ἀγαθότητα ἀνεννόητον μεταβάλλει καὶ σμικρύνει, καὶ ἐξομοιοῖ ἑαυτὸν σωματοποιῶν κατὰ χώρησιν ταῖς ἁγίαις καὶ ἀξίαις πισταῖς ψυχαῖς, ἵνα ὁραθῇ αὐταῖς ὁ ἀόρατος καὶ ψηλαφηθῇ κατὰ τὴν φύσιν τῆς λεπτότητος τῆς ψυχῆς ὁ ἀψηλάφητος, καὶ αἴσθωνται αὐτοῦ τῆς γλυκύτητος, καὶ τῆς χρηστότητος τοῦ φωτὸς τῆς ἀρρήτου ἀπολαύσεως αὐτῇ πείρᾳ ἀπολαύσωσιν. ὅτε βούλεται, πῦρ γίνεται πᾶν φαῦλον καὶ ἐπείσακτον πάθος τῆς ψυχῆς κατακαῖον· καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον φησίν. ὅτε βούλεται, ἀνάπαυσις ἄρρητος καὶ ἄφραστος, ἵνα ἀναπαῇ ἀναπαύσει θεότητος ἡ ψυχή· ὅτε βούλεται, χαρὰ καὶ εἰρήνη, θάλπων καὶ περιέπων αὐτήν. Εἰ δὲ καὶ εἰς ἓν τῶν κτισμάτων ἑαυτὸν ἀφομοιῶσαι βούλεται διὰ ἀγαλλίασιν καὶ εὐφροσύνην τῶν νοερῶν κτισμάτων, οἷον ἢ πόλις φωτὸς Ἱερουσαλὴμ ἢ ὄρος Σιὼν ἐπουράνιον, δύναται ὡς θέλει πάντα καθὼς εἴρηται· «ὑμεῖς δὲ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ». πάντα εὔκολα αὐτῷ ἐστι καὶ εὐχερῆ, εἰς ἃ θέλει, μεταμορφουμένῳ ταῖς ἀξίαις αὐτοῦ καὶ πισταῖς ψυχαῖς. μόνον τις ἀγωνιζέσθω φίλος καὶ εὐάρεστος αὐτῷ γίγνεσθαι, καὶ αὐτῇ πείρᾳ καὶ αἰσθήσει ὄψεται ἀγαθὰ ἐπουράνια καὶ τρυφὴν ἀνέκφραστον καὶ πλοῦτον ἄπειρον θεότητος, ἀληθῶς ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τὸ πνεῦμα τοῦ κυρίου, γιγνόμενον εἰς ἀνάπαυσιν τῶν ἀξίων ψυχῶν καὶ ἀγαλλίασιν καὶ τρυφὴν καὶ ζωὴν αἰώνιον. σωματοποιεῖ γὰρ ἑαυτὸν καὶ εἰς βρῶσιν καὶ πόσιν ὁ κύριος, καθὼς γέγραπται ἐν τῷ εὐαγγελίῳ· «ὁ τρώγων τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα», ἵνα ἀναπαύσῃ ἀνεκλαλήτως καὶ ἐμπλήσῃ εὐφροσύνης πνευματικῆς τὴν ψυχήν· καὶ γάρ φησιν· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁμοίως καὶ εἰς πόσιν νάματος ἐπουρανίου, καθώς φησιν· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», «καὶ πάντες» φησὶ «τὸ αὐτὸ πόμα ἐποτίσθημεν». Οὕτως ἑκάστῳ τῶν ἁγίων πατέρων ὤφθη ὡς ἠθέλησε καὶ ὡς συνέφερεν· ἄλλως τῷ Ἀβραάμ, ἄλλως τῷ Ἰσαάκ, ἄλλως τῷ Ἰακώβ, ἄλλωςτῷ Νῶε, τῷ ∆ανιήλ, τῷ ∆αβίδ, τῷ Σολομῶν, τῷ Ἠσαΐᾳ,