ὄντος καὶ τὰ τοῦ πολέμου εὖ διατιθεμένου. Βουλόμενος γὰρ τὸν βασιλέα ὑπαγαγεῖν εἰς τὰ ἔμ προσθεν καὶ ἐντὸς ἀρκύων ποιήσασθαι, προδρόμους ἐξέπεμπεν, οἳ προέτρεχόν τε τοῖς ἵπποις περὶ τὸν τῶν Ῥωμαίων χάρακα καὶ αὖθις ἀνθυπενόστουν ὥσπερ δρασμὸν ποιούμενοι καὶ τοῦτο πολλάκις ποιοῦντες ἐνίους τῶν στρατηγῶν συνηρπάκασιν, ὧν ὁ πρῶτος ὁ Βασιλάκης ἦν. Σπεύδων γὰρ οὗτος τὸν βασιλέα πληροφορῆσαι ὡς οὐκ ἐκ τοῦ Περσικοῦ στρατεύματος εἶεν οἱ τὰς ἐκδρομὰς ποιούμενοι, ἀλλ' ἐκ τῶν ἐνοικούντων τῷ Χλέατ, ᾔτει συγχωρηθῆναί οἱ τοῦ χάρακος ἐξελθεῖν καὶ τὸν ἀκινάκην σπασάμενος καὶ μυωπίσας τὸν ἵππον ἀσυντάκτως ἐχώρει κατὰ τῶν πολεμίων καὶ οἱ περὶ αὐτὸν εἵποντο οὐ κατὰ τάξιν, ἀλλ' ὥσπερ ἔτυχεν ἕκαστος. Ἀμέλει καὶ τὴν ἄτακτον τούτων φορὰν οἱ πολέμιοι θεασάμενοι προσεποιήσαντο φεύγειν· ἐπεὶ δὲ πόρρω τοῦ χάρακος εἶδον αὐτοὺς ἐξελάσαντας, τοὺς χαλινοὺς ὑποστρέψαντες καὶ διεσκεδασμένοις αὐτοῖς προσβαλόντες νικῶσιν αὐτοὺς κατὰ κράτος καὶ πίπτουσι μὲν πολλοὶ τῶν στρατιωτῶν, ὡς μικροῦ δεῖν μηδ' ἄγγελον, ὃ δὴ λέγεται, διασωθῆναι τῆς συμφορᾶς, ἑάλω δὲ καὶ ὁ Βασιλάκης. 1.15 Ἐπεὶ δ' ἀπηγγέλη τῷ βασιλεῖ ὡς ὁ Βασιλάκης ἀσυντάκτως τοῦ χάρακος ἐξελθὼν κατὰ τῶν πολεμίων ἐλαύνει τὸν δοῦκα πάσης δύσεως μετακαλεσάμενος τὸν Βρυέννιον τοῦ ἀριστεροῦ τηνικαῦτα κατάρχοντα κέρατος, ἐκπέμπει τοῦτον μετὰ τῆς οἰκείας δυνάμεως ἀπιέναι τὴν ταχίστην κελεύσας, ὡς εἴ τι δεινὸν ἐπισυμβαίη τῷ Βασιλάκῃ ἐπαμύνηται τούτῳ καὶ τῆς ἐκτροπῆς ἐπαμύνηται· ἤδη γὰρ ἐν αἰσθήσει γενέσθαι ἤρξατο τοῦ κακοῦ. Ὁ μὲν οὖν ἀπῄει καὶ τὰς δυνάμεις ἐξῆγε τοῦ χάρακος· ἐξιὼν οὐδένα μὲν ἑώρα φίλων ἢ πολεμίων, σπεύδων δ' ἐπὶ τὰ πρόσω παραχωρῶν ἤρξατο ἤδη ὁρᾶν περὶ γηλόφους πολεμίους συνεστηκότας· βραχὺ δὲ προϊὼν καὶ νεκροῖς ἐνέ τυχε σώμασι καὶ ἠπόρει τί ποτ' ἂν ὁ Βασιλάκης γέγονεν· ἐντυχὼν δὲ στρατιώτῃ ἔτι ἐμπνέοντι ἐπυνθάνετο ποῦ ποτ' ἂν εἴη ὁ Βασιλάκης καὶ τί τὸ περὶ αὐτοὺς δρώμενον. Ὁ μὲν ἀπήγγελλε συμβάντα, οἱ Τοῦρκοι δὲ πανταχόθεν συνέθεον καὶ κυκλοῦν ἐπειρῶντο τὴν φάλαγγα. Αἰσθόμενος τοῦτο ὁ δοὺξ παρεκάλει τοὺς στρατιώτας ἄνδρας ἀγαθοὺς ὀφθῆναι καὶ μηδέν τι δρᾶσαι τῶν ἀγενῶν καὶ τῆς Ῥωμαϊκῆς ἀνάξιον γενναιότητος. Στρέψας οὖν τὴν φάλαγγα ὡς ἐπὶ τὸ στρατόπεδον συντεταγμένως ἐχώρει, τῶν ἐπιόντων μηδένα λόγον ποιούμενος· ὡς δ' ἔγγιστα τοῦ χάρακος γέγονε, μέρος ἀναλαβὼν τῆς φάλαγγος καὶ τοὺς ἄλλους προσμένειν κελεύσας, ἐξαίφνης κατὰ τῶν ἐπιόντων ἐπήλασε καὶ ῥᾳδίως τούτους ἐτρέψατο. Ἐπεὶ δὲ τοὺς λοιποὺς ἑώρα συνθέοντας παμπληθεί, πάντας ἀναλαβὼν ὑπέστρεψε πρὸς τὴν φάλαγγα· ἐπιθεμένων δ' αὐτῷ τῶν Τούρκων καὶ κυκλωσάντων, δόρατι μὲν ἐτρώθη κατὰ τῶν στέρνων, βέλεσι δὲ δυσὶ κατὰ τῶν μεταφρένων· ἡρωϊκῶς δ' ἀγωνισάμενος πρὸς τὴν φάλαγγα διασέσωστο καὶ ξὺν αὐτῇ κατέλαβε τὸ στρατόπεδον· ἀπελθὼν δὲ πρὸς βασιλέα καὶ τὰ ξυμβάντα διηγησάμενος ἐκελεύσθη πρὸς τῇ σκηνῇ γενέσθαι καὶ θεραπεύειν τὰ τραύματα, καὶ τότε μὲν ἔμεινε παρὰ τῇ σκηνῇ. 1.16 Ἡμέρας δ' ἤδη διαγελώσης καὶ τοῦ ἡλίου ὁρίζοντα ὑπερβαίνοντος, αὖθις μετεκαλεῖτο παρὰ τοῦ αὐτοκράτορος· ὁ δ' ἀπῄει τῶν τραυμάτων καταφρονήσας. Ὡς δὲ βουλὴ προετέθη ἢ πολεμεῖν ἢ εἴσω τὰς δυνάμεις κατέχειν, τοῖς μὲν ἐδόκει συνετῶς ἄγαν εἴσω μένειν τοῦ χάρακος καὶ τὰς δυνάμεις ἐκ τοῦ Χλέατ μεταπέμπεσθαι, τοῖς δὲ κόλαξι τἀναντία. Εἰ μὲν καὶ οὕτω φρονοῦσιν, οὐκ ἔχω λέγειν· τέως δ' ἔδοξε καὶ αὖθις ἐνίκα τὰ χερείονα. Ἐξάγειν οὖν τὰς δυνάμεις ἐγένετο. Οἱ δέ γε Τοῦρκοι κραταιότεροι αὖθις καὶ μετὰ πλείονος ἐπήρχοντο τῆς χειρός· καὶ δὴ προσβάλλουσι ταύταις καὶ μάχης συστάσης πίπτουσι μὲν τῶν Τούρκων συχνοί, πίπτουσι δὲ καὶ τῶν Ῥωμαίων πλεῖστοι· ἐτρώθη δὲ καὶ αὐτὸς ὁ Βρυέννιος πολλαχοῦ τοῦ σώματος, ἀλλὰ δεινὸς ὢν περὶ τὰ στρατηγικὰ τὸ πλεῖστον τῆς φάλαγγος ἀσινὲς διεσώσατο. Ὁρῶν δ' ἐπιόντας τοὺς Τούρκους ὁ βασιλεὺς ἐξῆγε καὶ αὐτὸς τὰς δυνάμεις ὡς ἐπὶ πόλεμον καὶ παρετάττετο πρὸ τοῦ χάρακος· ἡγεῖτο δὲ