αὐτὸν ὑπεροχὴν, καὶ προ τείνοντος «τὴν δεξιὰν» παραδιδόντος τε «τῷ Ἰούδᾳ ῥομφαίαν χρυ σῆν,» ᾧ ἐμαρτύρει ἄλλος ἅγιος προκεκοιμημένος λέγων· «οὗτός ἐστιν ὁ προσευχόμενος πολλὰ περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως, Ἱερεμίας ὁ τοῦ θεοῦ προφήτης.» 11.2 καὶ γὰρ ἄτοπον, τῆς γνώσεως «δι' ἐσόπτρου» καὶ «ἐν αἰνίγματι» ἐπὶ τοῦ παρόντος τοῖς ἀξίοις φανερουμένης «τότε δὲ πρόσωπον πρὸς πρόσωπον» ἀποκαλυπτομένης, μὴ τὸ ἀνάλογον καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν νοεῖν, <τό>τε κυρίως τῶν προπαρεσκευασμένων ἐν τῷ βίῳ τούτῳ τελειουμένων. μία δὲ κυριωτάτη τῶν ἀρετῶν κατὰ τὸν θεῖον λόγον ἐστὶν ἡ πρὸς τὸν πλησίον ἀγάπη· ἣν πολλῷ μᾶλλον προσεῖναι τοῖς προκεκοιμημένοις ἁγίοις πρὸς τοὺς ἐν βίῳ ἀγωνιζομένους ἀναγκαῖον νοεῖν παρὰ τοὺς ἐν τῇ ἀνθρωπίνῃ ἀσθε νείᾳ τυγχάνοντας καὶ συναγωνιζομένους τοῖς ὑποδεεστέροις, οὐ μόνον ἐνταῦθα τοῦ «εἰ πάσχει μέλος ἓν, συμπάσχει πάντα τὰ μέλη· καὶ εἰ δοξάζεται μέλος ἓν, συγχαίρει πάντα τὰ μέλη» τοῖς φιλαδέλφοις ἐγγινομένου· πρέπον γάρ ἐστι καὶ τῇ τῶν ἔξω τῆς παρούσης ζωῆς ἀγάπῃ λέγειν· «ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» καὶ ταῦτα τοῦ Χριστοῦ ὁμολογοῦντος καθ' ἕκαστον τῶν ἀσθενούντων ἁγίων ἀσθενεῖν ὁμοίως καὶ «ἐν φυλακῇ» εἶναι καὶ γυμνιτεύειν ξενιτεύειν τε καὶ πεινᾶν καὶ διψᾶν· τίς γὰρ ἀγνοεῖ τῶν ἐντυγχανόντων τῷ εὐαγγελίῳ τῇ ἐφ' ἑαυτὸν ἀναφορᾷ τῶν συμβαινόντων τοῖς πιστεύ ουσι λογιζόμενον τὸν Χριστὸν ἴδια εἶναι παθήματα; 11.3 εἰ δὲ «ἄγγελοι» τοῦ θεοῦ προσελθόντες τῷ Ἰησοῦ «διηκό νουν αὐτῷ,» καὶ μὴ πρέπον ἐστὶν ἡμᾶς πρὸς ὀλίγον χρόνον νοεῖν γεγονέναι τὴν τῶν ἀγγέλων πρὸς τὸν Ἰησοῦν διακονίαν τῆς σωμα τικῆς αὐτοῦ παρὰ ἀνθρώποις ἐπιδημίας, καὶ αὐτοῦ ἔτι «ἐν μέσῳ» τῶν πιστευόντων οὐχ ὡς ἀνακειμένου ἀλλὰ ὡς διακονοῦντος· πόσους εἰκὸς ἀγγέλους διακονοῦντας τῷ Ἰησοῦ, βουλομένῳ συνάγειν «τοὺς υἱοὺς Ἰσραὴλ» «κατὰ ἕνα ἕνα» καὶ ἀθροίζειν τοὺς ἀπὸ τῆς διασπο ρᾶς τούς τε φοβουμένους καὶ ἐπικαλουμένους σῴζοντι, μᾶλλον τῶν ἀποστόλων συνεργεῖν τῇ αὐξήσει καὶ τῷ πληθυσμῷ τῆς ἐκκλησίας, ὡς καὶ προεστῶτάς τινας τῶν ἐκκλησιῶν ἀγγέλους λέγεσθαι παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει; οὐ γὰρ μάτην οἱ ἄγγελοι «τοῦ θεοῦ» ἀναβαίνουσι καὶ καταβαίνουσι «ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου,» ὁρώ μενοι τοῖς τῷ φωτὶ τῆς «γνώσεως» πεφωτισμένοις ὀφθαλμοῖς. 11.4 καὶ παρ' αὐτὸν οὖν τὸν καιρὸν τῆς εὐχῆς ὑπομιμνησκόμενοι ὑπὸ τοῦ εὐχομένου, ὧν δεῖται ὁ εὐχόμενος, ἃ δύνανται ὡς καθολικὴν εἰληφότες ἐντολὴν ἐπιτελοῦσι. χρηστέον δὲ εἰκόνι τινὶ τοιαύτῃ εἰς τὸν λόγον τοῦτον πρὸς τὸ παραδέξασθαι τὸ νενοημένον ἡμῖν. παρ έστω τις ἰατρὸς δικαιοσύνης πεφροντικὼς εὐχομένῳ κάμνοντι περὶ τῆς ὑγείας, ἐπιστήμην ἔχων τοῦ ὃν δεῖ τρόπον θεραπεῦσαι περὶ οὗ ὁ δεῖνα ἀναφέρει τὴν εὐχὴν νοσήματος· φανερὸν δὴ ὅτι κινηθήσε ται οὗτος πρὸς τὸ ἰάσασθαι τὸν εὐξάμενον, τάχα οὐ μάτην ὑπο λαβὼν ὅτι τοῦτ' αὐτὸ γέγονεν ἐν νῷ τοῦ θεοῦ, ἐπακούσαντος τῆς εὐχῆς τοῦ τὴν ἀπαλλαγὴν τῆς νόσου γενέσθαι αὐτῷ εὐξαμένου. ἢ τῶν κεκτημένων τις τὰ τῆς τοῦ βίου χρείας ἐπὶ πλεῖον καὶ κοι νωνικὸς ἀκουέτω εὐχῆς πένητος καὶ περὶ τῶν χρειῶν ἀναφέροντος ἔντευξιν τῷ θεῷ· δῆλον δὴ ὅτι καὶ οὗτος τὰ τῆς εὐχῆς ἐκπληρώσει τῷ πένητι, ὑπηρέτης γινόμενος τῆς πατρικῆς βουλῆς <τοῦ> συνα γαγόντος κατὰ τὸν καιρὸν τῆς εὐχῆς τὸν παρασχεῖν δυνάμενον ἐπὶ τὸ αὐτὸ τῷ εὐξομένῳ, διὰ τὸ δεξιὸν τῆς προαιρέσεως μὴ δυνάμενον παρορᾶν τὸν δεδεημένον τῶνδέ τινων. 11.5 ὥσπερ οὖν ταῦτα οὐ κατὰ συντυχίαν νομιστέον γίνεσθαι, ὅτε γίνεται, τοῦ ἠριθμηκότος πάσας τὰς τρίχας τῆς τῶν ἁγίων κε φαλῆς ἁρμονίως συναγαγόντος παρὰ τὸν καιρὸν τῆς εὐχῆς τὸν ὑπηρέτην ἐσόμενον τῷ δεομένῳ τῆς εὐποιΐας τῆς ἀπ' αὐτοῦ εἰσα κούοντα, τῷ πιστῶς δεδεημένῳ· οὕτως ὑποληπτέον συνάγεσθαί ποτε τῶν ἐπισκοπούντων καὶ λειτουργούντων τῷ θεῷ ἀγγέλων παρου σίαν τῷδέ τινι τῶν εὐχομένων, ἵνα συμπνεύσωσιν οἷς ὁ εὐχόμενος ἠξίωσεν. ἀλλὰ καὶ ὁ ἑκάστου