γνώμης ἐξησκήθη τοῖς λόγοις πρὸς διακονίαν τῶν θείων λογίων. ἐκεῖθεν ὀκτωκαιδέκατον ἔτος ἄγων τὴν τοῦ σώματος ἡλικίαν, ἀφηνίασεν τοὺς σοφιστὰς τῶν λεξυ δρίων· ἀνδρυνθεὶς δὲ τὴν φρένα, ἤρα τῶν ἱερῶν μαθημάτων. ἦρχεν δὲ τὸ κατ' ἐκεῖνο καιροῦ τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ὁ μακάριος Μελέτιος ὁ ὁμολογητής, τὸ γένος Ἀρμένιος· ὃς προσσχὼν εὐφυῆ τὸν νεανίσκον ἐπέτρεπεν αὐτῷ συνεχῶς πλη σιάζειν, ἐρασθεὶς τοῦ κάλλους τῆς τούτου καρδίας, προφητικῷ ὄμματι προορῶν τοῦ νεανίσκου τὴν ἔκβασιν. ὡς δὲ παρήδρευσε, μυσταγωγηθεὶς τὴν τοῦ "λουτροῦ παλιγγενεσίαν," ἀμφὶ τὰ τρία ἔτη, προάγεται ἀναγνώστης. νυττόμενος δὲ ὑπὸ τοῦ συνειδότος μὴ ἀρκεῖσθαι τοῖς ἐν τῇ πόλει πόνοις, σφριγώσης τῆς νεότητος, εἰ καὶ σῶον ἦν τὸ φρονοῦν, καταλαμβάνει τὰ πλησίον ὄρη· καὶ περιτυχὼν γέροντι Σύρῳ, ἐγκράτειαν τημελοῦντι, ἀπομιμεῖται τὴν σκληραγωγίαν, χρονίσας παρ' αὐτῷ δὶς δύο ἔτη, ἀπομαχό μενος ταῖς τῆς ἡδυπαθείας σπιλάσιν. ὡς δὲ ῥᾷον περιεγένετο τούτων, οὐ πόνῳ τοσοῦτον, ὅσον λόγῳ, ἀναχωρεῖ ἐν σπηλαίῳ μόνος, γλιχόμενος ἀδηλίας· κἀκεῖ διατρίψας τρὶς ὀκτὼ μῆνας, ἄϋπνος διετέλει τὸ πλεῖστον, ἐκμανθάνων τὰς τοῦ Χριστοῦ διαθήκας πρὸς ἐξοστρακισμὸν τῆς ἀγνοίας. μὴ ἀναπεσὼν δὲ τὸν 29 τῆς διετίας χρόνον, μὴ νύκτωρ, μὴ μεθ' ἡμέραν, νεκροῦται τὰ ὑπὸ γαστέρα, πληγεὶς ἀπὸ τοῦ κρύους τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. οὐκ ἐπαρκῶν δὲ ἑαυτῷ χρησιμεύειν, πάλιν καταλαμ βάνει τὸν ἐκκλησιαστικὸν λιμένα. καὶ τοῦτο τῆς τοῦ Σωτῆρος προνοίας, πρὸς τὸ χρήσιμον τῆς ἐκκλησίας διὰ τῆς ἀσθενείας τῶν τῆς ἀσκήσεως πόνων αὐτὸν ἀπελασάσης, ἵν' ἐμποδισθεὶς τῇ ἀδυναμίᾳ ἀπόσχηται τῶν σπηλαίων. ἐντεῦθεν χειροτονεῖται διάκονος διὰ τοῦ Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ δύο πρὸς τοῖς τρισὶν ἔτεσιν. ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης, καὶ τῶν λαῶν ἐκ τῆς τοῦ βίου ἅλμης γλυκαι νομένων αὐτοῦ τῇ συντυχίᾳ, πρεσβύτερος χειροτονεῖται διὰ Φλαβιανοῦ τοῦ ἐπισκόπου. καὶ διαπρέψας τρὶς τέσσαρα ἔτη ἐν τῇ τῶν Ἀντιοχέων ἐκκλησίᾳ, ἀποσεμνύνει τὸ ἐκεῖσε ἱερατεῖον τοῦ βίου τῇ ἀκριβείᾳ, τοὺς μὲν ἁλίζων τῇ σωφροσύνῃ, τοὺς δὲ φωτίζων τῇ διδασκαλίᾳ, τοὺς δὲ ποτίζων τοῖς τοῦ πνεύματος νάμασιν. τούτων δὲ οὕτως οὐριοδρομούντων τῇ τοῦ Χριστοῦ κυβερνήσει, κοιμᾶται ὁ μακάριος Νεκτάριος ὁ ἐπίσκοπος τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας. ἐντεῦθεν συντρέχουσί τινες τῶν μὴ ζητουμένων, μαστεύοντες τὴν προεδρίαν, ἄνδρες τινὲς οὐκ ἄνδρες, πρεσβύτεροι μὲν τὴν ἀξίαν, ἀνάξιοι δὲ τῆς ἱερω σύνης, οἱ μὲν πραιτωριοκτυποῦντες, οἱ δὲ καὶ δωροδοκοῦντες, ἄλλοι δὲ καὶ τοὺς δήμους γονυπετοῦντες. ἐπὶ τούτοις κλονεῖται ὁ λαὸς τῶν ὀρθοδόξων, διασκύλλων τὸν βασιλέα, ἐπιζητῶν τὸν ἐπιστήμονα τῆς ἱερωσύνης. ἐκράτει δὲ τῶν πραγμάτων Εὐτρό πιος ὁ σπάδων, ἀφηγητὴς τῶν βασιλικῶν κοιτώνων. βουλόμενος οὖν αὐτὸν παραθέσθαι τῇ πόλει (εἶχεν γὰρ πεῖραν τῆς ἀρετῆς Ἰωάννου, βασιλικῆς αἰτίας αὐτὸν εἰς ἀνατολὴν τὴν ἐνδοτέραν 30 ἀγαγούσης), οὗτος παρασκευάζει τὸν βασιλέα γράμματα χαρά ξαι πρὸς τὸν κόμητα Ἀντιοχείας, ἀψοφητὶ ἐξαποστεῖλαι τὸν Ἰωάννην, μὴ ταράξαντα τὴν Ἀντιοχέων. ὃς ἐξαυτῆς δεξάμενος τὸ γράμμα παρακαλεῖ αὐτὸν ἔξω τῆς πόλεως γενέσθαι μέχρι τῶν μαρτυρίων πλησίον τῆς πύλης καλουμένης Ῥωμανησίας, καὶ ἐπιβιβάσας αὐτὸν δημοσίῳ ῥηδίῳ παραδίδωσι τῷ ἀποστα λέντι εὐνούχῳ σὺν τῷ στρατιώτῃ τοῦ μαγίστρου. οὕτως ἀχθεὶς χειροτονεῖται ἐπίσκοπος τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας. ἀπ' ἀρχῆς οὖν ὁ Θεόφιλος, ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, προσ σχὼν αὐτοῦ τῇ καταστάσει, τῷ ἀνεπιλήπτῳ τῆς παῤῥησίας, ἠντισκότει πρὸς τὴν χειροτονίαν. ἔστι γὰρ δεινὸς ἐκ τῆς φανερᾶς ὄψεως (ἀφανὲς γάρ) ἀνθρώπου βούλημα καὶ γνώμην συνιδεῖν. {Ο ∆ΙΑΚ.} Ἐπίσχες, πάτερ, μικρὸν ἀνθυπενέγκω. {Ο ΕΠΙΣΚ.} Τί τοῦτο μάλιστα; {Ο ∆ΙΑΚ.} Καὶ εἰ τοιοῦτος ὑπάρχει ὁ Θεόφιλος, ὡς πρὸς τὸ βλέπειν δι' ὀξύτητα, πῶς ἠγνόησεν ὅτι τὴν οἰκουμένην ταράξει ἐξεώσας αὐτόν; {Ο ΕΠΙΣΚ.} Τοῦτο οὐ θαυμαστόν, ὦ βέλτιστε· καὶ γὰρ οἱ δαίμονες, γνωρίσαντες τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, ἠγνόησαν ὅτι ἑνὶ φυσήματι τῶν