12
ὁδοῦ· ἕτερος δὲ οὐδεὶς ταύτην διελήλυθεν." Ὁ δὲ Πρεσβύτης· "Παῦσαι, ἔφη, πολυπραγμονῶν τὰ τοιαῦτα φέρειν ὄνησιν τοῖς χρωμένοις οὐδεμίαν δυνάμενα." Ἀλλ' οὐδὲν ἧττον ὁ θαυμάσιος Ἰάκωβος ἐπέκειτο, μαθεῖν τἀληθὲς ἐφιέμενος. Ὁ δὲ Πρεσβύτης, κρύπτειν μὲν ἐπὶ πολὺ πειρώμενος, ἀνιᾶν δὲ τὸν ἐραστὴν ἐπὶ πλεῖστον οὐκ ἀνεχό μενος· "Ἐγώ σοι, ἔφη, ἐρῶ μὲν ὃ μαθεῖν ἐφίεσαι, παρεγγυῶ δὲ μηδένα ἕτερον, ἐμοῦ ζῶντος, ποιήσασθαι τοῦ ῥηθησομένου συνίστορα· κρύπτειν γὰρ τὰ τοιάδε προσήκει εἰς ἀλαζονείαν καὶ τύφον πολλάκις ἐγείροντα. Ἢν δ' ἐγὼ ἐνθένδε ἀπέλθω καὶ τῶν τοιῶνδε παθῶν ἐλεύθερος γένωμαι, λέγειν οὐ κωλύω καὶ τῆς θείας χάριτος διηγεῖσθαι τὴν δύναμιν. Εὖ ἴσθι τοίνυν, ἔφη ὁ μέγας Ἰουλιανός, ὡς βαδίζοντί μοι κατὰ τὴν ὁδὸν ὁ θὴρ ἐκεῖνος ἐπῄει καὶ τὸ στόμα ἀνεῴγνυ καταφαγεῖν ἐφιέμενος. Ἐγὼ δὲ τῇ τοῦ κυρίου προσηγορίᾳ χρησάμενος καὶ τῷ δακτύλῳ τὸ τοῦ σταυροῦ τρόπαιον ὑποδείξας, ἅπαν μὲν δέος ἀπεσεισάμην, πεσὸν δὲ εἰς τὴν γῆν παραυτίκα τὸ θηρίον ἐθεασάμην καί, τὸν κοινὸν ἀνυμνή σας σωτῆρα, τὴν ἐπὶ τὸ πρόσω πορείαν ἐποιησάμην". Οὕτω τὸ διήγημα συμπεράνας, ἀναστὰς εἴχετο τῆς ἐπὶ τὸ ἄντρον ὁδοῦ. 2.7 Ἄλλοτε δὲ μειράκιον, ἐξ εὐγενῶν μὲν βλαστῆσαν, τρυφη λῶς δὲ τεθραμμένον, προθυμίᾳ δὲ μείζονι τῆς δυνάμεως κεχρη μένον, ἱκέτευσε τὸν Πρεσβύτην τῆς ἐπὶ τὴν ἔρημον αὐτῷ κοινωνῆσαι πορείας, οὐ τῆς κοινῆς ταύτης τῆς ὑπὸ πάντων καθ' ἑκάστην ὁδευομένης ἡμέραν, ἀλλὰ τῆς μακροτάτης, καὶ πολλάκις μὲν ἡμέρας ἑπτά, πολλάκις δὲ καὶ δέκα κατεχούσης ἀποδημίας. Ἀστέριος δὲ ἦν οὗτος ὁ πολυθρύ λητος. Τοῦ δὲ θεσπεσίου Πρεσβύτου τὸν νέον διακωλύοντος καὶ τῆς ἐρήμου τὸ ἄνυδρον λέγοντος, ἐπέκειτο λιπαρῶν ὁ νέος ταύτης ἀπολαῦσαι τῆς δωρεᾶς. Ἡττηθεὶς δὲ ταῖς ἱκετείαις ἐνέδωκεν ὁ Πρεσβύτης. Ὁ δὲ ἠκολούθει τὰ μὲν πρῶτα προθύμως· πρώτης δὲ καὶ δευτέρας καὶ τρίτης διελθούσης ἡμέρας, ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος φλεγόμενος - θέρος γὰρ ἦν, ἀκμάζοντος δὲ τοῦ θέρους, σφοδροτέραν δήπουθεν ἐπιφέρει τὴν φλόγα-, δίψει διετέλει τρυχόμενος. Καὶ τὸ μὲν πρῶτον ἀπαγγέλλειν τὸ πάθος ᾐσχύνετο, τῶν ὑπὸ τοῦ διδασκάλου προρρηθέντων εἰς μνήμην ἐρχόμενος· ἡττώμενος δὲ καὶ λειποθυμίᾳ κατεχόμενος οἰκτεῖραι αὐτὸν τὸν Πρεσβύτην ἱκέτευεν. Ὁ δέ, τῶν προρρήσεων ἀναμνήσας, ἀπιέναι πάλιν ἐκέλευεν. Τοῦ δὲ νέου μήτε τὴν ὁδὸν τὴν ἐπὶ τὸ ἄντρον φέρουσαν ἐπίστασθαι λέγοντος, μήτε, εἰ γινώσκοι, δύνασθαι ἂν βαδίσαι, τῆς ἰσχύος ὑπὸ τοῦ δίψους δαπανηθείσης, οἰκτείρας ὁ θεῖος ἄνθρωπος τοῦ νεανίου τὸ πάθος καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ συγγνώμην ἀπονείμας, κλίνας τὰ γόνατα τὸν δεσπότην ἱκέτευε, δάκρυσι δὲ θερμοῖς τὸ ἔδαφος ἔβρεχε καὶ πόρον σωτηρίας ἐπεζήτει τῷ νέῳ. Ὁ δὲ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, τὴν τῶν δακρύων λιβάδα τῆς κόνεως ἁψαμένην πηγὴν ὑδάτων ἀπέφηνε· καὶ οὕτω τοῦ νάματος ἐμφορηθέντα τὸν νέον εὐθὺς ἀπιέναι προσέταξεν. 2.8 Ἡ δὲ πηγὴ διέμεινε μέχρι καὶ νῦν, τῇ Μωσαϊκῇ τοῦ θεσπεσίου γέροντος προσευχῇ μαρτυροῦσα. Καθάπερ γὰρ ἐκεῖνος πάλαι ποτὲ τῇ ῥάβδῳ τὴν πέτραν ἐκείνην τὴν ἄγονον πλήξας κατέκλυσε ποταμιαίων ὑδάτων γοναῖς ὡς ἂν τὰς πολλὰς ἐκείνας χιλιάδας διψώσας κορέσειεν, οὕτως οὗτος ὁ θεῖος ἀνήρ, τὴν ξηροτάτην ἐκείνην ψάμμον καταρδεύσας τοῖς δάκρυσι, πηγαίων ναμάτων εἵλκυσε ῥεύματα, οὐχ ἵνα πολλῶν μυριάδων, ἀλλ' ἵνα ἑνὸς μειρακίου θεραπεύσῃ τὸ δίψος. 2.9 Ὑπὸ θείας γὰρ χάριτος τὴν ψυχὴν φωτιζόμενος, τὴν ἐσομένην τῷ νέῳ τελειότητα προεώρα μαλὰ σαφῶς. Οὗτος γὰρ χρόνοις πολλοῖς ὕστερον, ὑπὸ τῆς θείας χάριτος προσκληθεὶς ὡς ἂν καὶ ἑτέρους πολλοὺς εἰς τὴν αὐτὴν παιδοτριβήσειεν ἀρετήν, ἐν τοῖς περὶ τὴν Γίνδαρον χωρίοις -κώμη δὲ αὕτη μεγίστη τελεῖν ὑπὸ τὴν Ἀντιόχειαν