ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυ σίῳ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκο τωθεὶς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμίαν ταπείνωσιν, οὐδεμίαν ὑπακοὴν ἔχειν λοιπὸν δύναται, ἀλλ' ἀγαν ακτεῖ, καὶ ἀναξιοπαθεῖ, καὶ πρὸς ἕκαστον ἔργον γογγύ ζει, καὶ ἀντιλέγει, καὶ μηδὲ μιᾶς λοιπὸν εὐλαβείας πεφυλαγμένης, ὥσπερ ἵππος σκληρότατος κατὰ κρη μνῶν φέρεται, οὔτε τῇ καθημερινῇ τροφῇ ἀρκούμενος, καὶ διαμαρτύρεται εἰς τέλος μὴ δύνασθαι αὐτὸν ὑπο μένειν, καὶ Θεὸν οὐκ ἐκεῖ μόνον εἶναι λέγει, οὐδὲ τὴν ἰδίαν σωτηρίαν ἐν ἐκείνῳ κατακεκλεῖσθαι τῷ τόπῳ, ἀλλὰ πανταχοῦ τοῖς ζητοῦσιν αὐτὸν εὑρίσκεσθαι· καὶ ὡς εἰ μὴ ἀποστῇ τοῦ μοναστηρίου ἐκείνου ἀπόλλυται· 28.884 καὶ οὕτω τῆς διεφθαρμένης ταύτης συνεργὸν ἔχων τὰ πεφυλαγμένα ἀργύρια, ὥσπερ τισὶ πτεροῖς κου φισθεὶς, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ μοναστηρίου με λετῶν, λοιπὸν ὑπερηφάνως καὶ τραχέως πρὸς πάντα τὰ παρηγγελμένα ἀποκρίνεται, καὶ ὡς ξένον καὶ ἐξωτικὸν ἑαυτὸν ἡγούμενος, εἴ τι ἂν ἴδῃ ἐν τῷ μο ναστηρίῳ δεόμενον διορθώσεως, ἀμελεῖ καὶ περιφρο νεῖ. Καὶ ἔπειτα προφάσεις ἀναζητεῖ, δι' ὧν ὀργισθή σεται, ἢ λυπηθήσεται, ἵνα μὴ δόξῃ ἐλαφρῶς ἄνευ αἰτίας ἐξιέναι ἐκ τῆς [ἐκτὸς] τοῦ κοινοβίου. Οὐδὲ τοῦτο παραι τεῖται ποιῆσαι, βουλόμενος ἔχειν τοῦ ἰδίου ἐλαττώματος συνεργόν. Οὕτω δὲ ἀπατώμενος τῷ πυρὶ τῶν ἰδίων χρημάτων ὁ φιλάργυρος, οὐδέποτε δύναται ἡσυχάσαι ἐν μοναστηρίῳ, ἢ ὑπὸ κανόνα ζῆσαι. Ὅταν δὲ τοῦτον ὁ δαίμων ὥσπερ λύκος ἐκ τῆς μάνδρας ἀφαρπάσῃ, καὶ ἀφορίσας τοῦ ποιμνίου ἕτοιμον εἰς κατάβρωσιν λάβῃ, τὸ τηνικαῦτα παρασκευάζει αὐτὸν τὰ ἔργα ἃ ἐν τῷ κοινοβίῳ τεταγμέναις ὥραις πάντως ὀλιγωρεῖ, ταῦτα ἐν τῇ κέλλῃ νυκτὸς καὶ ἡμέρας μετὰ πολλῆς προθυμίας ποιεῖν· καὶ οὔτε εὐχῶν τὰ ἔθη, οὔτε τῶν νηστειῶν τὸν τρόπον, οὔτε τῶν ἀγρυπνιῶν τὸν κανόνα ἐκτελεῖν ἐπιτρέπει· ἀλλὰ τῇ τῆς φιλαργυρίας μανίᾳ τοῦτον ἐνδήσας, τὴν πᾶσαν σπουδὴν εἰς τὸ ἐργόχειρον ἔχειν ἀναπείθει. Τῆς δὲ νόσου ταύτης τρεῖς εἰσι τρό ποι, οὓς ἐπίσης ἀπαγορεύουσιν αἱ θεῖαι Γραφαὶ καὶ αἱ διδασκαλίαι τῶν Πατέρων· εἷς μὲν, ὃν ἀνωτέρω διεγράψαμεν, ὃς παρασκευάζει τοὺς ἀθλίους ἅπερ οὐδὲ ἐν τῷ κόσμῳ ἔσχον, ταῦτα κτᾶσθαι καὶ συν αθροίζειν· ἄλλος ὃς μεταμελεῖσθαι ποιεῖ τοὺς ἅπαξ τοῖς χρήμασιν ἀποταξαμένους, ὑποβάλλων αὐτοῖς ζη τεῖν ἅπερ Θεῷ προσήνεγκαν· τρίτος δὲ, ὅστις, κατὰ τὴν ἀρχὴν ἀπιστίας χλιαρότητι μοναχὸν ἐνδήσας, οὐ συγχωρεῖ τοῦτον τελείως ἀπαλλαγῆναι τῶν τοῦ κό σμου πραγμάτων, φόβον πενίας ὑποβάλλων, καὶ ἀπιστίαν τῆς Θεοῦ προνοίας, καὶ παραβάτην ὑποδεικνὺς τῶν οἰκείων ὑποσχέσεων, ὧν καθωμολόγησεν ἀποτασ σόμενος τῷ κόσμῳ. Τούτων δὲ τῶν τριῶν τρόπων τὰ παραδείγματα ἐν τῇ θείᾳ Γραφῇ κατακεκρυμμένα εὑρίσκομεν. Καὶ γὰρ ὁ Γιεζῆ χρήματα ἃ πρότερον οὐκ εἶχε βουληθεὶς κτήσασθαι, ἀπέτυχε τῆς προφη τικῆς χάριτος, ἣν ὁ διδάσκαλος κληρονομίας τάξει καταλεῖψαι τούτῳ ἠβούλετο· καὶ ἀντὶ εὐλογίας αἰω νίαν λέπραν διὰ τῆς τοῦ προφήτου κατάρας ἐκληρο νόμησε. Καὶ Ἰούδας, βουληθεὶς χρήματα λαβεῖν, ἃ πρότερον τῷ Χριστῷ ἀκολουθῶν ἀπέβαλεν, οὐ μόνον εἰς προδοσίαν τοῦ ∆εσπότου ὀλισθήσας, τοῦ χοροῦ τῶν ἀποστόλων ἐξέπεσεν, ἀλλὰ καὶ αὐτὴν τὴν ἐν σαρκὶ ζωὴν βιαίῳ θανάτῳ κατέλυσεν. Ἀνανίας καὶ Σάπφειρα διαφυλάξαντές τινα ἐξ ὧν τῷ Θεῷ προσανέθεντο, ἀπο στολικῷ στόματι θανάτῳ τιμωροῦνται. Μωϋσῆς δὲ ὁ μέγας ἐν τῷ ∆ευτερονομίῳ μυστικῶς παραγγέλλει τοῖς μέλλουσιν ἀποτάσσεσθαι τῷ κόσμῳ, καὶ φόβῳ ἀπιστίας πάλιν ἀντεχομένοις τῶν γηΐνων πραγμάτων· «Εἴ τίς ἐστιν ἄνθρωπος περίφοβος, καὶ τῇ καρδίᾳ δειλὸς, οὐκ ἐξελεύσεται εἰς πόλεμον· πορευέσθω καὶ 28.885 ἀμαλυέτω [ἀναλυέτω] εἰς τὸν ἴδιον οἶκον, μήποτε πτοεῖσθαι ποιήσοι τὰς καρδίας τῶν ἀδελφῶν αὐτοῦ.» Ἔστι τῆς μαρτυρίας ταύτης ἀσφαλέστερόν τι ἢ σα φέστερον; Οὐκ ἄρα διὰ τούτων μανθάνομεν οἱ ἀπο τασσόμενοι τῷ κόσμῳ τελείως ἀποτάσσεσθαι, καὶ οὕτως ἐπὶ τὸν πόλεμον ἐκβαίνειν, εἰ μὴ διὰ
13