Σοδομίταις ἀφόρητα πεπλημμεληκόσιν ἐπηφίει τὸ πῦρ, ἔβρεξε, φησίν, ἐπὶ Σόδομα πῦρ καὶ θεῖον Κύριος παρὰ Κυρίου. 1.29 Ἀλλὰ γὰρ κἀκεῖνο εἰς μέσον παρενεγκεῖν οἶμαί που, φαίην ἂν ἔγωγε, τῶν ὅτι μάλιστα λυσιτελεστάτων τοῖς ἐντευξομένοις. Γέγραπται γὰρ ὡδὶ περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, εἶτα μετὰ βραχέα· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, πρὸς ὃν καὶ ἡμεῖς μεμορφώμεθα νοητῶς, καὶ τοῦτο ἐξαίρετον ἡ ἀνθρώπου φύσις πεπλούτηκε· ἐναστράπτει γὰρ αὐτῇ τὸ κάλλος τοῦ δημιουργήσαντος. Εἶτα τί φαῖεν ἂν οἱ τοῖς πρὸς ἡμῶν ἀντανιστάμενοι λόγοις, καὶ ὑποπλαττόμενοι μὲν τὴν εὐσέβειαν διά γε τοῦ συνομολογεῖν ὡς εἴη Θεὸς εἷς καὶ μόνος, οὐ μὴν ὅτι καὶ γεγέννηκεν ἐξ ἑαυτοῦ τὸν Υἱόν; Πρὸς τίνας ἔφη ὁ Θεὸς· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν; Ἆρ' οὐχὶ καταλογιεῖταί τις ὡς αὐτὴ πρὸς ἑαυτὴν ἡ ἁγία τε καὶ ὁμοούσιος Τριὰς τοὺς περὶ τούτων λόγους ποιεῖται, οἷον οὐκ ἀκατάσκεπτον τὴν τοῦ ἀνθρώπου κατασκευὴν γενέσθαι παρὰ Θεῷ καταδεῖξαι θελήσαντος τοῦ πανσόφου Μωσέως, μονονουχὶ δὲ καὶ προβουλίοις τετιμημένην; Σκέψεως μὲν γὰρ ἢ ἐνδοιασμοῦ καὶ ἐρεύνης τῆς ἐφ' ὁτῳοῦν οὐκ ἂν ὁ θεῖος καὶ ἀκήρατος δεηθείη νοῦς· ἅμα γάρ τι βεβούληται καὶ τοῦτό ἐστιν ὀρθῶς καὶ ἀδιαβλήτως ἔχον. Τετίμηται δέ, ὡς ἔφην, καὶ οἷόν τισι προβουλίοις ἡ ἀνθρώπου φύσις. 1.30 Ἀλλὰ γὰρ μηδὲ τοὺς τῶν ἀθέων ἀποσιγήσωμεν λόγους. Φαῖεν γὰρ ἂν ἴσως πρὸς ταῦτα εὐθύς· Οὐ γάρ, ὥσπερ αὐτὸς οἴει καὶ φρονεῖν ἀξιοῖς, τῷ ἰδίῳ Λόγῳ καὶ τῷ Πνεύματι λελάληκεν ὁ Πατήρ, ἀλλὰ τοῖς μεθ' ἑαυτοῦ δευτέροις καὶ ἐν μείοσιν οὖσι θεοῖς. Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι καὶ τοῖς τὰ Ἑλλήνων φιλοσοφεῖν εἰωθόσιν ἕνα μὲν ἐδόκει Θεὸν εἶναι συνομολογεῖν τὸν τῶν ὅλων δημιουργὸν καὶ πάντων ἐπέκεινα κατὰ φύσιν, πεποιῆσθαι δὲ παρ' αὐτοῦ καὶ παρῆχθαι πρὸς γένεσιν ἑτέρους τινὰς θεούς, καθά φασιν αὐτοί, νοητούς τε καὶ αἰσθητούς; Καὶ γοῦν ἐναργέστατά φησιν ὁ Πλάτων· Ἔστιν οὖν κατ' ἐμὴν δόξαν διαιρετέον πρῶτον τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον, ὂν δὲ οὐδέποτε. Τὸ μὲν οὖν γνώσει μετὰ λόγου περιληπτόν, ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ αὖ δόξῃ μετ' αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὂν δὲ οὐδέποτε. Ὂν μὲν γὰρ ἀεί, γένεσιν δὲ οὐκ ἔχον τὴν ὑπερτάτην καὶ τοῦ πεποιῆσθαι κρείττονα κατονομάζει φύσιν, φημὶ δὲ δὴ τὸν τῶν ὅλων καὶ ἀληθῶς ὄντα Θεόν· οὕτω γάρ που καὶ αὐτός φησι πρὸς τὸν ἱεροφάντην Μωσέα· Ἐγώ εἰμι ὁ ὤν. Τὸ δὲ γινόμενον, ὂν δὲ οὐδέποτε, τὸ ἐκ τοῦ μὴ ὄντος παρενεχθὲν εἰς ὕπαρξιν ἀρρήτῳ τινὶ καὶ ἀπερινοήτῳ δυνάμει τοῦ τόδε τὸ σύμπαν τεχνουργήσαντος Θεοῦ. Ἄραρεν οὖν ὅτι καί μοι λίαν δέδεικται σαφῶς, οὐκ ἐκ μόνων τῶν παρ' ἡμῖν ἱερῶν Γραμμάτων ἀλλὰ καὶ δι' ὧν αὐτοὶ καὶ φρονεῖν καὶ λέγειν ἐγνώκασιν, ὅτι πάντα παρήχθη παρὰ Θεοῦ πρὸς τὸ εἶναι, καὶ ἀσυμφυᾶ τοῖς γεγονόσιν αὐτὸς τὴν φύσιν ἀπεκληρώσατο. Ὑποκάθηται γὰρ καὶ ἔστι που πάντως ἐν μείοσι φυσικῶς τοῦ ποιοῦντος τὸ ποιηθέν. 1.31 Ἔχοντος δὲ οὕτως ἡμῖν τοῦ περὶ τούτων λόγου, τί δὴ ἄρα φασὶν οἱ θεοῖς ἑτέροις ὑποτοπήσαντες τὸν τῶν ὅλων φάναι Θεόν· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν; Εἰ μὲν γὰρ ὡς πρὸς τὴν τῶν κτισμάτων εἰκόνα τὸ λογικὸν ἐπὶ γῆς ζῷον ἠθέλησε πλαστουργεῖν, τί τὸ οἰκεῖον αὐτοῖς συνεισκομίζει πρόσωπον, ποιήσωμεν λέγων καὶ κατ' εἰκόνα ἡμετέραν; Εἰ δὲ δὴ πρὸς τὸ ἑαυτοῦ καὶ μόνου θεοπρεπέστατον κάλλος διαμορφοῦσθαι δεῖν ἐδοκίμαζε, τί συνεισδέχεται τὴν ἑτέρων μίμησιν, ἤτοι τὸ εἶδος, ἢ ὅπωσπερ ἄν τις τὰ περὶ τούτων εὖ λέγοι; Οὐ γὰρ ἐν ταὐτότητι