καλῶς, καὶ πορνεύειν αἰσχρῶς; τί δ' αὖ πάλιν ὄφελος σωφρονεῖν μὲν καλῶς, καὶ βλασφημεῖν ἀσεβῶς; Μέγιστον τοίνυν κτῆμά ἐστι, τὸ τῶν δογμάτων μάθημα· καὶ χρεία νηφαλίου ψυχῆς, ἐπειδὴ πολλοί εἰσιν οἱ συλαγωγοῦντες, διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Καὶ οἱ μὲν Ἕλληνες, διὰ τῆς εὐγλωττίας κατασύρουσι· Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· οἱ δὲ ἐκ περιτομῆς, διὰ τῶν θείων γραφῶν, ἃς παρεξηγοῦνται κακῶς, τοὺς προσερχομένους ἀπατῶσιν· ἐκ παιδίου μελετῶντες ἕως γήρως, καὶ ἐν ἀμαθίᾳ καταγηρῶντες. Αἱρετικῶν δὲ παῖδες, διὰ τῆς χρηστολογίας καὶ εὐγλωττίας ἀπατῶσι τὰς καρδίας τῶν ἀκάκων· ὥσπερ μέλιτι, τῇ του Χριστοῦ προσηγορίᾳ τὰ τῶν δυσσεβῶν δογμάτων ἰοβόλα συγκαλύπτοντες. Περὶ ὧν ἁπάντων ἅμα λέγει ὁ Κύριος· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. ∆ιὰ τοῦτο καὶ ἡ τῆς Πίστεως διδασκαλία, καὶ αἱ εἰς αὐτὴν ἐξηγήσεις γίνονται. 4.3 Πρὸ δὲ τῆς εἰς τὴν Πίστιν παραδόσεως, καλῶς ἔχειν μοι δοκεῖ, νῦν ἀνακεφαλαιώσει συντόμῳ χρήσασθαι τῶν ἀναγκαίων δογμάτων· ἵνα μὴ τὸ πλῆθος τῶν λεχθησομένων, καὶ τὸ μεταξὺ διάστημα τῶν ἡμερῶν τῆς ἁγίας τεσσαρακοστῆς ἁπάσης, λήθην ἐμποιήσῃ τῶν ἐν ὑμῖν ἀφελεστέρων τῇ διανοίᾳ. Ἀλλ' ἵνα νῦν κεφαλαιωδῶς ὑποσπείραντες, μὴ ἐπιλαθώμεθα τῶν αὐτῶν πλατυτέρως γεωργουμένων ὕστερον. Ἀνασχέσθωσαν δὲ τῶν συμπαρόντων οἱ τελειότεροι τὴν ἕξιν, καὶ τὰ αἰσθητήρια ἤδη γεγυμνασμένα ἔχοντες πρὸς διάκρισιν ἀγαθοῦ τε καὶ κακοῦ, νηπιωδεστέρων ἀκούοντες καὶ τῆς γαλακτώδους εἰσαγωγῆς· ἵνα ἅμα καὶ οἱ τῆς κατηχήσεως χρείαν ἔχοντες, ὠφεληθῶσι· καὶ οἱ τὴν γνῶσιν ἔχοντες, περὶ ὧν προγινώσκουσιν ἤδη τὴν μνήμην ἀναζωπυρηθῶσιν. 4.4 ΠΕΡΙ ΘΕΟΥ· Πρῶτον τοίνυν ὑμῶν τῇ ψυχῇ τεθεμελιούσθω δόγμα τὸ περὶ Θεοῦ· ὅτι ὁ Θεὸς εἷς ἐστι μόνος, ἀγέννητος, ἄναρχος, ἄτρεπτος, ἀναλλοίωτος· οὔτε ὑφ' ἑτέρου γεγεννημένος, οὐθ' ἕτερον ἔχων τῆς ζωῆς διάδοχον· καὶ οὔτε ἐν χρόνῳ τοῦ ζῇν ἀρξάμενος, οὔτε ποτὲ τελευτῶν· καὶ ὅτι αὐτός ἐστιν ἀγαθὸς καὶ δίκαιος· ἵνα ἐάν ποτε ἀκούσῃς λέγοντος αἱρετικοῦ, ἄλλον εἶναι τὸν δίκαιον καὶ ἄλλον τὸν ἀγαθόν, εὐθὺς ὑπομνησθεὶς γνῷς τὸ τῆς αἱρέσεως ἰοβόλον. Ἐτόλμησαν γάρ τινες ἀσεβῶς τὸν ἕνα Θεὸν διαχωρίσαι τῷ λόγῳ· καί τινες εἶπον ἄλλον μὲν τὸν δημιουργὸν τῆς ψυχῆς καὶ δεσπότην, ἄλλον δὲ τὸν τῶν σωμάτων, ἀνοήτως ἅμα καὶ δυσσεβῶς διδάσκοντες. Πῶς γὰρ δύο κυρίων εἷς γίνεται δοῦλος ἄνθρωπος, τοῦ Κυρίου λέγοντος ἐν εὐαγγελίοις· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν; Εἷς οὖν ἐστι Θεὸς μόνος, ὁ καὶ ψυχῶν καὶ σωμάτων ποιητής. Εἷς ἐστιν ὁ δημιουργὸς οὐρανοῦ καὶ γῆς, ἀγγέλων τε καὶ ἀρχαγγέλων ποιητής. Ὁ πολλῶν μὲν δημιουργὸς, ἑνὸς δὲ μόνου πατὴρ πρὸ αἰώνων, ἑνὸς μόνου τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ ἐποίησε τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. 4.5 Οὗτος ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περιγέγραπται ἔν τινι τόπῳ, οὐδέ ἐστι μικρότερος οὐρανοῦ· ἀλλ' ἔργα τῶν δακτύλων αὐτοῦ εἰσιν οἱ οὐρανοὶ, καὶ ἡ γῆ πᾶσα ἐν τῇ δρακὶ αὐτοῦ κατέχεται. Οὗτος ἐν πᾶσίν ἐστι, καὶ πάντων ἐκτός. Μὴ νομίσῃς αὐτὸν ἡλίου μικρότερον, [φωτεινότερον] ἢ ἴσον εἶναι· ὁ γὰρ τὸν ἥλιον κατασκευάσας, αὐτὸς πρότερον ὀφείλει πολλῷ μᾶλλον ἀσύγκριτος εἶναι, μείζων καὶ φωτεινότερος. Προγνώστης ἐστὶ τῶν μελλόντων, καὶ πάντων δυνατώτερος· εἰδὼς τὰ πάντα καὶ ποιῶν ὡς βούλεται· οὐχ ὑποκείμενος πραγμάτων ἀκολουθίαις, οὐδὲ γενέσει, οὐδὲ τύχῃ, οὔθ' εἱμαρμένῃ· ἐν πᾶσι τέλειος, καὶ πᾶσαν ἀρετῆς ἰδέαν ἐν ἴσῳ κεκτημένος· οὔτε μειούμενος οὔτε αὔξων, ἀλλὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων· ἡτοιμακὼς κόλασιν τοῖς ἁμαρτωλοῖς, καὶ στεφάνους τοῖς δικαίοις. 4.6 Ἐπεὶ οὖν ἐπλανήθησαν ἀπὸ τοῦ ἑνὸς Θεοῦ διαφόρως πολλοί· καὶ οἱ μὲν ἥλιον ἐθεοποίησαν, ἵνα δύνοντος ἡλίου, κατὰ τὸν τῆς νυκτὸς καιρὸν ἄθεοι μένωσιν· οἱ δὲ σελήνην, ἵνα ἐν ἡμέρᾳ Θεὸν μὴ ἔχωσιν· οἱ δὲ τὰ λοιπὰ μέρη τοῦ κόσμου· οἱ δὲ τὰς τέχνας· οἱ δὲ τὰς τροφάς· οἱ δὲ τὰς ἡδονάς· καὶ οἱ μὲν γυναικομανεῖς, γυμνῆς γυναικὸς εἴδωλον ἐν ὑψηλῷ στήσαντες, Ἀφροδίτην τε προσαγορεύσαντες,