1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

ἀσθενείᾳ τελειοῦται», σιωπῇ τὸ πάθος ὑπομεῖναι σπουδά σωμεν. ἀπορρίψωμεν τῷ πυρὶ τὴν προσφῦσαν ἔχιδναν τῇ χειρί. αἱ χεῖρες ἡμῶν πρὸς τὰ ἔργα διακονείτωσαν· ἔχει γάρ τι τὸ τοιοῦτον καὶ ὠφελείας πνευματικῆς. ἡ μέριμνα καταδαπανάτω ἡμᾶς τῶν ἐκκλησιῶν· ἀγαθὸν γὰρ τοῦτο καὶ ἀρέσκον Χριστῷ. διὰ σαργάνης ἂν δεήσειε φύγωμεν, νυχθήμερον ποιήσωμεν ἐν τῷ βυθῷ· θέατρον γενοίμεθα καὶ ἀγγέλοις καὶ ἀνθρώποις· ὡσπερεὶ καθάρματα τοῦ κόσμου φανούμεθα· καλὰ γὰρ ταῦτα ἐπείπερ εὐχερῶς ἀνάγουσιν εἰς θεόν. πάντα τὰ Παύλου πεισώμεθα. γενώμεθα τοῖς Ἰου δαίοις ὡς Ἰουδαῖοι, τοῖς ὑπὸ νόμου ὡς ὑπὸ νόμου, τοῖς ἀνόμοις ὡς ἄνομοι, ἔννομοι ὄντες Χριστῷ. τοῖς πᾶσι πάντα γενοίμεθα, ἵνα τοὺς πάντας ἢ τοὺς πλείους κερδήσωμεν· θαρρήσωμεν καὶ καθ' ἑαυτῶν ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν φθέγξασθαι, καὶ ἀνάθεμα διὰ τούτους γενέσθαι θελήσωμεν. ἂν οὕτω πολιτευθῶμεν, σταυρωθήσεται μὲν ἡμῖν ὁ κόσμος καὶ ἡμεῖς τῷ κόσμῳ σταυρωθησόμεθα, ζήσομεν δὲ ἡμεῖς οὐκέτι, ζήσεται δὲ ἐν ἡμῖν ὁ Χριστός. ἔχει τις εἰπεῖν τῆς τοιαύτης ζωῆς προσφιλέστερον; καυχησώμεθα δὲ ἐν μὲν ἄλλοις ἥκιστα· εἰ δὲ καυχήσασθαι προελοίμεθα, οὐκ ἐσό μεθα ἄφρονες· ἐροῦμεν γὰρ τἀληθές· τρίτος ἡμῖν οὐρανὸς τεθεώρηται καὶ ὁ παράδεισος ὤφθη, καὶ οὐδ' ἐν γνώσει εἰ μετὰ σωμάτων ἢ σωμάτων ἐκτός· λόγοι δὲ ἡμῖν ἠκούσ θησαν ἄρρητοι, οὓς οὐκ ἐξὸν τοῖς τὰ ἀνθρώπινα φρονοῦσι λαλεῖν.

24 Οὕτως ἡμεῖς καὶ Παῦλοι φανείημεν καὶ οὕτω δὴ καὶ τῶν ὁμοίων χαρίτων ἐπιτευξοίμεθα. οὕτω καὶ Πέτρος καὶ Παῦλος τῇ ἡμῶν βελτιώσει ἐνδοξασθήσονται καὶ τῇ πρὸς αὐτοὺς μιμήσει χαρίσονται· ὡς οὐδενὶ γὰρ οὕτως ὥσπερ ἐπὶ ἀνθρώπου μετανοίᾳ καὶ πρὸς τὰ κρείττω μεταβολῇ ὁ τῶν ἁγίων δῆμος καὶ ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἀγάλλεται, ὑπὲρ οὗ ἅπας ἐκείνοις σκοπὸς καὶ τῆς διδασκαλίας καὶ τοῦ κηρύγ ματος καὶ αὐτοῦ τοῦ τέλους, ὃ τοῦ δεσποτικοῦ πρὸς μίμη σιν κατωρθώσαντο. οὕτως ἐν τοῖς ἡμετέροις οἱ ἀπόστολοι χαίρουσιν, οὕτως οἱ τῆς δωδεκάδος ἐπευφραίνονται πρόκριτοι. ἀλλ' ἐπείπερ ἐμνήσθην τοῦ ἀριθμοῦ, ἔχω τι περὶ τού του εἰπεῖν. καὶ μή με περιττολόγον ὑπολάβητε, εἰ ἀδολεσχῶ περὶ ἀριθμῶν· ἔχει γάρ τι θεωρίας ὁ λόγος οὐκ ἀγεννοῦς καὶ μηδὲ τοῖς ἁγίοις ἀπᾳδούσης, ἐπεὶ μηδὲ πάμπαν τὸ τῆς φαινομένης σοφίας οἱ θεοκήρυκες ἀπεβάλλοντο, ἀλλὰ τὸ μὲν μὴ βλάπτον ἐδέξαντο, τὸ δὲ περιττὸν ἐβδελύξαντο. ζητῶ γοῦν, ὅτου χάριν τὸν ἀριθμὸν τῆς δωδεκάδος προσή κατο ὁ Χριστὸς καί, δεῆσαν μαθητὰς λαβεῖν εἰς τὸ κήρυγμα, οὐκ ἐλάττους ἢ μείζους τῆς δωδεκάδος προείλετο. ἀριθμητι κοὶ μὲν λόγοι οὐκ ἔχουσί τι ξενίζον περὶ δωδεκάδος ἐρεῖν· οὔτε γὰρ ἐν ἐπιπέδοις τρίγωνος ἢ τετράγωνος ἢ κύκλος οὔτ' ἐν στερεοῖς κύβος ἢ πυραμὶς ἢ ἄλλο τι τῶν γινωσκομένων περιφανῶν ἐν τούτοις ἐπισυμβέβηκεν. ἑτερομήκης γὰρ ἀνα πέφανται ἐκ διπλῆς ἑξάδος συντεθεῖσθαι τῶν δώδεκα ὡς ἐκ τελείου τῇ σχέσει, καθὼς τοῖς περὶ ταῦτα δεινοῖς τεθεώ ρηται, μὴ καὶ πάνυ περίεργος ἂν εἴη ὁ λόγος καὶ θεωρήμασι θεολογικοῖς οὐχ ἁρμόδιος. ἀλλ' οὐδὲ τὸ τῆς μουσικῆς ἁρμονίας ἔχει τι ἡμῖν συντελοῦν· κοινὸν γὰρ ἑτέροις τῶν ἀριθμῶν. ἔστι μὲν οὖν ὁ ἀριθμὸς οὗτος φίλος πάνυ θεῷ· τὰ γὰρ τῆς αὐτοῦ κληρονομίας ὑπὸ τούτου μετρεῖ. σχοίνισμα δὲ κληρονομίας ὁ Ἰσραήλ· τοσαύταις οὗτος ταῖς φυλαῖς κατη ρίθμηται. ἔστι γοῦν ὁ ἀριθμὸς ἐκ τοῦ δέκα καὶ δύο συν τεθειμένος ὁ δώδεκα, τοῦ δέκα μὲν δευτέρας μονάδος καὶ προσηκούσης τοῖς ὑπὸ γένεσιν· ὡς γὰρ ἀμέλει τοῖς πρώτοις ὡς ἀμερέσι καὶ ἑαυτῶν ἀνεκφυτήτοις καὶ τοῖς οὐσίαν κρυ φίοις ἡ πρώτη ἐφαρμόττει μονάς, οὕτω δὴ καὶ τοῖς δευ τέροις καὶ καθ' ἡμᾶς ὡς μεριστοῖς καὶ τοῖς δέκα μετρου μένοις ἡ δευτέρα πάντως ἁρμόδιος. ἔδει γοῦν τοῦ δέκα ὁ πωσοῦν προσλαβεῖν ἐν τῷ καθ' ἡμᾶς μυστηρίῳ γενόμενον τὸν Χριστὸν καὶ τὸν ἄνθρωπον ἀναδεξάμενον ὃν καὶ θεῶσαι βεβούληται, ἔδει δὲ τῇ δεκάδι προσεῖναι μήτε μονάδα μήτε τριάδα μήτε τινὰ ἄλλον τῶν ἀριθμῶν, δυάδα δὲ πάντως· δυὰς γάρ ἐστιν ἀριθμὸς πρῶτος καὶ μονάδος πρωτίστη κίνησις καὶ γόνιμος