παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσσύριον; ἢ πάντα ταῦτα συνελόντες ἕνα καὶ τὸν αὐτὸν ὀνομάσωμεν, ἐπεὶ καὶ τὰς πάντων κακίας φαίνεσαι εἰς σεαυτὸν συλλεξάμενος, Ἰεροβοὰμ τὴν ἀποστασίαν, Ἀχαὰβ τὴν μιαιφονίαν, Φαραὼ τὴν σκληρό τητα, Ναβουχοδονόσορ τὴν ἱεροσυλίαν, πάντων ὁμοῦ τὴν ἀσέ βειαν. 18 ποῦ εἰσὶν αἱ θυσίαι καὶ τελευταὶ καὶ τὰ μυστήρια; ποῦ σφάγια φανερά τε καὶ ἀφανῆ; ποῦ τεράστια προγνώσεως καὶ σημεῖα ἐγγαστριμύθων; ποῦ αἱ κατὰ Χριστιανῶν μαντεῖαι καὶ 802 ἀπειλαί; οἴχεται πάντα, διέψευσται, διερρύη. ὄναρ ἐφάνη τῶν ἀσεβῶν τὰ κομπάσματα. ἔπεσε Βάλ, συνετρίβη ∆αγών. οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν. καὶ νῦν ταῦτα μικρὰ τοῖς ἀθλίοις ἴσως. ἔσται δὲ καιρὸς ἡνίκα ὄψομαι τοὺς ἐμοὺς ὑβριστὰς καὶ τὸν μέγαν τούτων καθηγητὴν ἀποκλαιομένους τὴν ἑαυτῶν κακίαν, ὅτε πᾶσα κρίνεται καὶ βασανίζεται κακία καὶ πονηρία." 19. Τούτων δὲ οὕτως πραττομένων παρά τε τοῦ βασι λέως καὶ τοῦ συμμύστου αὐτοῦ πατριάρχου, Ἄραβες μετὰ δυνά μεως πολλῆς κατὰ Ῥωμανίας ἐξῄεσαν, ὁ δὲ βασιλεὺς ἅμα τοῖς πρόσφυξι Πέρσαις καὶ τοῖς τάγμασι καὶ Μανουὴλ δομεστίκῳ κατ' αὐτῶν ἐχώρει. καὶ συμβολῆς γενομένης ἡττήθη ὁ βασιλεύς, καὶ μέσον εἰσῆλθε τῶν Περσῶν, ὑπ' αὐτῶν περισωθῆναι ὑπολαβών. Μανουὴλ δὲ ὡς ἔγνω περισκοπῶν μέσον τῶν Περσῶν τὸν βασιλέα ὄντα, αὐτοὺς δὲ βουλομένους τοῖς Ἄραψι τοῦτον προδοῦναι καὶ δι' αὐτὸν καταλλαγῆναι αὐτοῖς, διασχίσας μέσον αὐτῶν καὶ τοῦ χαλινοῦ τοῦ ἵππου τοῦ βασιλέως λαβόμενος ἐξήλασεν ἄκοντα τοῦ τον ἐξάγων, αἰσχύνην ἡγούμενος οὐ καθεκτὴν Ῥωμαίοις, εἰ τὸν βασιλέα Ῥωμαίων Ἄραβες αἰχμάλωτον λάβωσιν. ὁ δὲ βασιλεὺς τῷ δέει τοῦ καθεστηκότος ἐκστὰς προσρυῆναι πάλιν τοῖς Πέρσαις ἠβούλετο. ὁ δὲ Μανουὴλ τὸ ξίφος ἀνέτεινεν ὡς πατάξων αὐτόν. ὁ δὲ φοβηθεὶς καὶ ἄκων συνείπετο, μόλις διασωθείς. κἀκεῖθεν 803 ὑποστρέφει ἐν τῷ ∆ορυλαίῳ μετ' αἰσχύνης καὶ ἥττης πολλῆς. ὁ δὲ Μανουὴλ ἐν τῷ πολέμῳ τρωθεὶς καὶ νοσήσας ἐτελεύτησε, πολ λὰς ἀνδραγαθίας κατὰ τῶν Ἀγαρηνῶν ἐνστησάμενος. τὸ δὲ σῶμα αὐτοῦ ἀποκομισθὲν ἐτέθη ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ μονῇ τοῦ Μανουήλ, σύνεγγυς τῆς κινστέρνης Ἄσπαρος. 20. Καὶ εὐθὺς διαβολαὶ κατὰ Περσῶν πρὸς τὸν βασιλέα, καὶ ἀπειλαὶ κατὰ Θεοφόβου ὡς ἀντάρτου καὶ προδότου καὶ δυσμε νοῦς. ἃ μαθὼν Θεόφοβος τοὺς Πέρσας ἀναλαβὼν κατῆλθεν ἕως Σινώπης, καὶ ταύτην παραλαβὼν κατεῖχε τυραννικῶς. ὅπερ γνοὺς ὁ βασιλεὺς καὶ ἐν μεγάλῃ λύπῃ γενόμενος ἐδεδίει γὰρ μή πως παραρρυῶσι τοῖς Ἄραψι καὶ μέχρι Παφλαγονίας αὐτὸς ἀπῄει· καὶ λόγον αὐτοῖς ὡς οὐδὲν δεινὸν πείσονται δεδωκώς, καὶ τὸν Θεό φοβον ἀναλαβόμενος, ὑπέστρεψε μεθ' ἑαυτοῦ ἐν τῇ πόλει, τῶν ἄλλων Περσῶν παραγενομένων οὗπερ κατεσκηνώθησαν ἐξ ἀρχῆς. ἠγαπᾶτο δὲ Θεόφοβος παρὰ τῶν πολιτῶν οὐχ ἧττον ἢ τῶν Περ σῶν ὡς ὀρθόδοξος. 21. Τότε δὴ γινομένῳ τῷ βασιλεῖ πρὸς Βλαχέρναις, καθὰ εἴθιστο, ὑπάντησεν αὐτῷ τις προσελθὼν καὶ λέγων ὅτι ὁ ἵππος ᾧ ἐποχεῖται ἡ βασιλεία σου ἐμός ἐστιν. τοῦ δὲ ἵππου σκιρτῶντος διὰ τὸ αἰφνιδίως προσιέναι, καὶ τοῦ βασιλέως τοῦτον κατασχόν τος, τὸν κόμητα τοῦ στάβλου ἐπηρώτησεν ὁ βασιλεὺς "τίνος ἐστὶν ὁ ἵππος;" ὁ δὲ ἔφη "ὁ κόμης τοῦ Ὀψικίου ἀπέστειλεν αὐτὸν τῇ 804 βασιλείᾳ σου." τούτου δὲ ἐν τῇ πόλει εὑρεθέντος, τῇ ἐπαύριον ἀγαγὼν αὐτὸν ὁ βασιλεὺς καὶ τὸν προσελθόντα αὐτῷ ἔφη "εἰπὲ τὸ ἀληθές, τίνος ἐστὶν ὁ ἵππος;" ὁ δ' ἀποκριθεὶς εἶπεν ὅτι "ἐμὸς ἦν, καὶ ἀποστείλας ὁ στρατηγὸς ἀνελάβετο αὐτὸν βιαίως ἀπ' ἐμοῦ, μήτε τίμημά μοι δοὺς μήτε ἀξίωμα." εἶπε δὲ πρὸς τὸν κόμητα ὁ βασιλεὺς "εἰπὲ εἰ οὕτως ἔχει, καὶ διὰ τί μὴ ἀποκόψας περὶ τοῦ ἵππου ἀπέστειλάς μοι αὐτόν." ὁ δὲ ἔφη ὅτι "ἐπεζήτει γενέσθαι σχολάριος· ἐγὼ δὲ μὴ εἰδὼς ὅτι ἀνδρεῖός ἐστιν, παρεῖχον αὐτὸν νομίσματα ἑκατόν· ὁ δὲ οὐκ ἔλαβεν αὐτά." ὁ δὲ βασιλεὺς ἔφη "καὶ διὰ τί μὴ ἀποκοπὴν τελείαν μετ' αὐτοῦ ποιησάμενος ἀπέστει λάς μοι τὸν ἵππον;" καὶ ἐρευνήσαντος τοῦ βασιλέως, καὶ πληρο φορηθέντος ὡς βιαίως αὐτὸν ἀφείλατο, τὸν μὲν στρατηλάτην τοῖς προσήκουσι μαγγλαβίοις ἐσωφρόνισε, τῷ δὲ προσελθόντι αὐτῷ ἀπέστρεψε τὸν ἵππον. ὁ δὲ τοῦτον οὐκ