τοῦ μὲν δεξιοῦ κέρατος ὁ Ἀλυάτης, ἀνὴρ Καππαδόκης καὶ συνήθης τῷ βασιλεῖ, τοῦ δ' εὐωνύμου αὐτὸς ὁ Βρυέννιος, τὸ δὲ μέσον τῆς φάλαγγος εἶχεν ὁ βασιλεύς· οὐραγεῖν δὲ ἐτέτακτο ὁ τοῦ καίσαρος υἱὸς ὁ πρόεδρος Ἀνδρόνικος, τάς τε τῶν ἑταίρων τάξεις ἔχων καὶ τὰς τῶν ἀρχόντων, ἀνὴρ καὶ γένους λαμπροῦ καὶ πᾶσι κομῶν τοῖς καλοῖς· φρονήσει γὰρ τῶν ἡλίκων ἁπάντων ὑπέρτερος καὶ ἀνδρικώτατος εἴπερ τις ἄλλος καὶ ταῖς στρατηγικαῖς ἐντραφεὶς μελέταις, οὐ πάνυ δὲ φιλίως ἔχων πρὸς βασιλέα. 1.17 Οἱ δὲ Τοῦρκοι τὸν βασιλέα βλέποντες παρατάττοντα τὸν στρατόν, οὐ κατὰ φάλαγγας οὐδὲ κατὰ λόχουςοὐδὲ γὰρ ἐβούλοντο Ῥωμαίοις εἰς χεῖρας ἐλθεῖνἡσύχασαν· ἀλλ' ὁ μὲν σουλτάνος πόρρω που ἱστάμενος τὰ πρὸς πόλεμον διετάττετο, ἀνδρὶ δέ τινι ἐκτομίᾳ τὰ μέγιστα παρ' αὐτῷ δυναμένῳ, Ταράγγης τούτῳ τὸ ὄνομα, τὰς πλείστας δυνάμεις παραδοὺς κύριον τοῦ πολέμου τοῦτον ἀπέδειξεν. Ὁ δὲ εἰς πολλὰ μέρη τὸ στράτευμα διελὼν προλοχισμούς τε ἐποίει καὶ ἐνέδρας συνίστα καὶ περιιέναι τὰς τάξεις Ῥωμαίων ἐπέταττε καὶ τοῖς τοξεύμασι χρῆσθαι πάντοθεν. Οἱ δὲ Ῥωμαῖοι, τῶν ἵππων αὐτῶν βαλλομένων, ἠναγκάζοντο ἕπεσθαι καὶ δὴ εἵποντο, φεύγειν δοκούντων ἐκείνων· εἰς δὲ τοὺς λόχους καὶ τὰς ἐνέδρας περιπίπτοντες μεγάλως ἐβλάπτοντο. Τοῦ βασιλέως δὲ τὸν ὑπὲρ τῶν ὅλων βουλομένου κίνδυνον ἀναδέξασθαι, βάδην ἑπομένου καὶ προσδοκῶντος φάλαγγα Τούρκων εὑρεῖν καὶ αὐτῇ συρραγῆναι καὶ οὕτω κριθῆναι τὰ τοῦ πολέμου, οἱ Τοῦρκοι πανταχόθεν διεσκεδάννυντο· ὑποστρέψαντες δὲ μετὰ ῥύμης σφοδρᾶς καὶ κραυγῆς ἐπελθόντες Ῥωμαίοις τρέπουσι τὸ δεξιὸν κέρας. Εὐθὺς δ' ἀνεχώρουν καὶ οἱ περὶ τὴν οὐραγίαν καὶ τὸν βασιλέα οἱ Τοῦρκοι κυκλώσαντες ἔβαλλον πάντοθεν. Ὁρμήσαντος δὲ τοῦ εὐωνύμου κέρατος ἐπαρήγειν οἱ Τοῦρκοι ἐκώλυον· κατὰ νώτου γὰρ οὗτοι γενόμενοι καὶ τοῦτο κυκλώσαντες φυγεῖν κατηνάγκασαν. Ὁ δὲ βασιλεὺς παντάπασιν ἔρημος ἀποληφθεὶς βοηθείας τὸ ξίφος ἐγύμνωσεν ἐπὶ τοὺς ἐχθροὺς καὶ πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ καὶ φυγεῖν κατηνάγκασε· κυκλωθεὶς δ' ὑπὸ τῶν πολεμίων τοῦ πλήθους τὴν χεῖρα τιτρώσκεται καὶ γνωσθεὶς ὑπ' αὐτῶν ὅστις ἐστὶ κύκλῳ περιστοιχίζεται πάντοθεν, καὶ τοξεύεται μὲν ὁ ἵππος αὐτοῦ καὶ ὀλισθήσας πίπτει, συγκαταβάλλει δὲ καὶ τὸν ἐπιβάτην, καὶ τοῦτον τὸν τρόπον δορυάλωτος ὁ βασιλεὺς Ῥωμαίων γίνεται καὶ πρὸς τὸν σουλτάνον ἀποκομίζεται δέσμιος, οὐκ οἶδ' οἷστισι λόγοις τοῦτο τῆς θείας προνοίας οἰκονομησάσης. Ἑάλω δὲ καὶ λοιπὸν μοῖρα τῶν ἀρχόντων οὐκ ὀλίγη· τῶν δὲ λοιπῶν οἱ μὲν μαχαίρας ἔργον γεγόνασιν, οἱ δὲ διεσώθησαν· ἑάλω δὲ καὶ τό τε στρατόπεδον ἅπαν καὶ ἡ σκηνὴ ἡ βασίλειος καὶ τὰ χρήματα καὶ τῶν βασιλικῶν παρασήμων τὰ κάλλιστα, ἐν οἷς καὶ ὁ πολυθρύλλητος μάργαρος ᾖν, ὃν Ὀρφανὸν κατωνόμαζον. Οἱ δ' ἐκ τῆς μάχης διασωθέντες ἄλλος ἀλλαχοῦ διεσπάρησαν, τὴν ἰδίαν ἕκαστος καταλαβεῖν σπεύδοντες. 1.18 Οὐ πολλαὶ δ' ἡμέραι διεληλύθεσαν καὶ τῶν διαδράντων τὸν πόλεμον ἄγγελός τις προλαβὼν τὸ δεινὸν ἐν τῇ πόλει ἀπήγγειλε καὶ αὖθι ἄλλος καὶ ἐπὶ τούτοις τρίτος καὶ τέταρτος, σαφὲς μὲν οὐδὲν ἀπαγγέλλειν ἔχοντες, αὐτὸ δὲ μόνον τὸ δεινὸν ἐξηγούμενοι καὶ ἄλλος ἄλλως διερμηνεύοντες· οἱ μὲν γὰρ αὐτὸν τὸν βασιλέα τεθνηκέναι κατήγγελλον, οἱ δὲ ἑαλωκέναι, οἱ δὲ τετρωμένον τοῦτον ἰδεῖν καὶ κατὰ γῆς ἐρριμμένον, οἱ δὲ δέσμιον ἀπαγόμενον εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. Ἐπὶ συμβούλοις οὖν ἐν τῇ βασιλίδι τὰ πράγματα γίνεται καὶ ὁ καῖσαρ εὐθὺς μετεκέκλητο περὶ Βιθυνίαν διάγων καὶ σχολάζων κυνηγεσίοις διὰ τὸ ὕποπτον εἶναι τῷ βασιλεῖ· μήπω δὲ τούτου καταλαβόντος, ἡ βασιλὶς διηρώτα τί ποτε ἄρα χρὴ πράττειν. Ἔδοξεν οὖν πᾶσιν ἐκεῖνον μὲν τέως ἐᾶσαι, εἴτε ἑάλω εἴτε τέθνηκεν, ἑαυτῇ δὲ καὶ τοῖς παισὶ κρατύνεσθαι τὴν ἀρχήν. Ἔτι δὲ μετεώρου ὄντος τοῦ πράγματος, γίνεται κοινωνὸς ὁ καῖσαρ· ὁ δὲ τήν τε κοινοπραγίαν ἀσπάζεται καὶ συμπράττειν ἀμφοτέρους ὅσα τῇ βασιλείᾳ προσήκει πράγματατήν τε μητέρα καὶ τὸν πρε σβύτερον τῶν υἱῶν ἀποφαίνεταικαὶ τὸν μὲν ὡς τεκοῦσαν σεβάζεσθαι, τὴν δὲ κοινῇ μετὰ τοῦ παιδὸς τὴν