ἄγγελος, «καὶ τῶν» ἐν τῇ ἐκκλησίᾳ «μικρῶν,» «διὰ παντὸς» βλέπων «τὸ πρόσωπον τοῦ πατρὸς» «τοῦ ἐν τοῖς οὐρανοῖς» καὶ ἐνορῶν τοῦ κτίσαντος ἡμᾶς τὴν θειότητα, συνεύχεταί τε ἡμῖν καὶ συμπράττει ἐν οἷς δυνατόν ἐστι περὶ ὧν εὐχόμεθα. 12.1 Πρὸς δὲ τούτοις δυνάμεως πεπληρωμένους νομίζω τοὺς λόγους τῆς τῶν ἁγίων εὐχῆς, μάλιστα ὅτε προσευχόμενοι «πνεύ ματι» προσεύχονται «καὶ τῷ νοῒ,» φωτὶ ἐοικότι ἀνατέλλοντι ἀπὸ τῆς τοῦ εὐχομένου διανοίας καὶ προϊόντι ἐκ στόματος αὐτοῦ ὑπεκ λύειν δυνάμει θεοῦ τὸν ἐνιέμενον νοητὸν ἰὸν ἀπὸ τῶν ἀντικει μένων δυνάμεων τῷ ἡγεμονικῷ τῶν ἀμελούντων τοῦ εὔχεσθαι καὶ τὸ «ἀδιαλείπτως προσεύχεσθε» ἀκολούθως ταῖς τοῦ Ἰησοῦ προτρο παῖς εἰρημένον παρὰ τῷ Παύλῳ μὴ φυλαττόντων. ὡσπερεὶ γὰρ βέλος ἀπὸ τῆς τοῦ εὐχομένου ψυχῆς τῇ γνώσει καὶ τῷ λόγῳ ἢ τῇ πίστει πρόεισιν ἀπὸ τοῦ ἁγίου, τιτρῶσκον ἐπὶ καθαιρέσει καὶ κατα λύσει τὰ ἐχθρὰ τῷ θεῷ πνεύματα, τοῖς τῆς ἁμαρτίας δεσμοῖς περι βαλεῖν ἡμᾶς θέλοντα. 12.2 «ἀδιαλείπτως» δὲ προσεύχεται, καὶ τῶν ἔργων τῆς ἀρετῆς ἢ τῶν ἐντολῶν τῶν ἐπιτελουμένων εἰς εὐχῆς ἀναλαμβανομένων μέρος, ὁ συνάπτων τοῖς δέουσιν ἔργοις τὴν εὐχὴν καὶ τῇ εὐχῇ τὰς πρεπούσας πράξεις. οὕτω γὰρ μόνως τὸ «ἀδιαλείπτως προσεύχεσθε» ἐκδέξασθαι δυνάμεθα ὡς δυνατὸν ὂν εἰρημένον, εἰ πάντα τὸν βίον τοῦ ἁγίου μίαν συναπτομένην μεγάλην εἴποιμεν εὐχήν· ἧς εὐχῆς μέρος ἐστὶ καὶ ἡ συνήθως ὀνομαζομένη εὐχὴ, οὐκ ἔλαττον τοῦ τρὶς ἑκάστης ἡμέρας ἐπιτελεῖσθαι ὀφείλουσα· ὅπερ δῆλόν ἐστιν ἐκ τῶν κατὰ τὸν ∆ανιὴλ, τηλικούτου ἐπηρτημένου αὐτῷ κινδύνου εὐχόμε νον τρὶς τῆς ἡμέρας. καὶ ὁ Πέτρος δὲ ἀναβαίνων εἰς «τὸ δῶμα» <«περὶ»> τὴν «ἕκτην» «προσεύξασθαι,» ὅτε καὶ ἑώρα τὸ ἐξ οὐρανοῦ «καθιέμενον» «σκεῦος» «τέτρασιν ἀρχαῖς καθιέμενον,» παρίστησι τὴν μέσην τῶν τριῶν εὐχὴν, τὴν πρὸ αὐτοῦ καὶ παρὰ τοῦ ∆αυῒδ λεγο μένην· «τὸ πρωῒ εἰσακούσῃ τῆς προσευχῆς μου, τὸ πρωῒ παραστή σομαί σοι καὶ ἐπόψομαι»· καὶ τῆς τελευταίας δηλουμένης διὰ τοῦ· «ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» ἀλλ' οὐδὲ τὸν τῆς νυ κτὸς καιρὸν χωρὶς ταύτης τῆς εὐχῆς καθηκόντως διανύσομεν, τοῦ μὲν ∆αυῒδ λέγοντος· «μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου,» τοῦ δὲ Παύλου, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἴρηται, «κατὰ τὸ μεσονύκτιον» ἅμα τῷ Σίλᾳ ἐν Φιλίπποις προσευχομένου καὶ ὑμνοῦντος τὸν θεὸν, ὥστε ἐπακροᾶσθαι «αὐτῶν» καὶ τοὺς δεσμίους. 13.1 Εἰ δὲ Ἰησοῦς προσεύχεται καὶ μὴ μάτην προσεύχεται, τυγχάνων ὧν αἰτεῖ διὰ τοῦ εὔχεσθαι, τάχα οὐκ ἂν αὐτὰ εἰληφὼς χωρὶς εὐχῆς, τίς ἡμῶν ἀμελῇ τοῦ εὔχεσθαι; Μάρκος μὲν γάρ φησιν ὅτι «πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο,» ὁ δὲ Λουκᾶς· «καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτὸν» καὶ ἐν ἄλλοις· «καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ»· ὁ δὲ Ἰωάννης εὐχὴν αὐτοῦ ἀναγράφει λέγων· «ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὑ τοῦ εἰς τὸν οὐρανὸν εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱὸν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε»· καὶ τὸ «ᾔδειν» δὲ «ὅτι πάντοτέ μου ἀκούεις» παρὰ τῷ αὐτῷ ἀναγεγραμμένον ὑπὸ τοῦ κυρίου εἰρημένον δηλοῖ ὅτι «πάντοτε» εὐχόμενος «πάντοτε» ἐπ ακούεται. 13.2 τί δὲ δεῖ καταλέγειν τοὺς διὰ τοῦ ὃν δεῖ τρόπον προσεύξασ θαι μεγίστων ἐπιτετευχότας ἀπὸ θεοῦ, παρὸν ἑκάστῳ ἑαυτῷ ἀπὸ τῶν γραφῶν ἀναλέξασθαι πλείονα; Ἄννα γὰρ ὑπηρέτησε τῇ γενέσει Σαμουὴλ, τῷ Μωϋσεῖ συναριθμηθέντος, ἐπεὶ μὴ τίκτουσα πιστεύ σασα προσηύξατο πρὸς κύριον· Ἐζεκίας δὲ ἔτι ἄπαις τυγχάνων, μαθὼν ἀπὸ τοῦ Ἡσαΐου τεθνήξεσθαι, προσευξάμενος εἰς τὴν τοῦ σωτῆρος γενεαλογίαν ἀνείληπται· ἤδη δὲ ὑφ' ἓν πρόσταγμα ἐξ ἐπιβουλῆς τοῦ Ἀμὰν ἀπόλλυσθαι μέλλοντος τοῦ λαοῦ, προσευχὴ μετὰ νηστείας Μαρδοχαίου καὶ Ἐσθὴρ ἐπακουσθεῖσα πρὸς ταῖς κατὰ Μωϋσέα ἑορταῖς τὴν Μαρδοχαϊκὴν ἐγέννησεν εὐφροσύνης τῷ λαῷ ἡμέραν· ἀλλὰ καὶ Ἰουδὴθ ἁγίαν ἀνενεγκοῦσα