αὐτῷ πεπιστευκότων δεθήσονται. {Ο ∆ΙΑΚ.} Ποῦ δὲ ἐγνώρισαν τὴν τοῦ Σωτῆρος παρουσίαν; {Ο ΕΠΙΣΚ.} Ἡνίκα ἐβόων· "Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;" ὁρᾷς ὅτι προῄ δεισαν, οὐ μόνον ὅτι ἅγιός ἐστιν, ἀλλ' ὅτι καὶ κριτής; τί δὲ λέγω περὶ τῶν δαιμόνων; αἱ κακοδαίμονες τῶν ἑταιρίδων ἐκ τῆς τῶν 31 ὀφθαλμῶν καταστάσεως γνωρίζουσι τοὺς σώφρονας ἄνδρας καὶ ἀποστρέφονται, ὥσπερ ὁ νοσῶν ὀφθαλμὸς τὴν τοῦ ἡλίου αἴγλην, καὶ ὁ γὺψ τὸ μύρον. πόθεν δὲ τό, "βδέλυγμα ἁμαρτωλοῖς θεο σέβεια," εἰ μὴ ταύτην ἐγνώριζον; οὕτω καὶ ὁ Θεόφιλος, ἐξ ὧν τοῦ ἰδίου ὀφθαλμοῦ τὸ κατάλληλον ἢ τὸ καταθύμιον ἐν τῇ τοῦ Ἰωάννου ὄψει οὐχ εὗρεν, στοχαστικῶς τὸ ἐναντίον ὑπετόπασεν, οὐ καταληπτικῶς. {Ο ∆ΙΑΚ.} Θαυμασίως εἴρηκας, πάτερ. πρὸς τί δὲ ἀντέπιπτεν τῇ χειροτονίᾳ; {Ο ΕΠΙΣΚ.} Ἔθος αὐτῷ τοιοῦτον ἦν, μὴ χειροτονεῖν τοὺς χρηστοὺς καὶ ἐχέφρονας, εἰ μή τι ἂν ἀστοχήσοι, βουλόμενος ἁπάντων κρατεῖν ὡς ἀνοήτων· ἄμεινον ἡγούμενος ἀνοήτων κρα τεῖν ἢ φρονίμων ἀκούειν. πλὴν ὅμως νικᾶται ὑπὸ τῆς σωτηρίου προνοίας καὶ ἑκὼν καὶ ἄκων. οὕτως χειροτονηθεὶς ὁ Ἰωάννης ἄρχεται τῆς τῶν πραγμάτων ἐπιμελείας, ἀπὸ τῆς λογικῆς ἀρξά μενος σύριγγος τῆς τῶν προβάτων δοκιμασίας. ὀλιγάκις δὲ καταχρώμενος καὶ τῇ ἐλεγκτικῇ βακτηρίᾳ, κατατείνει λόγον κατὰ τῆς ἐπιπλάστου ἀδελφοζωΐας, τὸ δ' ἀληθές, κατὰ τῆς ἀσχήμου κακοζωΐας περὶ τῶν καλουμένων συνεισάκτων, ἀπο δεικνὺς ἐν αἱρέσει κακῶν ἀμείνους εἶναι τοὺς πορνοτρόφους· ἐκεῖνοι μὲν γὰρ πόῤῥω τοῦ ἰατρείου οἰκοῦντες, καθ' ἑαυτοὺς ἔχουσι τοῖς βουλομένοις τὴν νόσον· οὗτοι δὲ ἔνδον τοῦ ἐργα στηρίου οἰκοῦντες τῆς σωτηρίας, καὶ τοὺς ὑγιαίνοντας ἐκκα λοῦνται εἰς νόσον. ἐντεῦθεν θλίβεται τὸ ἀφιλόθεον μέρος τοῦ κλήρου πυρέττον τὸ πάθος. μετ' ἐκεῖνον τὸν λόγον ἄρχεται κατὰ τῆς ἀδικίας, καταστρέφων τὴν μητρόπολιν τῶν κακῶν τὴν πλεονεξίαν εἰς οἰκοδομὴν τῆς δικαιοσύνης. τοῦτο γὰρ ἴδιον τῶν σοφῶν ἀρχιτεκτόνων, πρότερον καταστρέψαι τὴν οἰκοδο μὴν τοῦ ψεύδους, εἶθ' ὕστερον θεῖναι τὸν θεμέλιον τῆς ἀληθείας, ὡς λέγεται παρὰ τῷ προφήτῃ· "Καθέστακά σε ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ καταφυτεύειν, καὶ κατασκάπτειν καὶ ἀνοικοδομεῖν" -τὸ μὲν ὡς γεωργῷ, τὸ δὲ ὡς οἰκοδόμῳ. ἐκ τούτου 32 ταράσσεται πάλιν τὸ μέρος τῶν βαλαντιοσκόπων· μετὰ τοῦτο ἐπιμελεῖται αὐτῶν τῆς διαίτης, παρακαλῶν ἀρκεῖσθαι τοῖς ἰδίοις ὀψωνίοις καὶ μὴ διώκειν τὰς κνίσας τὰς τῶν πλουσίων, ἵνα μὴ καπνὸν ἔχοντες τὸν δᾳδοῦχον, τῇ φλογὶ τῆς ἀκολασίας παραδοθῶσι, κολάκων καὶ παρασίτων μεταδιώξαντες βίον. ἐντεῦθεν ἀνορύττονται οἱ πλείους τῶν γαστριμάργων, συγκλω θόμενοι τοῖς σοφισταῖς τῆς κακηγορίας. μετὰ τοῦτο διερευνᾷ τὰ βρέβια τοῦ οἰκονομείου καὶ εὑρίσκει ἀνάλωμα οὐκ ὠφελοῦν τὴν ἐκκλησίαν· προστάσσει τούτων ἀργεῖν τὴν ἐπικουρίαν. ἔρχεται εἰς τὸ μέρος τοῦ ἀναλώματος τοῦ ἐπισκοπείου καὶ εὑρίσκει δαψίλειαν οὐ τὴν τυχοῦσαν καὶ κελεύει μετενεχθῆναι τὴν πολυτέλειαν τούτων εἰς τὸ νοσοκομεῖον. περιττευούσης δὲ τῆς χρείας, κτίζει πλείονα νοσοκομεῖα, προσκαταστήσας δύο τῶν εὐλαβῶν πρεσβυτέρων, ἔτι μὴν καὶ ἰατροὺς καὶ μαγείρους καὶ χρηστοὺς τῶν ἀγάμων ἐργάτας τούτοις εἰς ὑπηρεσίαν· ὥστε τοὺς ἐπιχωριάζοντας ξένους καὶ ὑπὸ νόσου ληφθέντας [μάλιστα δὲ τὴν ἱερὰν καλουμένην] τυγχάνειν ἐπιμελείας, καὶ δι' αὐτὸ τὸ καλὸν καὶ διὰ τὴν τοῦ Σωτῆρος δόξαν. μετὰ τοῦτο προσκαλεῖται τὸ τῶν χηρῶν τάγμα, ἐμπερινοστῶν ἐν αὐταῖς τὰς οὐκ ὀρθῶς ἀναστρεφομένας, καὶ εὑρὼν φιλοσάρκους τινὰς παρῄνει ἢ νη στείαν ἀναλαβεῖν ἀπεχομένας βαλανείων καὶ περιέργων ἱμα τίων, ἢ θᾶττον χωρεῖν ἐπὶ δεύτερον γάμον, ἵνα μὴ ὑβρίζηται ὁ νόμος ὁ τοῦ Κυρίου. μετὰ τοῦτο παρεκάλει τοὺς δήμους προσκαρτερεῖν ταῖς νυκτεριναῖς λιτανείαις, τὰς δὲ τούτων γυναῖ κας οἴκοι μένειν ἐν ἡμέρᾳ προσευχομένας παρακαλῶν, διὰ τὸ μὴ σχολάζειν ἐν ἡμέρᾳ τοὺς ἄνδρας. ταῦτα δὲ πάντα ἐλύπει τοὺς 33 ἀμελεστέρους τοῦ κλήρου παννύχιον καθεύδειν συνειθισμένους. μετὰ τοῦτο ἥπτετο τοῦ ἐλεγκτικοῦ ξίφους κατὰ τῶν