1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

13

τεταγμένη-τὴν ἀσκητικὴν παλαίστραν ἐπήξατο. Καὶ πολλοὺς μὲν καὶ ἄλλους φιλοσοφίας πρὸς ἑαυτὸν εἵλκυσεν ἀθλητάς, εἵλκυσε δὲ καὶ τὸν μέγαν Ἀκάκιον, τὸν πάνυ λέγω, τὸν πολυθρύλητον, ὃς διέπρεψε μὲν ἐν μοναχικῇ πολιτείᾳ, λαμπρὰς δὲ τῆς ἀρετῆς τὰς ἀκτῖνας ἐξέπεμψεν, ἀρχιερωσύνης ἀξιωθεὶς καὶ τὴν Βέροιαν ποιμαίνειν λαχών. Ὀκτὼ δὲ καὶ πεντήκοντα ἔτη τῆσδε τῆς ἀγέλης τὴν κηδεμονίαν ἐγχειρι σθείς, οὐκ εἴασε μὲν τῆς ἀσκητικῆς πολιτείας τὸ εἶδος, ἀσκητικὴν δὲ καὶ πολιτικὴν ἐκέρασεν ἀρετήν· καὶ τῆς μὲν τὴν ἀκρίβειαν, τῆς δὲ τὴν οἰκονομίαν λαβὼν, εἰς ἓν τὰ διεστῶτα συνήγαγεν. 2.10 Ἀλλὰ ταύτης τῆς ἀρετῆς καὶ θηρευτὴς καὶ παιδο τρίβης Ἀστέριος ἐκεῖνος ἐγένετο, ὃς οὕτω θερμὸς τοῦ μεγάλου Πρεσβύτου διέμεινεν ἐραστὴς ὡς πολλάκις μὲν καὶ δὶς τοῦ ἔτους, πολλάκις δὲ καὶ τρὶς τὴν πρὸς αὐτὸν ἀποδημίαν ποιεῖσθαι. Ἀφικνούμενος δὲ ἰσχάδας εἰώθει τοῖς θιασώταις κομίζειν, τρισὶν ἢ τέτταρσι κτήνεσιν ἐπι τιθεὶς τὰ φορτία. ∆ύο δὲ μεδίμνους συλλέγων, ὡς διὰ παντὸς τοῦ ἔτους ἀποχρῶντας τῷ γέροντι, τοῖς οἰκείοις ὤμοις ἐπετίθει τὸ τοιοῦτον φορτίον, κτῆνος ἑαυτὸν τοῦ διδασκάλου καὶ καλῶν καὶ ποιούμενος. Καὶ τοῦτο φέρων τὸ φορτίον ἐβάδιζεν, οὐ δέκα σταδίους ἢ εἴκοσιν, ἀλλ' ἑπτὰ ἡμερῶν ἐξανύων πορείαν. Καί ποτε θεασάμενος ὁ Πρεσβύτης ἐπ' ὤμων αὐτὸν φέροντα τὸ τῶν ἰσχάδων φορτίον, δυσχεράνας ἔφη μὴ ποιήσασθαι ἂν ταῦτα τροφήν, οὐ γὰρ δίκαιον ἐκεῖνον μὲν τοσοῦτον ὑπομένειν κόπον, αὐτὸν δὲ τοῖς ἱδρῶσιν ἐντρυφᾶν τοῖς ἐκείνου. Τοῦ δὲ ἀπομοσαμένου ὡς οὐκ ἀπαλλάξει τοῦ φορτίου τοὺς ὤμους, εἰ μὴ συνομολογήσειεν ὁ Πρεσβύτης μεταλήψεσθαι τῆς κομισθείσης τροφῆς· "Ποιήσω, ἔλεγεν ὁ γέρων, τὸ κελευόμενον, μόνον ἀπόθου τὸν θύλακον ὅτι τάχιστα". 2.11 Ἐμιμεῖτο γὰρ κἀν τούτῳ τῶν ἀποστόλων τὸν πρῶτον ὅς, τοῦ κυρίου ἀπονίψαι αὐτοῦ τοὺς πόδας ἐθελή σαντος, πρότερον μὲν ἠρνήθη, ἀντισχυρισάμενος ὡς οὐ γενήσεται τοῦτο. Ἐπειδὴ δὲ ἤκουσεν ὡς τῆς δεσποτικῆς ἀπορραγήσεται κοινωνίας εἰ μὴ τοῦτο συγχωρήσειεν, ἱκέτευε καὶ τὼ χεῖρε πρὸς τοῖς ποσὶ καὶ τὴν κεφαλὴν ἀπονίψασθαι. Οὕτω καὶ Ἰωάννης ὁ πάνυ βαπτίσαι κελευσθεὶς τὸν σωτῆρα, πρότερον μὲν καὶ τὴν οἰκείαν ὡμολόγησε δουλείαν καὶ τὸν δεσπότην ὑπέδειξεν· ὕστερον δὲ τὸ κελευσθὲν ἐπετέλεσεν, οὐ θρασύτητι χρώμενος, ἀλλὰ δεσπότῃ πειθόμενος. Οὕτω δὲ καὶ ὁ θεῖος οὗτος ἀνὴρ ἐβαρύνετο μέν, ἑτέρου πονοῦντος, αὐτὸς ἀπολαύειν τροφῆς· ἐπειδὴ δὲ εἶδε θερμοτάτην τοῦ θεραπευτοῦ τὴν προθυμίαν, τῆς οἰκείας αἱρέσεως τὴν ἐκείνου θεραπείαν προείλετο. 2.12 Καὶ ἴσως τις τῶν φιλοψόγων καὶ σκώπτειν τὰ καλὰ μόνον δεδιδαγμένων φαίη ἂν μὴ ἀξιομνημόνευτον εἶναι τουτὶ τὸ διήγημα. Ἐγὼ δὲ πρὸς ταῖς ἄλλαις τοῦ ἀνδρὸς θαυματουργίαις καὶ τοῦτο προστέθηκα, οὐ μόνον τῶν μεγάλων ἀνδρῶν τὸ περὶ αὐτὸν σέβας ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τοῦ ἤθους αὐτοῦ τὸ γλυκὺ καὶ μέτριον δηλῶσαι κερδαλέον ἡγούμενος. Τοσοῦτος γὰρ ὢν καὶ τοιοῦτος τὴν ἀρετήν, οὐδὲ τῆς τυχούσης τιμῆς ἄξιον ἑαυτὸν ὑπελάμβανε καὶ ἀπωθεῖτο μὲν αὐτὴν, ὡς οὐδαμόθεν αὐτῷ προσήκουσαν, ἠνείχετο δὲ πάλιν, ὡς τοὺς δρῶντας εὐεργετοῦσαν. 2.13 Ταύτην ἀποδιδράσκων-δῆλος γὰρ ἅπασι γεγονὼς εἷλκε πρὸς αὑτὸν διὰ τῆς φήμης τοὺς τῶν ἀγαθῶν ἐραστάς-, τὸ τέλος ἐπὶ τὸ Σίναιον ὄρος μετ' ὀλίγων τῶν συνηθεστέρων ἐξώρμησεν, οὐ πόλεως ἐπιβαίνων, οὐ κώμης, ἀλλὰ τὴν ἄβατον ἔρημον βατὴν ἐργαζόμενος. Ἔφερον δὲ ἐπὶ τῶν ὤμων καὶ τὴν ἀναγκαίαν τροφὴν-τὸν ἄρτον φημὶ καὶ τοὺς ἅλας-καὶ κώθωνα ἐκ ξύλου πεποιημένον καὶ σπογγιὰν σμηρίνθῳ προσδεδεμένην ὅπως, εἴ ποτε βαθύτερον εὕροιεν ὕδωρ, ἀνιμήσαιντο μὲν τῇ σπογγιᾷ,