φύσεως καὶ ὑπεροχῆς καὶ ἀξίας καταλογισθεῖεν ἂν δημιουργός τε καὶ κτίσις, γενετὴ καὶ ἀγένητος φύσις, ἄφθαρτος καὶ ὑπὸ φθοράν, εἴπερ ἔστιν οὐ διεψευσμένως εἰπεῖν ὅτι πάντη καὶ πάντως τὸ ἐν γενέσει νοούμενον ὑποκέοιτο ἂν καὶ τῷ καταφθείρεσθαι δεῖν. 1.32 Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος ταῖς τοῦ ἁγίου Πνεύματος μυσταγωγίαις πρὸς τὰ ἐσόμενα βλέπων προενόησε τῶν καθ' ἡμᾶς, καὶ τίνα τρόπον ἐρῶ· ἐπειδὴ γὰρ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τουτέστιν ἐν ὁμοουσίῳ νοεῖται Τριάδι ἡ μία καὶ ἄφραστος καὶ ἀπερινόητος τοῦ Θεοῦ φύσις, ἵνα μή τις, ἐκ τῆς πολλῆς ἄγαν ἀβελτηρίας ἐφ' ἃ μὴ προσῆκε παρενηνεγμένος, κατ' εἰκόνα μὲν λέγοι καὶ ὁμοίωσιν τοῦ Θεοῦ τὸν ἄνθρωπον πεποιῆσθαι, οὐ μὴν ἔτι καὶ τοῦ Υἱοῦ ἦν δὲ δήπου καὶ τὸ ἔμπαλιν ὑπονοεῖν εἰκός, καὶ φάναι μὲν καθ' ὁμοίωσιν τοῦ Υἱοῦ γενέσθαι τὸν ἄνθρωπον, οὐ μὴν ἔτι καὶ τοῦ Πατρός , προαναθρήσας, ὡς ἔφην, τὰς ἔσθ' ὅτε παρά τινων ἐσομένας εὑρεσιλογίας, αὐτὴν ἔφη τὴν ἁγίαν Τριάδα πρὸς ἑαυτὴν εἰπεῖν· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ἵνα πρὸς ὅλην γε νοῆται μεμορφωμένος, δηλονότι νοητῶς, τὴν ἀπόρρητον τῆς θεότητος φύσιν. Οἱ δέ, καίτοι δοκησισοφοῦντες ἄγαν, ὕθλους εἶναί τινας οἴονται ταυτί, καὶ διὰ πλείστην ὅσην ἐμβροντησίαν ἀπρόσβλητον τῆς ἀληθείας ἔχοντες τὸ φῶς, ψευδωνύμοις τισὶ καὶ νόθοις θεοῖς εἰπεῖν αὐτὸν ἴσως διατείνονται τὴν φωνήν. Καίτοι πῶς οὐ περινοεῖν ἄξιον ὡς οὐκ ἂν ὁ φύσει δημιουργὸς τῆς ἑαυτοῦ δόξης καὶ ὑπεροχῆς τὸ ὑπερφερὲς ἀξίωμα τῇ τῶν γενητῶν ἐχαρίζετο φύσει; Καὶ οὔτι πού φαμεν βασκήναντα πόθεν; , ἀλλ' ὅτι τῶν πεποιημένων ἡ φύσις οὐκ ἂν ἀφίκοιτό ποτε πρὸς τὴν τῶν θείων ἀξιωμάτων ὑπεροχήν, οὐδ' ἄν, οἶμαί, τι καταπλουτήσειε, καὶ τοῦτο οὐσιωδῶς, τῶν ὅ τι μάλιστα μόνῃ τε καὶ ἰδικῶς τῇ ἀφράστῳ φύσει προσπεφυκότων. 1.33 Ἔκτοπον δὲ καὶ ἑτέρως τὸ θεοῖς ἑτέροις εἰπεῖν οἴεσθαι τὸν τῶν ὅλων βασιλέα καὶ κύριον· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Τί γὰρ δὴ καὶ πεπονθὼς συνεργάτας ὥσπερ καὶ συλλήπτορας οἰονεί τινας ἐποιεῖτο ἐπὶ μόνῃ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καίτοι τὴν ἄλλην ἅπασαν κτίσιν ἀποσχεδιάσας, Ἀγγέλους δὴ λέγω καὶ Κυριότητας, Ἀρχάς, Ἐξουσίας, ∆υνάμεις νοεράς, οὐρανόν τεκαὶ γῆν, ἥλιον καὶ σελήνην, ἄστρα καὶ φῶς, καὶ συλλήβδην ἅπαντα τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς; Ἆρα γὰρ ἐκεῖνο φαίη τις ἂν ὡς τὸ ἄναλκι παθών, ἤγουν ἀποχρῶσαν οὐκ ἔχων ἐνέργειαν τὴν εἴς γε τουτὶ συνεισδέχεται τοὺς ἐπικουρήσοντας; Καίτοι πῶς οὐ τῆς ἐσχάτης ἀβελτηρίας ἔγκλημα γένοιτ' ἄν τισιν τὸ ὧδε ἑλέσθαι φρονεῖν; Πανσθενὲς γὰρ τὸ θεῖον, καὶ αὐτοτελὲς πρὸς πᾶν ὁτιοῦν, καὶ οὐδὲν ἀνήνυτον αὐτῷ. Λῆρον δὴ οὖν τὸν ἔν γε τούτοις ἀφέντες, ἐπ' ἐκείνῳ ἴωμεν, ὡς χρὴ συνομολογεῖν ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι τὸ τῆς ἀφράστου θεότητος νοεῖσθαι πλήρωμα, μεμορφώμεθα δὲ ἡμεῖς πρὸς τὴν ἀληθῆ καὶ ἀκριβεστάτην εἰκόνα τοῦ Πατρός, τουτέστι πρὸς τὸν Υἱόν, καὶ ταῖς ἡμετέραις ψυχαῖς τὸ θεῖον αὐτοῦ κάλλος ἐνσημαίνεται διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· καὶ γάρ ἐστιν ἐν ἡμῖν, ὡς αὐτὸς ὁ Υἱός· Τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, κατὰ τὸ γεγραμμένον. 1.34 Οὕτως ἡμᾶς ὁ πάνσοφος ἀληθῶς μεμυσταγώγηκε Μωσῆς, καὶ οὐχ ἕτερά τινα παρ' αὐτὸν πεφρονήκασιν οἱ μετ' αὐτὸν γεγονότες ἅγιοι προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταί. Εἷς καὶ ὁ αὐτὸς ἐν πᾶσι τῆς θεολογίας ὁρᾶται τρόπος, καὶ οὐκ ἄν τις εὕροι κατά τι γοῦν ὅλως ἀλλήλοις μεμαχημένους. Θεοκλυτήσαντες γὰρ ἀληθῶς τὰ ἐξ ἑνὸς λαλοῦσι τοῦ ἁγίου Πνεύματος, καὶ πρός γε τοῦτο ἡμᾶς ἐνδοιάζειν οὐκ ἐᾷ σαφέστατα λέγων ἐν αὐτοῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Τὴν τοίνυν ἄνωθεν καὶ ἐκ τῶν ἁγίων πατέρων καταβαίνουσαν εἰς ἡμᾶς περὶ Θεοῦ δόξαν ἀπαρά σημον ἔχοντες, ἐπ' αὐτῇ καυχώμεθα καὶ οὐχὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ ὡς αὐτοῖς μᾶλλον