προσεκύνησαν διὰ τοῦ φαινομένου τὸ πάθος· οἱ δὲ τοῦ χρυσοῦ τὸ λαμπρὸν ἐκπλαγέντες, αὐτόν τε καὶ τὰς λοιπὰς ὕλας ἐθεοποίησαν. Ἐὰν δέ τις τὸν περὶ μοναρχίας τοῦ Θεοῦ λόγον προθεμελιώσῃ τῇ καρδίᾳ καὶ πεισθῇ τούτῳ, πᾶσαν ὁμοῦ τῶν κακῶν τῆς εἰδωλολατρείας καὶ τῆς τῶν αἱρετικῶν πλάνης ἐκκόπτει τὴν φθοράν. Τοῦτο μὲν οὖν σοι πρῶτον δόγμα τῆς εὐσεβείας ἐν τῇ ψυχῇ προθεμελίωσον διὰ τῆς πίστεως. 4.7 ΠΕΡΙ ΧΡΙΣΤΟΥ. Πίστευε δὲ καὶ εἰς τὸν υἱὸν τοῦ Θεοῦ, τὸν ἕνα καὶ μόνον, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τὸν ἐκ τοῦ Θεοῦ Θεὸν γεννηθέντα, τὸν ἐκ ζωῆς ζωὴν γεννηθέντα, τὸν ἐκ φωτὸς φῶς γεννηθέντα, τὸν ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι. Τὸν οὐκ ἐν χρόνοις τὸ εἶναι κτησάμενον, ἀλλὰ πρὸ πάντων τῶν αἰώνων ἀϊδίως καὶ ἀκαταλήπτως ἐκ τοῦ πατρὸς γεγεννημένον. Τὴν σοφίαν Θεοῦ καὶ τὴν δύναμιν, καὶ τὴν δικαιοσύνην τὴν ἐνυπόστατον. Τὸν ἐν δεξιᾷ τοῦ πατρὸς πρὸ πάντων τῶν αἰώνων καθεζόμενον. Οὐ γὰρ, ὥς τινες ἐνόμισαν, μετὰ τὸ πάθος στεφανωθεὶς, ὥσπερ ὑπὸ τοῦ Θεοῦ διὰ τὴν ὑπομονὴν ἔλαβε τὸν ἐν δεξιᾷ θρόνον· ἀλλ' ἀφ' οὗπέρ ἐστιν, [ἔστι δὲ γεννηθεὶς ἐκ πατρὸς ἀεὶ] ἔχει τὸ βασιλικὸν ἀξίωμα· συγκαθεζόμενος τῷ πατρὶ, Θεὸς ὢν καὶ σοφία καὶ δύναμις, καθὼς εἴρηται. Τῷ πατρὶ συμβασιλεύων καὶ πάντων διὰ τὸν πατέρα δημιουργός· [ἀλλὰ] ἀνελλιπὴς εἰς θεότητος ἀξίαν, καὶ γινώσκων τὸν γεγεννηκότα, καθὼς γινώσκεται ὑπὸ τοῦ γεγεννηκότος. Καὶ ἵνα συντόμως εἴπωμεν, τοῦ ἐν εὐαγγελίοις γεγραμμένου μέμνησο· ὅτι οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός. 4.8 Καὶ μήτε ἀπαλλοτριώσῃς τοῦ πατρὸς τὸν υἱὸν, μήτε συναλοιφὴν ἐργασάμενος υἱοπατορίαν πιστεύσῃς Ἀλλὰ πίστευε ὅτι ἑνὸς Θεοῦ μονογενὴς εἷς ἐστιν υἱὸς, ὁ πρὸ πάντων τῶν αἰώνων Θεὸς Λόγος· Λόγος, οὐ προφορικὸς εἰς ἀέρα διαχεόμενος, οὔτε λόγοις ἀνυποστάτοις ἐξομοιούμενος· ἀλλὰ Λόγος υἱὸς λογικῶν ποιητὴς, Λόγος ἀκούων τοῦ πατρὸς καὶ λαλῶν αὐτός. Καὶ περὶ μὲν τούτων κατὰ καιρὸν, εἰ ὁ Θεὸς παράσχοι, πλατύτερον ἡμῖν ῥηθήσεται· οὐ γὰρ ἐπιλανθανόμεθα τῆς προτάσεως, ὅτι κεφαλαιώδεις εἰσαγωγὰς πίστεως νῦν ποιούμεθα. 4.9 ΠΕΡΙ ΤΗΣ ΕΚ ΠΑΡΘΕΝΟΥ ΓΕΝΝΗΣΕΩΣ. Πίστευε δὲ ὅτι οὗτος ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τὰς ἁμαρτίας ἡμῶν ἐξ οὐρανῶν κατῆλθεν ἐπὶ τῆς γῆς, τὴν ὁμοιοπαθῆ ταύτην ἡμῖν ἀναλαβὼν ἀνθρωπότητα, καὶ γεννηθεὶς ἐξ ἁγίας παρθένου καὶ ἁγίου Πνεύματος· οὐ δοκήσει καὶ φαντασίᾳ τῆς ἐνανθρωπήσεως γενομένης, ἀλλὰ τῇ ἀληθείᾳ· οὐδὲ ὥσπερ διὰ σωλῆνος διελθὼν τῆς παρθένου, ἀλλὰ σαρκωθεὶς ἐξ αὐτῆς ἀληθῶς καὶ γαλακτοτροφηθεὶς ἀληθῶς· [φαγὼν ὡς ἡμεῖς ἀληθῶς καὶ πιὼν ὡς ἡμεῖς ἀληθῶς]. Εἰ γὰρ φάντασμα ἦν ἡ ἐνανθρώπησις, φάντασμα καὶ ἡ σωτηρία. ∆ιπλοῦς ἦν ὁ Χριστὸς, ἄνθρωπος μὲν τὸ φαινόμενον, Θεὸς δὲ τὸ μὴ φαινόμενον· ἐσθίων μὲν ὡς ἄνθρωπος ἀληθῶς ὡς ἡμεῖς, εἶχε γὰρ τῆς σαρκὸς τὸ ὁμοιοπαθὲς ὡς ἡμεῖς· τρέφων δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους ὡς Θεός· ἀποθνήσκων μὲν ὡς ἄνθρωπος ἀληθῶς, νεκρὸν δὲ τὸν τετραήμερον ἐγείρων ὡς Θεός· καθεύδων εἰς τὸ πλοῖον ἀληθῶς ὡς ἄνθρωπος, καὶ περιπατῶν ἐπὶ τῶν ὑδάτων ὡς Θεός. 4.10 ΠΕΡΙ ΤΟΥ ΣΤΑΥΡΟΥ. Οὗτος ἐσταυρώθη ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀληθῶς. Κἂν γὰρ ἀρνήσασθαι βουληθῇς, ὁ τόπος ἐλέγχει σε φαινόμενος, ὁ μακάριος οὗτος Γολγοθὰς, ἐν ᾧ νῦν, διὰ τὸν ἐν αὐτῷ σταυρωθέντα, συγκεκροτήμεθα. Καὶ τοῦ ξύλου τοῦ σταυροῦ πᾶσα λοιπὸν ἡ οἰκουμένη κατὰ μέρος ἐπληρώθη. Ἐσταυρώθη δὲ οὐχ ὑπὲρ ἰδίων ἁμαρτιῶν, ἀλλ' ἵνα ἡμεῖς τῶν οἰκείων ἁμαρτιῶν ἐλευθερωθῶμεν. Καὶ κατεφρονήθη μὲν ὑπὸ τῶν ἀνθρώπων τότε καὶ ἐῤῥαπίσθη ὡς ἄνθρωπος· ἐγνωρίσθη δὲ ὑπὸ τῆς κτίσεως ὅτι Θεὸς ἦν. Ὁ γὰρ ἥλιος δεσπότην ἀτιμαζόμενον ἰδὼν, ἐξελίμπανεν τρέμων, οὐ φέρων τὴν θέαν. 4.11 ΠΕΡΙ ΤΗΣ ΤΑΦΗΣ. Ἐν μνήματι πέτρας ἐτέθη ἀληθῶς ὡς ἄνθρωπος· ἀλλ' αἱ πέτραι τῷ φόβῳ διεῤῥάγησαν δι' αὐτόν. Κατῆλθεν εἰς τὰ καταχθόνια, ἵνα κἀκεῖθεν λυτρώσηται τοὺς δικαίους. Ἐβούλου γὰρ, εἰπέ μοι, τοὺς μὲν ζῶντας ἀπολαῦσαι τῆς χάριτος, καὶ ταῦτα τῶν πλείστων οὐχ