14
καὶ φύσις καὶ προόδου ἀρχὴ καὶ φύ σεως μέτρον καὶ χαρακτὴρ ὕλης καὶ πρώτη ταύτης ὑπό στασις, ἣν ἐχρῆν προσκεῖσθαι τῇ δεκάδι τῶν ἀριθμῶν διὰ τὴν εἰς τὸν αἰσθητὸν τοῦτον καὶ ὑλικὸν βίον προχώρησιν καὶ τοῦ εὐαγγελίου τὸ γόνιμον. ταύτῃ γοῦν τῇ δυάδι Πέ τρος καὶ Παῦλος ἠρίθμην ται, οἱ δ' ἄλλοι τῇ δεκάδι τῶν ἀριθμῶν καθεξῆς. Οὕτως ἐγὼ περὶ τοῦ ἀριθμοῦ τῆς δωδεκάδος νενόηκα. εἰ μὲν καὶ τοῖς ἐπηβόλοις τῶν λογίων δεκτά, τῷ θεῷ χάρις, ἐξ οὗπερ ἅπαν δώρημα τέλειον· εἰ δ' οὖν, ἀλλ' ἄλλοις εἰς ἕτερον ἀναχθήσεται ταῦτα θεώρημα τελεώτερόν τε καὶ ὑψη λότερον, ἐπεὶ μηδὲ πᾶσι πάντα κεχάρισται, ἀλλὰ μεμέρισται κατὰ Παῦλον εἰπεῖν τὰ χαρίσματα, κατὰ τὸ ἑκάστου μέτρον διδόμενα.
25 Ἀλλ' ἐπαναγέσθω ἡμῖν εἰς τὴν οἰκείαν νύσσαν ὁ λόγος. καθάρωμεν ἑαυτούς, ἀδελφοί, διὰ τοὺς ἀποστόλους Χριστοῦ, καὶ εἰ μὴ τὴν ἑαυτῶν σωτηρίαν πραγματευόμενοι, ἀλλ' οὖν αἰδεσθῶμεν τοὺς πόνους τούτων καὶ τὰ διδάγματα. ἀπο σμήξωμεν πᾶσαν αἴσθησιν, ἀποταξώμεθα ταῖς λειότησι τῆς ἁφῆς, μόνα ταύτῃ χρησώμεθα πρὸς ἅπερ πρῶτον ὁ δη μιουργὸς ἐμπεφύτευκε. μὴ ἐκθηλυθῶμεν τὴν αἴσθησιν, ταῖς εὐόδμοις ὀσμαῖς τοῦ μύρου μόνου τοῦ κατὰ Χριστὸν ὀσφραινοίμεθα. μὴ χρησώμεθα τῇ γλώττῃ εἰς τὰ ἐκ θαλάττης καὶ γῆς, μάθωμεν δὲ ὡς οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι τῷ πρὸς σωτηρίαν ἀπάγοντι. μὴ λιγυροῖς τοῖς ᾄσμασι καταυλῶμεν τὴν ἀκοήν, ἀλλ' ἐν πνευματικαῖς ταῖς ᾠδαῖς περιηχῶμεν αὐτήν, αἷς οὐ μόνον τὸ θεῖον θέλγεται ἀλλὰ καὶ τὰ πονηρὰ κατεπᾴδεται πνεύματα. ὄψεσι τὰ θεῖα κάλλη καταλαμβάνειν σπουδάσωμεν καὶ μὴ τὰ καταγοητεύοντα καὶ πρὸς ἀπώλειαν ἄγοντα. τῷ θυμῷ κατὰ μόνων τῶν ἀντικειμένων δυνάμεων χρώμεθα· κατὰ τῶν τοι ούτων καὶ γὰρ ἡμῖν ἐγκατέσπαρται. τὴν ἐπιθυμίαν εἰς θεὸν καὶ τὰ τοῦ θεοῦ ἀνατείνωμεν· τούτου γὰρ χάριν αὕτη τοῖς σπλάγχνοις ἡμῶν κατερρίζωται. οὕτως τοὺς ἁγίους ὡς δυνατὸν μιμησόμεθα καὶ τὴν αὐτῶν διδασκαλίαν εἰς ἔργον προβῆναι ποιήσομεν, οὕτως αὐτοὺς τιμήσομεν, οὕτως αὐτοὺς ἀγαπήσομεν, ἐὰν πᾶσαν αἴσθησιν ἀπορρίψωμεν καὶ πρὸς τὸ κρεῖττον αὐτὴν μεταστοιχειώσωμεν καὶ τὸν νοῦν ἀπὸ τῶν χαμαιζήλων πρὸς τὰ ὑπὲρ ἡμᾶς ὑπεράρωμεν.
26 Πρὸ πάντων δὲ καὶ ὑπὲρ πάντα τὸ τῆς ἀγάπης χρῆμα κτησώμεθα, δι' ἣν οὐ Πέτρου καὶ Παύλου γενοίμεθα μιμηταί, ἀλλὰ καὶ σύμμορφοι αὐτῷ Χριστῷ φανησόμεθα· εἰπεῖν γὰρ κατὰ Παῦλον αὐτὸν εἰ προφητείας λαλῶ, εἰ ξένας γλώσσας, εἰ ἑρμηνείας γλωσσῶν, εἰ πάντα πλουτῶ τὰ χαρίσματα, ἀγάπην δὲ οὐκ ἔχω, ὡς κύμβαλόν εἰμι ἀλαλάζον ἢ χαλκὸς εἰς μάτην ἠχῶν. ἀγκαλισώμεθα οὖν τὴν ἀγάπην, ὦ φίλοι καὶ ἀδελφοί, ἧς οὐδὲν κρεῖττον ἢ θεῷ προσφιλέστερον. αὕτη καὶ κατὰ τὸν βίον ὀνήσιμος καὶ πρὸς θεὸν χειραγωγὸς ἀσφαλέστατος· ταύτην καινὴν διαθήκην ὁ Χριστὸς διατίθεται, ταύτην σημεῖον τῆς ἑαυτοῦ ποιεῖται διδασκαλίας, διὰ ταύτης συμβολογραφεῖται ὁ τῷ Χριστῷ διδασκόμενος. πῶς δὲ ἀλλήλους εἰς ἀγάπην συνάξαιμεν; οἱ πλούσιοι ὧν πλουτοῦσι τοῖς πένησι μεταδιδότωσαν, οἱ πένητες τὴν εὐχαριστίαν κομιζέτωσαν ἐν οἷς ἀπολαύουσιν· οἱ ἐν δυναστείᾳ τὴν ἱλαρότητα ἐν οἷς ἄρχουσιν, οἱ ὑπήκοοι τὴν εὐταξίαν ἐν οἷς ὑποτάσσονται· οἱ ἶσοι παρὰ τῶν ἴσων μέτρων ἀπολαβέτωσαν, ἕκαστος ἑκάστῳ προσφερέτω λόγον ὀνήσοντα, οὐδεὶς γὰρ ἀνενδεής, καὶ εἰ τῶν πάνυ πλουσίων ὑπείληπται· οἱ πάντες τῶν οἰκείων δυνάμεών τε καὶ ἕξεων κοινωνείτωσαν. εἰ οὕτω δὴ ὁπλισθείημεν καὶ οὕτω συσκευασθείημεν, τάχος πρὸς οὐρανὸν ἀναπταίημεν καὶ τῷ θεῷ παρασταίημεν καὶ καθαρῶς ἐφαψαίμεθα τοῦ καθαρωτάτου καὶ λαμπροτάτου θύματος, οὗ νῦν ἀμυδρὰς τὰς ἐμφάσεις δεδέγμεθα.
27 Ἀλλ' ὦ δυὰς ἡ κορυφαία τῶν μαθητῶν τοῦ Χριστοῦ -ἐπισυναπτέον γάρ μοι πάλιν αὐτούς-οἱ τῆς ὁλομελείας τῆς δωδεκάδος τῶν μαθητῶν ὀφθαλμοί, οἱ