ἠβουλήθη λαβεῖν, ἔλαβε δὲ ὑπὲρ αὐτοῦ λίτρας δύο, ὁρισθέντος καὶ τοῦ στρατηγοῦ δοκι μάσαι αὐτόν, καὶ εἰ ἀνδρεῖός ἐστι, ποιῆσαι αὐτὸν σχολάριον. τοῦ δὲ εἰς πόλεμον ἀπελθόντος, ἐν τῇ συμβολῇ ὡς δειλὸς ἐν τοῖς φεύγουσιν εὑρεθεὶς κατεσφάγη ὑπὸ τῶν πολεμίων. 22. Γεγονότος δὲ τοῦ βασιλέως εἰς πρόκενσον ἐν τῷ Βρύαντι, ἦλθεν αὐτῷ μήνυμα παρὰ τοῦ στρατηγοῦ τῶν ἀνατο λικῶν ὡς ὅτι ὁ πρωτοσύμβουλος ἐξελθὼν μετὰ πλήθους ἐκπορθή σων ἀπέρχεται τὸ Ἀμόριον. ὁ δὲ τὰ νενομισμένα τῷ στρατῷ καὶ 805 τοῖς ἄρχουσι ποιῆσαι συντόμως μέχρι Καππαδοκίας ἐξῆλθεν. ὁ δὲ ἀμερουμνῆς ἀποχωρίσας πεντήκοντα χιλιάδας λαοῦ, καὶ τὸν Σουδαῆ, ὀνομαστότατον ἐν τοῖς Ἀγαρηνοῖς ὄντα ἐπί τε ἀνδρίᾳ καὶ φρονήσει, δοὺς αὐτοῖς κεφαλήν, ἀπέστειλε κατὰ τοῦ βασιλέως. συμβαλόντες δὲ πόλεμον, ἡττηθεὶς ὁ βασιλεὺς ἔφυγεν καὶ μετ' αἰ σχύνης ὑπέστρεψεν μόλις διασωθείς. ὁ δὲ ἀμερουμνῆς ἀπελθὼν μετὰ δυνάμεως πολλῆς περιεχαράκωσε τὸ Ἀμόριον, καὶ πολέμους πολλοὺς ποιήσας οὐκ ἴσχυσεν αὐτὸ ἐκπορθῆσαι, γενναίως καὶ σταθερῶς ἀγωνιζομένων τῶν ἔνδοθεν. μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσόφου ἦν ἐν τῷ κάστρῳ, καὶ βουληθέντος οὗ προσχωρῆ σαι τῷ ἀμερουμνῇ, διά τινος ἐμήνυσεν αὐτῷ ὁ ἀστρονόμος ὅτι εἰ προσκαρτερήσῃς δύο ἡμέρας τῷ κάστρῳ, ἐκπορθεῖς ἡμᾶς. ὃ καὶ γέγονεν· προεδόθη γὰρ ὑπό τε τοῦ λεγομένου Βοϊδίτζη καὶ τοῦ Μανικοφάγου. κατεσχέθησαν τῶν ὀνομαστῶν ἄνδρες οὐκ ἀγενεῖς ἀπελθόντες ἐν Συρίᾳ αἰχμάλωτοι, Θεόφιλος ὁ πατρίκιος καὶ στρα τηγός, ὅ τε Μελισσηνὸς καὶ Ἀέτιος, καὶ Θεόδωρος πρωτοσπαθά ριος εὐνοῦχος ὁ Κρατερός, καὶ Κάλλιστος τουρμάρχης καὶ Κων σταντῖνος δρουγγάριος καὶ Βασόης ὁ δρομεὺς καὶ ἄλλοι πολλοὶ καὶ ἄρχοντες τῶν ταγμάτων· οἳ παρὰ τοῦ πρωτοσυμβούλου ἀναγκα σθέντες ἀρνήσασθαι τὴν αὐτῶν πίστιν, καὶ τοῦτο μὴ πεισθέντες, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν, ἀντὶ τῆς παρούσης ζωῆς τὴν αἰώνιον ἀνταλλαξάμενοι. 806 23. Ὁ δὲ τὴν αἰσχρὰν σωτηρίαν τῆς καλλίστης ἀνταλλα ξάμενος, ὁ τοῦ φιλοσόφου Λέοντος μαθητὴς προσρυεὶς τῷ ἀμε ρουμνῇ ἠρωτήθη παρ' αὐτοῦ περὶ τῆς ἐπιστήμης αὐτοῦ. ὁ δὲ εἶπε μαθητὴς εἶναι τοῦ φιλοσόφου Λέοντος. οὗτός τε, ὅστις ὁ Λέων ἐστὶ καὶ οἷος μαθών, αὐτὸν ἐπεθύμει ἐκεῖνον ἰδεῖν. καὶ δή τινι τῶν αἰχμαλώτων δοὺς γράμματα πρὸς Λέοντα τὸν φιλό σοφον ἀπέστειλεν ἐν Κωνσταντινουπόλει, ὑποσχόμενος αὐτῷ, εἰ ἐξέλθῃ ὁ αὐτὸς Λέων, ἀπ' ἐκείνου αὐτὸν εἶναι ἐν τιμῇ. ὁ Λέων δὲ τὰ γράμματα ἀπολαβών, καὶ φοβηθεὶς μήπω διαγνωσθῇ, ἀνή γαγε ταῦτα Θεοφίλῳ τῷ βασιλεῖ. ὁ δὲ γνοὺς τὰ τῆς ἐπιστήμης αὐτοῦ, καὶ ὅτι τοιοῦτον σοφὸν ἄνδρα ἐν τῇ πολιτείᾳ αὐτοῦ ἔχει, προσλαβόμενος αὐτὸν εἶχεν ἐν τῷ παλατίῳ τῷ Μαγναύρας, παρα δοὺς αὐτῷ διδάσκειν καὶ μαθητάς, παρέχων αὐτῷ τὰ πρὸς ὑπηρε σίαν ἅπαντα· ὃς καὶ μητροπολίτης ἐν Θεσσαλονίκῃ γέγονεν. 24. Ὁ δ' αὐτὸς κτίζει τὸ Τρίκογχον ἐν τῷ παλατίῳ καὶ τὸ λεγόμενον Σίγμα, καὶ τὰς ἀναβάθρας ἔνθα οἱ δῆμοι ἵστανται, στήσας καὶ φιάλην ἐν ᾗ γίνεται τὸ σαξιμοδέξιμον λεγόμενον, τῶν ἵππων ἀμφοτέρων τῶν μερῶν διερχομένων μετὰ χρυσῶν σαγισμά των. ὑπὸ δὲ τὸ Τρίκογχον κάτωθεν διὰ μηχανῆς ἐποίησε τὸ Μυστήριον, ἐν ᾧ τῇ μιᾷ γωνίᾳ ἐὰν εἴποι τις, ἐξακούεται ἐν τῇ ἑτέρᾳ. 25. Μαθὼν δὲ αὐτὸς ὁ Θεόφιλος ὅτι Θεοφάνης τε καὶ Θεόδωρος ὁ αὐτάδελφος αὐτοῦ, καθ' ἑαυτοὺς ζῶντες, τὴν ἀσέ 807 βειαν αὐτοῦ κωμῳδοῦσι καὶ διελέγχουσιν, ἀποστείλας μετ' ὀργῆς ἤγαγεν αὐτοὺς πρὸς ἑαυτόν, εἰπὼν τάδε "πόθεν ἔστε;" οἱ δὲ εἶπον "ἐκ Παλαιστίνης." ὁ δὲ ἀλιτήριος "καὶ διὰ τί τὴν γῆν ὑμῶν ἀφέντες καὶ εἰς τὴν ἡμετέραν ἐλθόντες οὐ πειθαρχεῖτε τῇ βασιλείᾳ ἡμῶν;" τῶν δὲ μηδὲν ἀποκριναμένων ἐπέτρεψε παίεσθαι τὰς ὄψεις αὐτῶν σφοδρῶς. εἶτα μετὰ τοῦτο βουνευρήσας αὐτοὺς μέχρι θανάτου, μετὰ θυμοῦ καὶ τραχείας φωνῆς πρὸς τὸν ὕπαρχον ἔφη "ἆρον αὐτοὺς εἰς τὸ πραιτώριον, καὶ γράψον τὰ πρόσωπα αὐτῶν, ἐγκολάψας τούσδε τοὺς στίχους· πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ τῆς δεισιδαίμονος πλάνης. ἐκεῖσε