τῶν ὅλων ποιεῖσθαι οἰκονομίαν. Οὕτω μὲν καὶ τῷ βασιλεῖ Μιχαὴλ ἐδόκει καὶ ξυνετίθετο τῷ τοῦ θείου σκοπῷ· ἀλλ' οἱ τῶν κοινῶν κατατρυφᾶν πραγμάτων βουλόμενοι καὶ κέρδους ἕνεκα τοῦ σφετέρου τὰ περὶ τὴν ἀρχὴν πραγματεύεσθαι τὴν μὲν εἰς μοναρχίαν ἠρέθιζον, τὸν δ' ὁπλίζειν ἔσπευδον κατὰ τῆς μητρός. 1.19 Ἀλλ' οὔπω τούτου κατευνασθέντος τοῦ κύματος, ἕτερον ἠγείρετο καὶ ἐπωρύετο. Ὁ γὰρ Περσῶν ἀρχηγός, ἐπειδὴ τὸν βασιλέα Ῥωμαίων δορυάλωτον ἐθεάσατο, οὐκ ἐπήρθη τῷ κατορθώματι, συνεστάλη δὲ μᾶλλον τῷ εὐτυχήματι καὶ μετριάζει τῇ νίκῃ τοσοῦτον ὅσον οὐδεὶς ἐνενόησε· παραμυθεῖται τὸν ἑαλωκότα, κοινωνεῖ τραπέζης, λύει αὐτῷ τῶν δεσμωτῶν οὓς ἐβούλετο, τελευταῖον καὶ αὐτὸν τῆς αἰχμαλωσίας ἐλευθεροῖ καὶ σύμβολα κήδους πεποιηκὼς καὶ ὑποσχέσεις παρ' ἐκείνου λαβὼν ἐνωμότους οὐκ ἀναξίας Ῥωμαίωνἐβούλετο γὰρ ὁ βασιλεύς. μᾶλλον τεθνάναι ἢ ἀναξίας συμβιβάσεις ποιεῖσθαι τῆς ἑαυτοῦ γενναιότητος, αὖθις ἐπὶ τὴν ἰδίαν ἐκπέμπει ἀρχὴν μεθ' ὅσης ἂν εἴποι τις προπομπῆς καὶ δορυφορίας, ὅπερ δὴ ἀρχέκακον ἐγεγόνει καὶ πολλῶν συμφορῶν αἰτιώτατον. Τυχὼν γὰρ ὁ βασιλεὺς παραδόξως ὧνπερ οὐκ ἤλπιζεν, ἀπραγματεύτως ᾠήθη τὴν βασιλείαν Ῥωμαίων λήψεσθαι αὖθις καὶ ὥσπερ αὐτάγγελος τοῦ μετὰ τὸ μέγιστον ἐκεῖνο ἀτύ χημα εὐτυχήματος τῇ βασιλίδι καθίστατο γράμμασι τῆς ἰδίας χειρὸς ἃ συμβεβήκει τούτῳ σημειωσάμενος. Θόρυβος οὖν καὶ συνδρομὴ εὐθὺς περὶ τὰ βασίλεια, τῶν μὲν θαυμαζόντων τὸ γεγονός, τῶν δὲ ἀπιστούντων τῷ πράγματι· μετέωρος δὲ ἦν καὶ ἡ βασιλὶς σκεπτομένη τί ποτ' ἂν δράσειε καὶ τὸ περὶ αὐτὴν εὔνουν συγκαλουμένη παρεσκεύαζε σκέμματα. 1.20 Ἐν τούτῳ δὲ τῶν πραγμάτων ὄντων δείσας ὁ καῖσαρ περὶ ἑαυτοῦ καὶ τοῖν ἀδελφοπαίδοιν μὴ καί τι πάθοιεν δεινὸν τοῦ ∆ιογένους αὖθις κατασχόντος τὴν βασιλείαν, τοὺς περὶ τὴν αὐλὴν φύλακας εὐθὺς οἰκειοῦται· τοῦτο δὲ τὸ γένος ὥρμητο ἐκ τῆς βαρβάρου χώρας τῆς πλησίον ὠκεανοῦ, πιστὸν δὲ βασιλεῦσι Ῥωμαίων ἀρχῆθεν, ἀσπιδηφόρον ξύμπαν καὶ πέλεκύν τινα ἐπὶ ὤμων φέρον. ∆ίχα οὖν αὐτοὺς διελών, τοῖς μὲν ἐκέλευσε τοῖς υἱέσιν ἕπεσθαι καὶ τὰ κελευσθέντα πληροῦν, τοῖς δὲ ξυνέπεσθαί οἱ καὶ ὁδηγῷ τούτῳ χπῆσθαι πρὸς τὴν μελετωμένην ἐγχείρησιν. Ἀλλ' οἱ μὲν περὶ τὸν κλεινὸν Ἀνδρόνικόν τε καὶ Κωνσταντῖνονοὕτω γὰρ ὠνομάζοντο ἄμφω τὼ παῖδε τοῦ καίσαροςπεριστάντες τὸν βασιλέα καὶ χορὸν περὶ αὐτὸν ἑλίξαντες, ἀθρόον ἐπὶ τὰ ὑψηλότερα τῶν ἀνακτόρων ἀνάγουσιν, ἡγουμένων τῶν παίδων τοῦ καίσαρος καὶ αὐτοκράτορα τὸν Μιχαὴλ ἀναγορευόντων. Οἱ δὲ περὶ τὸν καίσαρα κτυπήσαντες τὰς ἀσπίδας ἀθρόοι καὶ βαρβαρικὸν ἀλαλάξαντες τάς τε ῥομφαίας πρὸς ἀλλήλους συντρίψαντές τε καὶ συγκροτήσαντες περὶ τὴν βασιλίδος ἐχώρουν σκηνήν. Ἡ δὲ τοῦ θορύβου καὶ τῆς κραυγῆς αἰσθομένη οὐδὲ καθεκτὴ ἔτι ἦν, ἀλλὰ τῆς κεφαλῆς περιελομένη τὸ κάλυμμα ἐπί τι οἴκημα ἄδυτον ἐμφερὲς σπηλαίῳ ἐξώρμα, καὶ ἡ μὲν ἐδεδύκει τῷ φωλεῷ, οἱ δὲ περιειστήκεισαν τὸ στόμιον ἀλαλάζοντες καὶ φόβον μέγιστον αὐτῇ ἐπισείοντες, καὶ μικροῦ ἂν ἐτεθνήκει, εἰ μὴ ὁ καῖσαρ εἰσδὺς τὸ πολὺ τοῦ φόβου αὐτῇ διελύσατο. Ξυνεβούλευε γοῦν ἀπιέναι τῶν ἀνακτόρων αὐτήν, μὴ καὶ πάθῃ τι τῶν ἀνηκέστων πρὸς τῶν φυλάκων· ἡ δὲ ἐπείθετό τε καὶ κατῄει ὡς ἐπὶ θάλασσαν καὶ εἰς τὸν δρόμωνα τὸν βασιλικὸν εἰσελθοῦσα ἀπῄει ἔνθα οἰκεῖν κατακέκριτο, εἰς ὅπερ αὕτη δηλαδὴ τοῦ Στενοῦ πρὸς τῇ θαλάσσῃ τέμενος τῇ Θεοτόκῳ ἱδρύσατο. Οὔπω συχνὸς παρερρύη καιρὸς καὶ δεύτερον κατ' αὐτῆς δόγμα γίνεται εἰς τὴν μοναδικὴν αὐτὴν μετατεθῆναι ζωὴν καὶ αὐτίκα δὴ καὶ τοῦτο τετέλεστο, ἀλλὰ τὰ μὲν κατὰ τὴν βασιλίδα εἰς τοῦτο συντέτακται. 1.21 ∆ιογένης δ' ὁ βασιλεὺς τῆς αἰχμαλωσίας ἀπολυθεὶς δεινὸν ἡγεῖτο εἰ μὴ αὖθις τῆς ἀρχῆς ἐπιλάβοιτο καὶ δὴ πέμπων εἰς τὰς ἁπανταχοῦ πόλεις καὶ χώρας στρατεύματά τε συνήθροιζε καὶ χρήματα εἰσεπράττετο· ἤδη δὲ πλήθους αὐτῷ συνερρυηκότος στρατηγικῆς φάλαγγος, τὸ διὰ πάσης γλώττης βοώμενον πόλισμα, φημὶ δὴ τὴν Ἀμάσειαν, μετὰ παντὸς τοῦ στρατοπέδου