προσευχὴν τοῦ Ὀλοφέρνου μετὰ θεοῦ περιγίνεται καὶ μία γυνὴ τῶν Ἑβραίων αἰσχύνην ἐποίησε τῷ οἴκῳ τοῦ Ναβουχοδονόσορ· «Ἀνανίας» δὲ «καὶ Ἀζαρίας καὶ Μισαὴλ» «πνεῦμα δρόσου διασυρίζον,» οὐκ ἐῶν ἐνεργεῖν τὴν φλόγα τοῦ πυρὸς, ἄξιοι γεγόνασιν ἐπακουσθέντες λαβεῖν· οἱ δὲ ἐν τῷ λάκκῳ Βαβυλωνίων λέοντες φιμοῦνται διὰ τὰς τοῦ ∆ανιὴλ προσευχάς· καὶ Ἰωνᾶς δὲ, οὐκ ἀπογνοὺς τὸ ἐπακουσθήσεσθαι ἐκ κοιλίας τοῦ καταπιόντος αὐτὸν κήτους, τὸ ἐλλιπὲς τῆς πρὸς τοὺς Νινευΐτας προφητείας ἐξελθὼν τὴν τοῦ κήτους γαστέρα ἀναπληροῖ. 13.3 ὅσα δὲ καὶ ἕκαστος ἡμῶν, ἐὰν εὐχαρίστως μεμνημένος τῶν εἰς αὑτὸν εὐεργεσιῶν περὶ τούτων αἴνους ἀναπέμπειν τῷ θεῷ βού ληται, ἔχει ἐκδιηγήσασθαι; ἄγονοί τε γὰρ ἐπὶ πολὺ γεγενημέναι ψυχαὶ, ᾐσθημέναι τῆς στειρώσεως τῶν ἰδίων ἡγεμονικῶν καὶ τῆς ἀγονίας τοῦ νοῦ ἑαυτῶν, ἀπὸ τοῦ ἁγίου πνεύματος διὰ ἐπιμόνου εὐχῆς κυήσασαι σωτηρίους λόγους. θεωρημάτων ἀληθείας πεπληρω μένους, γεγεννήκασιν. ὅσοι δὲ, ἡμῶν πολλάκις μυριάδων ἀντικει μένης δυνάμεως καταστρατευομένων καὶ ἐξαφανίσαι ἀπὸ τῆς θείας ἡμᾶς πίστεως βουλομένων, πολέμιοι διελύθησαν; θαῤῥησάντων ἡμῶν ὅτι «οὗτοι ἐν ἅρμασιν» «οὗτοι» δὲ «ἐν ἵπποις» ἀλλὰ «ἡμεῖς ἐν ὀνόματι κυρίου» ἐπικαλούμενοι ὁρῶμεν ὅτι ἀληθῶς «ψευδὴς ἵππος εἰς σωτηρίαν.» ἀλλὰ καὶ τὸν ἀρχιστρατηγὸν τοῦ ἀντικειμένου ἀπα τηλὸν καὶ πιθανὸν λόγον, καταπτήσσειν ποιοῦντα πολλοὺς καὶ τῶν πεπιστευκέναι νομιζομένων, ὁ τῷ πρὸς θεὸν αἴνῳ πεποιθὼς δια κόπτει πολλάκις· Ἰουδὴθ γὰρ ἑρμηνεύεται αἴνεσις. ὅσοι τε πάσης φλογὸς καυστικωτέροις περιπεσόντες δυσπεριγενήτοις πολλάκις πει ρασμοῖς οὐδὲν ὑπ' αὐτῶν πεπόνθασιν ἀλλὰ πάντῃ ἀβλαβεῖς τούτους διεξεληλύθασιν, οὐδὲ τὸ τυχὸν ὀσμῆς «τοῦ» πολεμίου «πυρὸς» βλάβην ἐσχηκότες, τί δεῖ καὶ λέγειν; ἀλλὰ καὶ ἐν ὅσοις θηρίοις, καθ' ἡμῶν ἐξηγριωμένοις, πονηροῖς πνεύμασι καὶ ἀνθρώποις ὠμοῖς παρατυ χόντες ταῖς εὐχαῖς αὐτοὺς πολλάκις ἐφίμωσαν, οὐ δεδυνημένων ἐγ χρίψαι τοὺς ὀδόντας αὐτῶν τοῖς γεγενημένοις ἡμῶν μέλεσι τοῦ Χριστοῦ; πολλάκις γὰρ καθ' ἕκαστον τῶν ἁγίων «τὰς μύλας τῶν λεόντων συνέθλασε κύριος,» καὶ ἐξουδενώθησαν «ὡς ὕδωρ παρα πορευόμενον.» ἴσμεν δὲ πολλάκις φυγάδας προσταγμάτων θεοῦ καταποθέντας ὑπὸ τοῦ θανάτου, πρότερον κατ' αὐτῶν ἰσχύσαντος, διὰ τὴν μετάνοιαν σωθέντας ἀπὸ τοῦ τηλικούτου κακοῦ, οὐκ ἀπε γνωκότας τὸ σῴζεσθαι δύνασθαι ἤδη «ἐν τῇ κοιλίᾳ τοῦ» θανάτου κεκρατημένους· «κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» 13.4 ταῦτα δέ μοι ἀναγκαιότατα μετὰ τὸν κατάλογον τῶν ὠφε ληθέντων διὰ προσευχῆς εἰρῆσθαι νομίζω, ἀποτρέποντι τὴν πνευ ματικὴν καὶ τὴν ἐν Χριστῷ ζωὴν ποθοῦντας ἀπὸ τοῦ περὶ τῶν μικρῶν καὶ ἐπιγείων εὔχεσθαι καὶ παρακαλοῦντι ἐπὶ τὰ μυστικὰ, ὧν τύποι ἦσαν τὰ προειρημένα μοι, τοὺς ἐντυχόντας τῇδε τῇ γραφῇ. πᾶσα γὰρ ἡ περὶ τῶν προπαρατεθέντων ἡμῖν πνευματικῶν καὶ μυστικῶν εὐχὴ ἀεὶ ὑπὸ τοῦ μὴ «κατὰ σάρκα» στρατευομένου ἀλλὰ «πνεύματι τὰς πράξεις τοῦ σώματος» θανατοῦντος ἐπιτελεῖται, προκρινομένων τῶν ἀπὸ τῆς ἀναγωγῆς μετ' ἐξετάσεως παρισταμέ νων τῆς ἐμφαινομένης κατὰ τὴν λέξιν γεγονέναι τοῖς προσευξα μένοις εὐεργεσίας. καὶ ἐν ἡμῖν γὰρ ἀσκητέον μὴ ἐγγενέσθαι ἄγονον ἢ στεῖραν, ἀκούουσι τοῦ πνευματικοῦ νόμου ὠσὶ πνευματικοῖς· ἵνα ἀποτιθέμενοι τὸ εἶναι ἄγονοι ἢ στεῖραι ἐπακουσθῶμεν ὡς Ἄννα καὶ Ἐζεκίας, καὶ ἵνα ἀπὸ ἐπιβουλευόντων ἐχθρῶν τῶν πνευματικῶν τῆς πονηρίας ῥυσθῶμεν ὡς Μαρδοχαῖος καὶ Ἐσθὴρ καὶ Ἰουδήθ. καὶ ἐπεὶ κάμινός ἐστι σιδηρᾶ Αἴγυπτος, σύμβολον τυγχάνουσα παντὸς τοῦ περιγείου τόπου, πᾶς ὁ ἐκπεφευγὼς τὴν τοῦ βίου τῶν ἀνθρώπων κακίαν καὶ μὴ πεπυρωμένος ὑπὸ τῆς ἁμαρτίας μηδὲ ὡς κλίβανον πλήρη πυρὸς τὴν καρδίαν ἐσχηκὼς μὴ ἔλαττον εὐχαριστείτω τῶν ἐν πυρὶ «δρόσου» πεπειραμένων. ἀλλὰ καὶ ὁ ἐν τῷ εὔξασθαι καὶ εἰρηκέναι· «μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι» ἐπακουσθεὶς καὶ μηδὲν ἀπὸ τῆς ἀσπίδος καὶ τοῦ